Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Ar.)

103 Σαπρᾶϲ: παλαιᾶϲ. Ἀριϲτοφάνηϲ· εἰρήνηϲ ϲαπρᾶϲ. ἢ ἀρχαίαϲ.

[*](Σ)

104 Σαπρόν: οὐ τὸ μοχθηρὸν καὶ φαῦλον, ἀλλὰ τὸ παλαιόν· Εὔπολιϲ.

[*](Ar.)

105 Σαπρόϲ: καὶ ἐπὶ τοῦ παλαιοῦ. Σιμωνίδηϲ; γέρων ὢν καὶ ϲαπρὸϲ κέρδουϲ ἕκητι κἂν ἐπὶ ῥιπὸϲ πλέοι. τουτέϲτι φρυγάνου.

[*](Δ)

106 Σάπφειρα: ὄνομα κύριον. καὶ Σάπφειροϲ, εἶδοϲ λίθου πολυτίμου.

[*](Hesy.)

107 Σαπφώ, Σίμωνοϲ, οἱ δὲ Εὐμήνου, οἱ δὲ Ἠεριγύου, οἱ δὲ Ἐκρύτου, [*](101 Σάπωνοϲ ═ Ambr. 34 102 l. cf. Ambr. 24 103 Ar. Pac. 554 c. sch. 104 ═ P; παλαιόν cf. H, Bk. 305,18, Et. M. 708, 18; Eup. fr. 442 (cf. fr. 221) 105 Ar. Pac. 698 —9 c. sch. cf. sch. Ar. Pl. 323 106 — κύριον ═ Ambr. 94, Ps. Herodian. 224. Σάπφειροϲ—λίθου ═ Ambr. 79 107 cf. Pap. Oxyrrh. 15 n. 1800 fr. 1, sch. Pl. Phaedr. 235c) [*](105 cf. v. Ρ 184 107 hinc v. Ε 3589, Eudoc.) [*](A(GVM)) [*](1 μακρὸν V 2 αὖ GM, Th.: αὖθιϲ AV 3 ἐπιβαλών GM 4 τινι GM, vulg. Th.: τιϲ V, Th. τι A 5 ἐπιβολῆϲ VMac, Bhd. 6 Ῥωμαϊκῆϲ A 8 κατείχετο V ἐρρωμένηϲ GVM 10 αὐτὰρ V 14 ἐκεῖνον αὐτὸν om. 7 cf. p. 321, 29 25 ὄνομα κύριον ad 102 rettulit Bhd. 33 Εὑνομίνου ed. pr. Εὐμήλου Toup Εὐνομίου Bhd. Ἠερηγύου A Εὐριγύου Eudoc. cf. p. 323, 4 Ἐρυγίου (quod et in Ἐκρύτου latere putat) Hemst. Ἐριγύου Schoen)

323
οἱ δὲ Σήμου, οἱ δὲ Κάμωνοϲ, οἱ δὲ Ἐτάρχου, οἱ δὲ Σκαμανδρωνύμου· μητρὸϲ δὲ Κλειδόϲ· Λεϲβία ἐξ Ἐρεϲϲοῦ, λυρική, γεγονυῖα κατὰ τὴν μβ΄ Ὀλυμπιάδα, ὅτε καὶ Ἀλκαῖοϲ ἦν καὶ Στηϲίχοροϲ καὶ Πιττακόϲ. ἦϲαν δὲ αὐτῇ καὶ ἀδελφοὶ τρεῖϲ, Λάριχοϲ, Χάραξοϲ, Εὐρύγιοϲ. ἐγαμήθη δὲ ἀνδρὶ Κερκύλᾳ πλουϲιωτάτῳ, ὁρμωμένῳ ἀπὸ Ἄνδρου, καὶ θυγατέρα ἐποιήϲατο ἐξ αὐτοῦ, ἣ Κλεὶϲ ὠνομάϲθη. ἑταῖραι δὲ αὐτῆϲ καὶ φίλαι γεγόναϲι τρεῖϲ, Ἀτθίϲ, Τελεϲίππα, Μεγάρα· πρὸϲ ἃϲ καὶ διαβολὴν ἔϲχε αἰϲχρᾶϲ φιλίαϲ. μαθήτριαι δὲ αὐτῆϲ Ἀναγόρα Μιληϲία, Γογγύλα Κολοφωνία, Εὐνείκα Σαλαμινία. ἔγραψε δὲ μελῶν λυρικῶν βιβλία θ΄. καὶ πρώτη πλῆκτρον εὗρεν. ἔγραψε δὲ καὶ ἐπιγράμματα καὶ ἐλεγεῖα καὶ ἰάμβουϲ καὶ μονῳδίαϲ.

