Argonautica

Apollonius Rhodius

The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.

  1. αἶψα δʼ ὅγε κρήνην μετεκίαθεν, ἣν καλέουσιν
  2. πηγὰς ἀγχίγυοι περιναιέται. οἱ δέ που ἄρτι
  3. νυμφάων ἵσταντο χοροί· μέλε γάρ σφισι πάσαις,
  4. ὅσσαι κεῖσʼ ἐρατὸν νύμφαι ῥίον ἀμφενέμοντο,
  5. Ἄρτεμιν ἐννυχίῃσιν ἀεὶ μέλπεσθαι ἀοιδαῖς.
  6. αἱ μέν, ὅσαι σκοπιὰς ὀρέων λάχον ἢ καὶ ἐναύλους,
  7. αἵγε μὲν ὑλήωροι ἀπόπροθεν ἐστιχόωντο,
  8. ἡ δὲ νέον κρήνης ἀνεδύετο καλλινάοιο
  9. νύμφη ἐφυδατίη· τὸν δὲ σχεδὸν εἰσενόησεν
  10. κάλλεϊ καὶ γλυκερῇσιν ἐρευθόμενον χαρίτεσσιν.
  11. πρὸς γάρ οἱ διχόμηνις ἀπʼ αἰθέρος αὐγάζουσα
  12. βάλλε σεληναίη. τὴν δὲ φρένας ἐπτοίησεν
  13. Κύπρις, ἀμηχανίῃ δὲ μόλις συναγείρατο θυμόν.
  14. αὐτὰρ ὅγʼ ὡς τὰ πρῶτα ῥόῳ ἔνι κάλπιν ἔρεισεν
  15. λέχρις ἐπιχριμφθείς, περὶ δʼ ἄσπετον ἔβραχεν ὕδωρ
  16. χαλκὸν ἐς ἠχήεντα φορεύμενον, αὐτίκα δʼ ἥγε
  17. λαιὸν μὲν καθύπερθεν ἐπʼ αὐχένος ἄνθετο πῆχυν
  18. κύσσαι ἐπιθύουσα τέρεν στόμα· δεξιτερῇ δὲ
  19. ἀγκῶνʼ ἔσπασε χειρί, μέσῃ δʼ ἐνικάββαλε δίνῃ.
  20. τοῦ δʼ ἥρως ἰάχοντος ἐπέκλυεν οἶος ἑταίρων