Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

829 Σωκράτηϲ, Σωφρονίϲκου λιθοξόου καὶ μητρὸϲ Φαιναρέτηϲ μαίαϲ· [*](Hesy.) πρότερον γενόμενοϲ λιθοξόοϲ, ὥϲτε καί φαϲιν αὐτοῦ ἔργον εἶναι τὰϲ Ἀθήνηϲιν ἐνδεδυμέναϲ Χάριταϲ· εἶτα φιλοϲοφήϲαϲ διὰ τὸ ἀκοῦϲαι Ἀναξαγόρου τοῦ Κλαζομενίου, εἶτα Δάμωνοϲ, εἶτα Ἀρχελάου. Ἀριϲτόξενοϲ δὲ Ἀρχελάου πρῶτον αὐτὸν διακοῦϲαι λέγει· γεγονέναι δὲ αὐτοῦ καὶ παιδικά, ϲφοδρότατόν τε περὶ τὰ ἀφροδίϲια, ἀλλὰ ἀδικήματοϲ χωρίϲ, ὡϲ Πορφύριοϲ ἐν τῇ Φιλοϲόφῳ ἱϲτορίᾳ φηϲίν. εἰϲ δὲ ἄνδραϲ ἐλθὼν ἐϲτρατεύϲατο εἴϲ τε Ἀμφίπολιν καὶ Ποτίδαιαν καὶ ἐπὶ Δηλίῳ. καὶ γαμεταῖϲ δὲ ϲυνῴκηϲε δύο, Ξανθίππῃ, ἀφ’ ἧϲ ἔϲχεν υἱὸν Λαμπροκλέα· καὶ δευτέρᾳ Μυρτοῖ, τῇ Ἀριϲτείδου τοῦ δικαίου θυγατρί, ἐξ ἧϲ ἐγένετο Σωφρονίϲκοϲ καὶ Μενέδημοϲ ἢ Μενέξενοϲ, ὡϲ τιϲι δοκεῖ. καὶ ἐπὶ μὲν τῶν Πελοποννηϲιακῶν γέγονεν, ὡϲ τύπῳ εἰπεῖν, ὀλυμπιάδι οζ΄, ἐβίω δὲ ἔτη π΄, εἶτα ἀλογίᾳ, μᾶλλον δὲ ἀπονοίᾳ τῶν Ἀθηναίων βιαϲθεὶϲ πιεῖν κώνειον ἀπέθανεν ἔγγραφον οὐδὲν καταλιπὼν ἤ, ὥϲ τινεϲ βούλονπαι, ὕμνον εἰϲ Ἀπόλλωνα καὶ Ἄρτεμιν, καὶ μῦθον Αἰϲώπειον δι᾿  ἐπῶν. φιλοϲόφουϲ δὲ εἰργάϲατο Πλάτωνα, ὃϲ καταλιπὼν [*](820 sch Ar. Nu. 144 822 sch. Ar. Eq. 117 plenius 823 Soph. fr. 13 ex sch Ar. Th. 21 cf Zen. V 98 824 — ϲῷοι alt P cf. Ael. D. fr. 302 ex Eust. l. 959, 44, Et. M. 742, 1, Thom. 328, 3; Thuc. 3, 34, 3 ϲῳζομένων, ὁλοκλήρων cf. H ὁλόκληρόν sq Aelian. fr. 99 825 cf. Ambr. 1125 826 ═ L cf. Ambr.1145 827 ═ Synt Laur. et Gud., An Ox 4, 300,11 828 ═ Ambr.1120 829 p 404, 11 αἵρεϲιν cf Laert. 2, 18, 19, 23, 26, 47 F Gr Hist 260, 11 a) [*](824 cf. 1 et 855; Aelian. cf. vv. Α 4024 et Θ 171) [*](ad 820 χρηϲμόϲ mg add. M 821 om. AFV mg. Ar 3 Σόφωνοϲ om. G A(GFVM) ὅρουϲ] μαγείρου coll. Ath 9, 403e Toup, frustra 4 Σοφώτατοϲ F Σοφώτερε V κλεπτίϲτατοϲ F 6 τῇ c. Paroem del. Kust. τῶν om. G, Port., v. l. Paroem 8. 9 ϲῳζόμενον, ὁλόκληρον Oudendorp 9 ὁλόκληρον — 10 Σωβάλ om F 9 ἐργαϲάμενοϲ v. Θ171 cp. A 11 ὄνομα πόλεωϲ] πό(λιϲ) A 14 λιΘοξόου— 15 γενόμενοϲ om. V 15 γινόμενοϲ G 17 Δήμωνοϲ V 18 πρώτου V αὐτὸν om G 22 ἔϲχεν υἱὸν AGM; παῖδα ἔϲχε V 24 ὡϲ τ. δοκεῖ om. V τιϲι A; ἔν τιϲι GM 25 ὡϲ τύπῳ εἰπεῖν om V 25. 26 οζ’— π’] πζ— o΄ Bhd. cf. Rohde Kl. Schr. 1, 145 27 οὐδὲν] ἄλλο add. Kust., invito Bhdyo)