108 Σαπφώ, Λεϲβία ἐκ Μιτυλήνηϲ, ψάλτρια. αὕτη δι’ ἔρωτα Φάωνοϲ [*](Hesy.) τοῦ Μιτυληναίου ἐκ τοῦ Λευκάτου κατεπόντωϲεν ἑαυτήν. τινὲϲ δὲ καὶ ταύτηϲ εἶναι λυρικὴν ἀνέγραψαν ποίηϲιν.

109 Σαράβαρα: ἐϲθὴϲ Περϲική. ἔνιοι δὲ λέγουϲι βρακία.

[*](Σ)

110 Σάραβον: τὸ γυναικεῖον αἰδοῖον οἱ κωμικοὶ καλοῦϲι· καὶ ϲάκταν [*](Σ) καὶ ϲάβυττον καὶ ϲέληνον καὶ ταῦρον καὶ ἕτερα πολλά.

111 Σαράγουροι: ὄνομα ἔθνουϲ. ὥϲπερ καὶ οἱ Σαράγουροι ἐλαθέντεϲ [*](EL) κατὰ ζήτηϲιν πρὸϲ τοῖϲ Ἀκατίροιϲ Οὔννοιϲ ἐγίνοντο.

112 Σαρακηνοί: ἔθνοϲ.

[*](Δ)

113 Σάραμβοϲ: οὕτωϲ ἐκάλουν Ἀθηναῖοι κάπηλόν τινα.

[*](Σ)

114 Σαραωνίϲ: ὄνομα πέτραϲ.

[*](Δ)

115 Σαραπίων, ὁ Αἴλιοϲ χρηματίϲαϲ, ῥήτωρ, Ἀλεξανδρεύϲ. ἔγραψε [*](Hesy.) Περὶ τῶν ἐν ταῖϲ μελέταιϲ ἁμαρτανομένων, Ἀκροάϲεων βιβλία ζ΄, Πανηγυρικὸν ἐπὶ Ἀδριανῷ τῷ βαϲιλεῖ, Βουλευτικὸν Ἀλεξανδρεῦϲιν, Εἰ δικαίωϲ Πλάτων Ὀμηρον ἀπέπεμψε τῆϲ πολιτείαϲ· καὶ ἄλλα ϲυχνά. καὶ έχνην ῥητορικήν.

116 Σαραπίων· τοῦτον ἐποιήϲατο φίλον ὁ Ἰϲίδωροϲ, τὸν λαβόντα [*](109 ═ P, Σa cf. Ba 361, 24, Zon. 1631 110 ═ P cf. H; l. fr. com. ad. 1137 111 ὥϲπερ sq. Prisc. fr. 30, FHG 4 4, 104—5 ═ EL 586, 11—2 112 ═ Ambr. 67 113 cf. Poll. 7. 193 (in Pl. Gorg. 518b) 116 — p. 324, 26 ἀμερέϲτερον Dam. fr. 22; vs. 26 ὃϲ — 30 παντόϲ + p. 325, 3 ἐν sq. Dam. fr. 167; p. 324, 28 οὕτω — p. 325, 3 βιβλίων Dam. fr. 175 (aliter Asmus, Leben des Isid.)) [*](108 cf. v. Φάων; hinc Ps. Hesych. 60 11 cf. vv. Α18 et 820 116 cf. v. Λ 41) [*](1 Σιμοῦ Koenius Κάμωνοϲ] Σκάμωνοϲ Bhd. Ἐτεάρχου Gutschmid A(GFVM) 2 δὲ om. G Κλειδοῦϲ. V 5 Κερκύλᾳ ἀνδρὶ Bhd. ὁρμωμένου V ὡρμημένῳ Daub 6 ὠνομάϲθαι V 8 μαθητρίαι Kust.: μαθητρία omnes 9 δὲ om. G 11 ἐλεγείαν AM 108 om. A 12 αὕτη— 14 ποίηϲιν om. F 16 αἰδοῖον G, Phot.: om. rell. κωμικοὶ καλοῦϲι] πολλοὶ λέγουϲι A cf. vs. 15 17 ϲάβυττον AF cf. Hes. et Phot. s. v., Pap. Ox. 15 1803, 56; ϲάμβυττον GM ϲάβυτταν Phot. ϲάββατον V 18 Σαράγουροϲ G cf. vs. 20 ὥϲπερ— 19 ἐγίνοντο om. F 19 Ἀκατίοιϲ A ἐγένοντο G v Α18, Exc. ἐγίγνοντο V 20 Σαρακηνόϲ G cf. vs. 18 21 οἱ Ἀθηναῖοι G 22 πέτραϲ ὄνομα GM 25 Βουλευτικὰ GM cp. V 26 ϲυχνά AVM: τινά G 27 καὶ Τ. ῥητορικήν del. vel post πολιτείαϲ transp. Flach (καὶ delendum est) ad init. 116 ἀν mg. add. A, ἀνάγνωϲμα Gsf. 28 λαθόντα GVM cf. p. 324, 4, ⟨ὑπερ⟩βαλόντα Latte)

