Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. φέρουσαν ἁγνὸν ἐς τόδ’ ἡμέρας δέμας.
  2. Οὐκ οἶδα τέρψιν ἢ λόγῳ κλύειν φέρω
  3. γραφῇ τε λεύσειν· οὐδὲ ταῦτα γὰρ σκοπεῖν
  4. ἐγὼ πρόθυμος, παρθένον ψυχὴν δ’ ἔχω.
  5. Ὄμνυμι τὸν σύμπαντα σαφῶς εἰδότα
  6. μηδ’ ἂν θελῆσαι μηδ’ ἂν ἔννοιαν λαβεῖν·
  7. ἢ κατολοίμην ἀκλεὴς, ἀνώνυμος,
  8. καὶ μήτε πόντος μήτε γῆ μήτ᾿ αὖ πόλος
  9. τὸ σῶμά μου δέξαιτο καὶ ψυχὴν χέρες
  10. πάσχοντος Υἱοῦ γ’, ὡς κατ᾿ εὐχήν ἐστί μοι,
  11. ἐλπὶς τρέφει τε κοὐ καταισχυνεῖ δέ με.
  12. Ταῦτ᾿ οἶδα· νῦν γὰρ οὐ θέμις πέρα λέγειν
  13. θρηνοῦσαν, ὡς δεῖ· δακρύων γὰρ ἄξια
  14. πέπονθα πόλλ’, οὐκ οἶδα δ’, εἰ τι προσπάθω.
  15. Πρῶτον δ’ ὅμως μοι τἀγάθ’ ἐξᾷσαι δέον·
  16. τοῖς γὰρ κακοῖσι πλείον᾿ οἶκτον ἐμβαλῶ.
  17. Ἤμην ἄνανδρος καὶ μένουσα παρθένος·
  18. ἃ γὰρ γυναικὶ σώφρον’ ἔσθ᾿ εὑρημένα,
  19. ταῦτ᾿ ἐξεμόχθουν τοῦ Θεοῦ πολλὴν χάριν
  20. μετροῦντος ἀεὶ καὶ νέμοντος ἀφθόνως.