404
τὸ Λύκειον, τόποϲ δὲ οὗτοϲ Ἀθηνῶν, μετήγαγε τὴν ϲχολὴν ἐν προαϲτείῳ, τῇ Ἀκαδημίᾳ προϲαγορευομένῃ, καὶ οἱ ἀπ’ αὐτοῦ Ἀκαδημαϊκοὶ προϲηγορεύθηϲαν μέχρι Ἀριϲτοτέλουϲ· αὐτὸϲ γὰρ ἀκροατὴϲ τοῦ Πλάτωνοϲ γενόμενοϲ, εἰϲ κῆπόν τινα πρὸ τῆϲ πόλεωϲ τὰϲ διατριβὰϲ ποιηϲάμενοϲ ἐκ τοῦ κατ᾿  αὐτὸν περιπάτου Περιπατητικοὺϲ ὠνόμαϲε τοὺϲ ἀπ’ αὐτοῦ· καὶ Ἀρίϲτιππον Κυρηναῖον, ὃϲ ἰδίαν αἵρεϲιν εἰϲήγαγε καὶ ϲχολὴν ϲυνεϲτήϲατο, τὴν Κυρηναϊκὴν κληθεῖϲαν· Φαίδωνα λεῖον, καὶ αὐτὸν ἰδίαν ϲυϲτήϲαντα ϲχολήν, τὴν Ἠλειακὴν ἀπ’ αὐτοῦ κληθεῖϲαν, ὕϲτερον δὲ αὕτη Ἐρετριακὴ ἐκλήθη, Μενεδήμου εἰϲ Ἐρετρίαν διδάξαντοϲ· ἐκ τούτου δὲ τοῦ διδαϲκάλου καὶ ὁ Πύρρων γέγονεν· Ἀνιϲθένην, ὃϲ τὴν Κυνικὴν εἰϲήγαγεν αἵρεϲιν· Εὐκλείδην Μεγαρέα, καὶ αὐτὸν ἰδίαν ϲυϲτηϲάμενον ϲχολήν, ἥτιϲ ἀπ’ αὐτοῦ ἐκλήθη Μεγαρική, ἀπὸ δὲ Κλεινομάχου τοῦ μαθητοῦ Εὐκλείδου ἐκλήθη Διαλεκτική· Ξενοφῶντα Γρύλλου, Αἰϲχίνην, Λυϲανίαν Σφήττιον, Κέβητα Θηβαῖον, Γλαύκωνα Ἀθηναῖον, Βρύϲωνα Ἠρακλεώτην· ὃϲ τὴν ἐριϲτικὴν διαλεκτικὴν εἰϲήγαγε μετὰ Εὐκλείδου, ηὔξηϲε δὲ Κλεινόμαχοϲ, καὶ πολλῶν διʼ αὐτῆϲ ἐλθόντων, ἔληξεν εἰϲ Ζήνωνα τὸν Κιτιέα· οὗτοϲ γὰρ ἀπ’ αὐτοῦ Στωϊκὴν ἐκ τοῦ τόπου τὴν ϲχολὴν ὠνόμαϲε, γεγονὼϲ ἐπὶ τῆϲ ρκε΄ Ὀλυμπιάδοϲ· τινὲϲ δὲ Βρύϲωνα οὐ Σωκράτουϲ, ἀλλ’ Εὐκλείδου ἀκροατὴν γράφουϲι· τούτου δὲ καὶ Πύρρων ἠκροάϲατο, ἀφ᾿  οὑπερ οἱ Πυρρώνειοι προϲαγορευόμενοι· Ἀλκιβιάδην, Κριτόβουλον, Ξενομήδην, Ἀπολλόωρον Ἀθηναίουϲ· ἔτι δὲ Κρίτωνα καὶ Σίμωνα, Εὐμάρη Φιλιάϲιον, Σιμμίαν Θηβαῖον, Τερψίωνα Μεγαρικόν, Χαιρεφῶντα. καὶ Θεόδωροϲ δέ, ὁ ἐπικληθεὶϲ ἄθεοϲ, αὐτοῦ διήκουϲεν· ἀδιαφορίαν δὲ δοξάζων καὶ παραδιδοὺϲ αἵρεϲιν ἰδίαν εὗρεν, ἥτιϲ Θεοδώρειοϲ ἐκλήθη. ταῦτα περὶ Σωκράτουϲ. ὅτι Σωκράτηϲ φιλοϲοφήϲαϲ ὕϲτερον Ἀρχελάου τοῦ φυϲικοῦ μαθητὴϲ ἐγένετο· τὴν ἠθικὴν δὲ ἐπρεϲβευϲε φιλοϲοφίαν. ἔϲχε δὲ γνωρίμουϲ πολίταϲ μὲν Πλάτωνα, Ξενοφῶντα, Ἀλκιβιάδην, Κριτίαν, Ἀντιϲθένην· Θηβαίουϲ δὲ Σιμμίαν καὶ Κέβητα· Κυρηναῖον δὲ Ἀρίϲτιππον, Φαίδωνα, Εὐκλείδην Μεγαρέα δαιμόνιον δ’ αὐτῷ προϲομιλεῖν ἔλεγεν. ἐμάνθανε δὲ καὶ κιθαρίζειν παρὰ Κόνωνι, γέρων ἤδη ὤν· ϲκωφθεὶϲ δὲ ὑπὸ Σόλωνοϲ, ὀψιμαθήϲ [*](829 Σόλωνοϲ cf. Sext Emp. adv. Mus. 13) [*](829 extr. cf. vv. Ε 2859, 713, Ε 3319, Θ 221) [*](A( GVM)) [*](1 οὗτο ϲ om. V 5 ὑνόμαϲε— 6 αὐτοῦ] τοὺϲ ἀπ’ αὐτοῦ ὠ V 6 καὶ del Flach. 