GetPassage urn:cts:greekLit:tlg2022.tlg003.opp-grc1:1.501-1.520 urn:cts:greekLit:tlg2022.tlg003.opp-grc1:1.501-1.520
Δειλαί᾿ ἐγὼ δύστηνος, ὡς Παῖδ’ οὐχ ὁρῶπάσχοντα δεινὰ, μέχρι καὶ τύμβος λάβῃ.ὄχλους δ’ ἔφυγον, ἳνα μή τι καὶ πάθω.Τί μοι δ’ ἔτι ζῆν κέρδος ἐστὶν ἐν βίῳ;Αἴθ᾿ πότμῳ καταλύσαιμ᾿ ἂν τάχει,εἰ μὴ μεγάλως καταγηράσκειν ἔχω,ὡς ἐλπίς ἐστι Παιδὸς ἀνισταμένουἔθνη τε συνάγοντος ἐνδίκῳ κρίσει,ὃν συγγενεῖς κτείνουσιν Ἑβραῖοι φθόνῳ,ναὶ συγγενεῖς μου τλήμονος μητρὸς λέγω,οὐ Πατρός αὐτοῦ τοῦ βροτωθέντος Λόγου,ὃν ἀσπόρως ἔτικτον, οἶδ’, ὑπὲρ λόγονστερρᾶς τ᾿ ἔφυγον ἐν τόκοις ἀλγηδόνας.Πέποιθα γὰρ, πέποιθα, κἂν πολλὰ στένω,πάσχοντα μὴ φέρουσα τοῦτον νῦν βλέπειν.Ἔτικτον αὐτὸν, οἶδα δ’, ὡς ἐγεινάμην,498 Rhes. 137. 504 sq. Med. 146 sq. 506 Med. 125 sq. 509 Act. Pilati Β 1, 1. 512 Med. 917. 513 Med. 1018. 515 Act. Pil. Β 10, 2. 516 Med. 917, Troad. 447.498 ἐπειδὶ Μ. ἁνδάνει MVD, ἀνδἐνει Α. 499 ἡμῖν A. 500 ἐξ ἀπόπτου MV, ἐξαπόπτου CBD, ἐξαπόπτουν Α. 501 δειλαί’ C, διλαί’ Μ, δειλαῖ᾿ ceteri. ὡς CM, εἰ VABD d. Cf. 1269. 505 αἴθ’ αἴ Μ. πότμον VBD. καταλυσαίμαν Eur. et d, καταλύσαιμ’ ἂν CMA, καταλύσαιμ’ ἐν VB, καταλύσαιμεν D. τάχει omnes, ταχεῖ d. 511 πατρὸς om. Μ, lacuna relicta. 513 στερᾶς V, στεθὰς D. 514 καὶ π. Α.ἀλλ’ εἴμ᾿ ἄκομψος ἐκφέρειν μυστήρια·ὅμως δ’ ἀνάγκη συμφορᾶς ἀφιγμένηςγλῶσσάν μ’ ἀφεῖναι. Πρῶτα δ’ ἄρξομαι λέγειν,ὅθεν μ’ ὑπῆλθε πρῶτον οἷα μητέρα,