Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- Ἕρπ᾿ εἰς τὰ δεινά· νῦν ἀγὼν εὐψυχίας·
- ἡμεῖς δ’ ἐφεψόμεσθα δειλαίᾳ βάσει·
- ὄχλος γὰρ αὐτὸν μαινόλης περιτρέχει,
- κοὐ δεῖ πελάζειν ἐγγὺς ἐνθυμουμένοις.
- βαρεῖα γὰρ φρὴν, οὐδ’ ἀνέξεται βλέπειν
- ὅμιλος ἐχθρὸς, δυσμενὴς, μιαιφόνος
- ὁρμήν τε δεινὸς στυγερᾶς γνώμης ῥοπῇ,
- ἄγριον ἦθος, βαρβάρου φύσις φρενός.
- Δέδοικα δ’ αὐτὸν, μή τι βουλεύσας νέον
- δριμυτέραν σοι συμφορὰν συσκευάσῃ·
- καὶ κάρτα τόνδ’ ὁρῶσα δειμαίνω πλέον,
- μὴ θηκτὸν ὤσῃ φάσγανον δι’ ἥπατος,
- κἄπειτα μείζω συμφορὰν δέξῃ νέαν,
- ἔγκατα Παιδὸς εἰ λεωφόρος
- Ἀλλ’ ἐκκλίνασαι βραχὺ τῶν ἀλαστόρων
- ἐπισκοπῶμεν δρᾶμα τῶν μιαιφόνων.
- Ἴωμεν οὖν, ἴωμεν, ᾗχί που νάπος.
57
- Νικᾶτ’, ἐπειδὴ ταῦτα πάσαις ἁνδάνει·
- καὶ λοιπὸν ἀπίωμεν, ἔνθ᾿ ὑμῖν δοκεῖ.
- Ἐντεῦθεν ἀθρεῖν ὡς ἐξ ἀπόπτου δέον.