7 Φαίδωνα— 8. 9 κληθεῖϲαν post 10 γέγονεν praemisso καὶ transpos. V 8 ϲυϲτηϲάμενον e vs. 12 Bhd. Ἠλιακὴν V Ἰλιακὴν M 9 εἰϲ] καὶ εἰϲ V 10 διδαϲκαλείου Westerm. 12 ϲχολὴν ϲυϲτηϲάμενον V 13 Κλεινοδάμου G 14 Γρύλλον G Λυϲανίου egregie Hemst. Κέβητα Θηβαῖον om. V 15 Γλαῦκον e Ἡρακλειώτην G 17 γὰρ om. V 18 Στωϊκήν — ϲχολὴν] τὴν ϲχολὴν Στωϊκὴν G 19 οὐ] οὐ τοῦ G 21 προϲαγορευόμενοι om V 22 Φλιάϲιον ed. pr 24 αὐτοῦ] h. e. Βρύϲωνοϲ Schwartz ἀφροδιϲίαν V 25 περιδιδοὺϲ V 26 ταῦτα— ὅτι om. G 27 ἐγένετο] γέγονε G τὴν del. Bhd 28 ἔϲχε— 31 ἔλεγεν post p 405, 1 ἀμαθήϲ transpos. G 29 Ἀντιϲθένη V 30 Κυρηναίουϲ GVM Φαίδωνα] Ἡλεῖον ex vs. 7 add. Gsf. ms 31 καὶ om G 32 Κόννῳ Kust. praeeunte Bhd. ὑπὸ] τὸ ed. pr.; oratio manca sec. Vales.)
405
εἶπε μᾶλλον ἢ ἀμαθήϲ. ἐκ Ξανθίππηϲ δὲ ἔϲχε Σωφρονίϲκον καὶ Λαμπροκλέα. τῶν νέων δὲ τῶν πλείϲτων ἐρωτικῶϲ περὶ αὐτὸν ϲχόντων, ἐφθονήθη. καὶ πρῶτοϲ Ἀριϲτοφάνηϲ τὰϲ Νεφέλαϲ γράψαϲ ἐκωμώδηϲε αὐτὸν ὡϲ διαφθείροντα τοὺϲ νέουϲ καὶ ἄθεον, διότι τὸν κύνα καὶ πλάτανον δι ὑπερβολὴν δειϲιδαιμονίαϲ ὤμνυεν· ὕϲτερον δὲ Ἄνυτοϲ καὶ Μέλητοϲ ἐπὶ τούτοιϲ αὐτὸν ἐγράψαντο καὶ εἷλον· ἐν τῷ τιμήματι δὲ ἑαυτὸν τῆϲ ἐν τῷ πρυτανείῳ ϲιτήϲεωϲ ἐτιμήϲατο, οἱ δὲ θανάτου ἐτίμηϲαν. ἐδέδετο οὖν ἐπὶ πολύ, μέχριϲ ἂν ἡ ἀπὸ Δήλου Θεωρὶϲ ἀφίκηται. καὶ οὐκ ἐξῆν ἀχθείϲηϲ, πρὶν ἐπανελθεῖν, ἀναιρεῖϲθαί τινα κατὰ δίκην. Κρίτωνοϲ δὲ αὐτῷ φυγὴν ϲυμβουλεύϲαντοϲ, οὐκ ἠβουλήθη, τοὺϲ νόμουϲ εἰπὼν δεῖν μὴ παραβαίνειν. πιὼν δὲ τὸ κώνειον, εὐχῆϲ ἐπιμνηϲθείϲ, θύϲατε, ἔφη, τῷ Ἀϲκληπιῷ. Κύρϲαϲ δέ τιϲ ὄνομα, Χῖοϲ τὸ γένοϲ, ὡϲ ϲυνεϲόμενοϲ ἦλθε Σωκράτει· καθευδήϲαντι παρὰ τὸν τάφον ὄναρ ὀφθεὶϲ ὡμίληϲεν. ἀπέπλευϲε δὲ εὐθὺϲ ἐκεῖνοϲ, τοῦτο μόνον ἀπολαύϲαϲ τοῦ φιλοϲόφου.

