Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregorius Nazianzenus

Gregorius Nazianzenus, Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse), Brambs, Teubner, 1885

  1. Δειλαί᾿ ἐγὼ δύστηνος, ὡς Παῖδ’ οὐχ ὁρῶ
  2. πάσχοντα δεινὰ, μέχρι καὶ τύμβος λάβῃ.
  3. ὄχλους δ’ ἔφυγον, ἳνα μή τι καὶ πάθω.
  4. Τί μοι δ’ ἔτι ζῆν κέρδος ἐστὶν ἐν βίῳ;
  5. Αἴθ᾿ πότμῳ καταλύσαιμ᾿ ἂν τάχει,
  6. εἰ μὴ μεγάλως καταγηράσκειν ἔχω,
  7. ὡς ἐλπίς ἐστι Παιδὸς ἀνισταμένου
  8. ἔθνη τε συνάγοντος ἐνδίκῳ κρίσει,
  9. ὃν συγγενεῖς κτείνουσιν Ἑβραῖοι φθόνῳ,
  10. ναὶ συγγενεῖς μου τλήμονος μητρὸς λέγω,
  11. οὐ Πατρός αὐτοῦ τοῦ βροτωθέντος Λόγου,
  12. ὃν ἀσπόρως ἔτικτον, οἶδ’, ὑπὲρ λόγον
  13. στερρᾶς τ᾿ ἔφυγον ἐν τόκοις ἀλγηδόνας.
  14. Πέποιθα γὰρ, πέποιθα, κἂν πολλὰ στένω,
  15. πάσχοντα μὴ φέρουσα τοῦτον νῦν βλέπειν.
  16. Ἔτικτον αὐτὸν, οἶδα δ’, ὡς ἐγεινάμην,
  17. ἀλλ’ εἴμ᾿ ἄκομψος ἐκφέρειν μυστήρια·
  18. ὅμως δ’ ἀνάγκη συμφορᾶς ἀφιγμένης
  19. γλῶσσάν μ’ ἀφεῖναι. Πρῶτα δ’ ἄρξομαι λέγειν,
  20. ὅθεν μ’ ὑπῆλθε πρῶτον οἷα μητέρα,