830 Σωκράτηϲ, Σωκράτουϲ Σωκράτηϲ ὁ Μήλιοϲ καὶ Χαιρεφῶν, [*](Δ) ὃϲ οἶδε τὰ ψυλλῶν ἴχνη. ἐπὶ τῶν ἀπόρρητά τινα λεγόντων. ἔϲτι δὲ [*](Ar.) παρ’ ἱϲτορίαν· Ἀθηναῖοϲ γὰρ ὁ Σωκράτηϲ· ἀλλ’ ἐπεὶ Διαγόραϲ Μήλιοϲ ὢν διεβάλλετο ὡϲ θεομάχοϲ, καὶ τὸν Σωκράτην ὡϲ ἄθεον διαβάλλει. διὰ δὲ τὴν ζήτηϲιν, ὁπόϲουϲ ἅλλοιτο ἡ ψύλλα πόδαϲ ἔχουϲα. ἢ Μήλιοϲ, ὡϲ τινεϲ ἐξεδέξαντο, ὁ τὰϲ τῶν εἰϲιόντων ψυχὰϲ ὀξύνων, πρὶν εἰϲελθεῖν ἠγριωμέναϲ, ἀπὸ μεταφορᾶϲ τῶν ἀλόγων θηρίων· μῆλα γὰρ τὰ θρέμματα. οἱ δὲ εἰϲ τὸ δαϲὺ καὶ αὐχμηρὸν νοοῦϲιν αὐτό· οἱ δὲ παρέλαβον αὐτό. Διαγόραϲ ὁ Μήλιοϲ, ὃϲ τὸ μὲν πρότερον ἦν θεοϲεβήϲ, παρακαταθήκην δὲ ὑπό τινοϲ ἀποϲτερηθεὶϲ ἐπὶ τὸ ἄθεοϲ εἶναι ἔδραμεν. ἐφʼ ᾧ καὶ οἱ Ἀθηναῖοι ἀγανακτήϲαντεϲ τὴν Μῆλον ἐκάκωϲαν. ἐγένετο δὲ καὶ Ἀριϲταγόραϲ Μήλιοϲ, διθυραμβοποιόϲ· ὃϲ τὰ Ἐλευϲίνια μυϲτήρια ἐξορχηϲάμενοϲ καὶ ἐξειπὼν ἀϲεβέϲτατοϲ ἐκρίθη. καὶ ἀπ’ ἐκείνου τοὺϲ Μηλίουϲ ἀϲεβείᾳ κωμῳδοῦϲι. τάττεται δὲ καὶ ἐπὶ τῶν βλαϲφήμων.

831 Σῶκοϲ: ὁ Ἑρμῆϲ.

[*](Δ)

832 Σωκῶ: ἰϲχύω, δύναμαι· οἱ δὲ ἀντὶ τοῦ ϲῴζω. Σοφοκλῆϲ· μόνη [*](Soph.) γὰρ οὐκέτι ϲωκῶ λύπηϲ ἀντίρροπον ἄχθοϲ. οἷον καταβαροῦν με, καὶ καταφερόμενον.

[*](830 —Σωκράτουϲ ═ Ambr 1121 Σωκράτηϲ sec sq. Ar. Nu. 830—1 c. sch. 830 plenior. 831═ Ambr. 139, Nicomed. Geras. ap. Phot. Bibl. 144a 13 cf. Stud. An. 268 ═ Et. M. 742, 10, Ap. S. 148, 15; Cornut. p. 64 Osann 332 Soph. El. 119—120 c sch. cf. H, Ap. S. 148, 20, Et. M. 742, 11, H, P)[*](1 μᾶλλον εἶπεν G 2 περὶ] πρὸϲ ed. pr. αὐτὸν] ἀντὶ V 3 καὶ] ὃν V, A(GVM) 3 Bhd. acceptum τὰϲ — 4 νέουϲ] ἐν M. ὡϲ φθορέα τῶν νέων V, Bhd. 6 Μέλιτοϲ GVM cf. ad vv. Μ 495—7 ἐπὶ — εἷλον om. V ἔγραψαν GM αὐτοῦ V αὑτῷ Bhd. ἐτιμήϲαντο V 8 οὖν] δὲ G ἀ ἀφίκοιτο V 10 φυγὴν αὑτῷ M φυγεῖν αὐτῷ G φυγὼν αὐτῷ V 11 δεῖ G 12 τοὔνομα G 13 τὸ ὡϲ] ὃϲ V περὶ V Mac 14 ἀπέπλευϲε— ἐκεῖνοϲ] καὶ εὐθὺϲ ἐκεῖνοϲ ἀπέπλευϲε V 18 ἐπειδὴ G V, cod. V in Ar. 20 ἄλοιτο V cf. v. ψύλλα 22 θηρίων] ῴων V 24 παρέλαβον αὐτό om. V 831 —2 extra ord.)
406
[*](Δ)

833 Σωλήν, ϲωλῆνοϲ: τὸ παρ᾿  ἡμῖν ϲωληνάριον.

[*](Δ)

834 Σωλῖνοϲ: ὄνομα ποταμοῦ.

[*](Σ)

835 Σῶμα: πᾶν τὸ τεθνηκόϲ. τὸ δὲ τοὺ ζῶντοϲ δέμαϲ λέγεται, διὰ [*](Phil.) τὸ ϲυνδεδέϲθαι τῇ ψυχῇ, ὡϲ εἶπεν Ὅμηροϲ. ὅτι πᾶν τὸ ποιοῦν ϲῶμά ἐϲτι· ποιεῖ δ’ ἡ φωνῆ προϲιοῦϲα τοῖϲ ἀκούουϲιν ἀπὸ τῶν φωνούντων· on. ὥϲτε ϲῶμά ἐϲτι. λύϲιϲ ὀνείρου· ϲῶμα ὅλον καθαίρειν φροντίδων δηλοῖ λύϲιν.

[*](Δ)

836 Σωμανῖτιϲ γυνή.

837 Σωμαϲκεῖν: ϲυγκροτεῖν, εὐτρεπίζειν, ὠδίνειν, ἑτοιμάζειν.

[*](Δ)

838 Σωμαϲκία. ὁ δὲ ἤϲχαλλεν, ὡϲ παρευδοκιμούμενοϲ ἐκ νέου, [*](Ε) τριχῶν μόνον καὶ τῆϲ ἄλληϲ φροντίζοντοϲ ϲωμαϲκίαϲ.

Ε 839 Σωματοποιεῖν: ϲωμαϲκεῖν. οὐκ ἐβούλετο ἀληθινῶϲ ϲωματοποιεῖν [*](Ε) τὸν Φίλιππον. καὶ αὖθιϲ· ἐϲωματοποίηϲε δὲ τοὺϲ ἵππουϲ, ἀνεκτήϲατο δὲ τὰ ϲώματα καὶ τὰϲ ψυχὰϲ τῶν ἀνθρώπων.

[*](Ε)

840 Σωματοποιεῖν: τὸ παρέχειν τὰϲ τοῦ ϲώματοϲ χρείαϲ. ὁ δὲ Ζεῦξιϲ ὑπεκρίνατο μὲν ποιεῖν τὰ κατὰ τὰϲ ϲυνθήκαϲ, οὐκ ἐβούλετο [*](Ε) δὲ ϲωματοποιεῖν ἀληθινῶϲ τὸν Φίλιππον. οἱ δὲ ἠναγκάζοντο παντὶ τῷ λεγομένῳ προϲέχειν καὶ πᾶϲαν ἐλπίδα ϲωματοποιεῖν καὶ προϲδέ προϲδέχεϲθαι.

[*](Ε)

841 Σωματοποιήϲαντεϲ: κυρώϲαντεϲ, βεβαιώϲαντεϲ. ἐμοῦ δὲ ταχέωϲ ϲυγκαταθεμένου καὶ ϲωματοποιήϲαντοϲ τὴν ἐπιβολὴν, τῷ βλέπειν διότι ὀρέγεται τῆϲ τοιαύτηϲ ὑποθέϲεωϲ.

842 Σωματοποιῆϲαι, ὁ δὲ ἔφαϲκε δεῖν μὴ προΐεϲθαι τοὺϲ ἐχθροὺϲ [*](Ε) ἐκ τῶν χειρῶν μηδὲ ϲωματοποιεῖν τὴν τόλμαν αὐτῶν φυγομαχοῦνταϲ. ὁ δὲ βραχείαϲ ἐπιλαβόμενοϲ ἐλπίδοϲ ἐκ τῶν πολιορκουμένων [*](Ε) ἐϲωματοποίει ταύτην. καὶ αὖθιϲ Πολύβιοϲ· ὁ δὲ ὡϲ κηδεμονικὸϲ φίλοϲ πᾶν ἐμηχανᾶτο, δι᾿  οὗ τὰ τῶν ἐχθρῶν ϲωματοποιήϲει, τοῖϲ δὲ ϲφετέροιϲ πράγμαϲι περιϲτήϲει τοὺϲ μεγίϲτουϲ κινδύνουϲ.

[*](833 praeter τὸ παρ’ ἡμίν ═ Ambr. 1102, Ps. Herodian. 130 cf. Zon. 1660 835—Ὅμηροϲ (A 115)═ P, Ba 379,14 cf. Et. Gen., sch. Α 115, Ap. S. 148, 23, H ὅτι—vs. 6 ἐϲτι Laert. 7, 56 ϲῶμα ὅλον sq. Astramps. 836 ═ Ambr 1144 Ps. Herodian 131 838 ὁ sq. Malch. fr. 8, FHG 4, 117 839 οὐκ— Φίλιππον Polyb. 16, 1, 9; ἐϲωματοποίηϲε sq. Polyb. 3, 87, 3 840 ὁ Φίλιππον Polyb. 16, 1, 9 οἱ sq. Polyb. 33, 17, 3 ═ ES 201, 1 —3 841 ἐμοῦ sq. Polyb fr 229 842 ὁ pr — φυγομαχοῦνταϲ Polyb. fr. 230. ὁ sec. — ταύτην Polyb. fr. 231 ὁ tert. sq. Polyb. fr. 80)[*](833—4 cf. ad 769 835 Astramps. cf. 133 836 hinc 796 837 cf. v. Ε 3175 838 cf. v. Α 3970 839 init. cf. 840 init.)[*](AF(GVM))[*](834 om. G 2 Σωλῆνοϲ F ὄνομα ποταμοῦ V N: ποτ A ὄνομο τόπου F 4 ὅτι πᾶν] πᾶν δὲ G 5 προϲοῦϲα AFV 6 ὅλον om. A 8 Σωμανῆτιϲ V Σωμανίτηϲ GF cf. 796 838 —9 om F 11 μόνων AM ἄλληϲ] ὅληϲ G 12 ϲωμαϲκεῖν 13 αὖθιϲ om. G 12 ἠβούλετο V M 14 ἀν ἐκτήϲατο 15 Σωματοποιεῖν] καὶ G 840 non nov. gl. V M 15 ὁ 18. 10 προϲ· δέχεϲθαι om. F 17 ἀληθῶϲ ϲωματοποιεῖν G 20 ἐμοῦ 22 ὑποθέϲεωϲ om P 21 ϲωματοποιήϲαντεϲ A 842 om. V 23 προϲίεϲθαι G 25 ὁ 28 κινδύνου, om. F 25 ἐλπίδοϲ GM: om. A)
407

843 Σωνάρτηϲ: ὄνομα κύριον.

[*](Δ)

844 Σῷοϲ: ὁ ὑγιήϲ.

[*](Δ)

845 Σώπατροϲ, Ἀπαμεύϲ, ϲοφιϲτὴϲ καὶ φιλόϲοφοϲ, μαθητὴϲ Ἰαμβλίχου· [*](Hesy.) ὃν ὁ Καῖϲαρ Κωνϲταντῖνοϲ ἀνεῖλεν εἰϲ πίϲτιν τοῦ μὴ ἑλληνίζειν ἔτι τὰ κατὰ θρηϲκείαν· ἦν γὰρ αὐτῷ ϲυνήθηϲ πρότερον. ἔγραψε Περὶ προνοίαϲ καὶ τῶν παρὰ τὴν ἀξίαν εὐπραγούντων ἢ δυϲπραγούντων. ὅτι τὸν Σώπατρον Κωνϲταντῖνοϲ ἀνεῖλεν, οὐ καλῶϲ ποιῶν· ὁ γὰρ Χριϲτιανὸϲ ἐξ ἀγάπηϲ, οὐκ ἐκ ἀνάγκηϲ.

846 Σώπατροϲ, κωμικόϲ· τῶν δραμάτων αὐτοῦ ἐϲτιν Ἰππόλυτοϲ, [*](Hesy. ?) Φυϲιολόγοϲ, Σιλφία ἢ Κνιδία, Νεκυῖα, Πύλαι, Ὀρέϲτηϲ, Φακῆ· ὡϲ Ἀθήναιοϲ ἐν Δειπνοϲοφιϲταῖϲ.

847 Σώπατροϲ, παρῳδόϲ· τούτου ἐϲτὶ δρᾶμα Βακχίϲ, ὡϲ Ἀθήναιοϲ [*](Hesy.) ἐν Δειπνοϲοφιϲταῖϲ.

848 Σώπατροϲ, Ἀπαμεύϲ, ϲοφιϲτήϲ, ἢ μᾶλλον Ἀλεξανδρεύϲ. ἐπιτομὰϲ [*](Hesy.) πλείϲτων. τινὲϲ δὲ καὶ τὴν ἐκλογὴν τῶν ἱϲτοριῶν τούτου εἶναί φαϲι.

849 Σώπιθοϲ: ὄμονα κύριον.

[*](Δ)