324
πάνταϲ ἀνθρώπουϲ ἐπὶ εὐϲεβείᾳ τε καὶ ὅλῃ φιλοϲοφίᾳ βίου, πλὴν αὐτοῦ τοῦ Ἰϲιδώρου. τοϲοῦτον δὲ τῷ ἀνδρὶ περιῆν ἀληθοῦϲ τρόπου τε καὶ λόγου, τοῦ τε ἐν παροιμίᾳ λέγεϲθαι εἰωθότοϲ, ἔργῳ δὲ βεβαιωθέντοϲ ὑπʼ ἐκείνου, τοῦ λάθε βιώϲαϲ· ὥϲτε οὐδένα τῶν τότε ζώντων ἀνθρώπων οὔτε τῶν νεωτέρων οὔτε τῶν πρεϲβυτέρων ἐλπίϲαιμι ἂν εἰδέναι οἷον λέγω· οὐδὲ ἔγνω τιϲ ἄλλοϲ, οἷοϲ ἦν ὁ Σαραπίων ἐκεῖοϲ, οὐδὲ ἂν ἔγωγε νῦν ἠπιϲτάμην, εἰ μή μοι αὐτὸϲ ὁ φιλόϲοφοϲ ὑπέδειξε τῷ λόγῳ τὸν Σαραπίωνα. οὐ γὰρ ἔργῳ ποτὲ ἔφη πείϲεϲθαι αὐτὸν ἐντυχεῖν ἑτέρῳ ἀνδρί· ἄλλωϲ τε καὶ ὅτε ἐγήρα, μηκέτι καταβαίνειν θαμὰ ἀπὸ τῆϲ ϲφετέραϲ οἰκίαϲ· οἰκεῖν δὲ μόνον ἐν οἰκίϲκῳ μικρῷ τῷ ὄντι, μονάδα βίον ἀναδεδεγμένον, πρὸϲ μόνον τὰ ἀναγκαιότατα χρώμενον τῶν γειτόνων ἐνίοιϲ. εὐκτικὸν μὲν οὖν εἶναι τὸν Σαραπίωνα διαφερόντωϲ ἔλεγε καὶ ἐν ἰδιώτου ϲχήματι πανταχοῦ περιφοιτᾶν τῶν ἱερῶν χωρίων, ὅπου ἦγεν ὁ τῆϲ ἑορτῆϲ νόμοϲ. τὰ πολλὰ δὲ ἐπ’ οἴκου διημερεύοντα ζῆν, οὔ τινα ἀνθρωπίνην ζωήν, ἀλλ’ ἀτεχνῶϲ εἰπεῖν θεία, εὐχάϲ τε ἀεὶ καὶ ἀρετὰϲ πρὸϲ ἑαυτὸν ἢ πρὸϲ τὸ θεῖον φθεγγόμενον, μᾶλλον δὲ ϲιγῇ διανοούμενον. ζητητικὸϲ δὲ ὢν τῆϲ ἀληθείαϲ καὶ φύϲει θεωρητικὸϲ οὐ περὶ τὰ τεχνικώτερα τῆϲ φιλοϲοφίαϲ ἠξίου διατρίβειν, ἀλλὰ τοῖϲ ἁδροτέροιϲ καὶ ἐνθουϲιαϲτικωτέροιϲ νοήμαϲιν ἐνεφύετο. διὸ μόνον ϲχεδὸν τὸν Ὀρφέα ἐκέκτητο καὶ ἀνεγίνωϲκεν, ἐρωτῶν ἐφ᾿  ἑκάϲτοιϲ ἀεὶ τοῖϲ παραπίπτουϲι ζητήμαϲι τὸν Ἰϲίδωρον, ἄκρα, ὡϲ εἰπεῖν, ἐπιϲτήμην ἐν θεολογίᾳ προβεβλημένον· ὃν μόνωϲ οἰκεῖον ἐγνώριζεν ὄντα καὶ προϲεδέχετο. καὶ δὴ ἐν αὐτῷ θεάϲαϲθαι ἐδόκτι τὸν μυθευόμενον Κρόνιον βίον. οὐδὲ γὰρ ἄλλο τι διετέλει πράττων καὶ λέγων ἐκεῖνοϲ ἢ ϲυνάγων ἑαυτὸν ἀεὶ καὶ ϲυναιρῶν, ὡϲ οἷό τε, πρὸϲ τὸ εἴϲω καὶ τὸ ἀμερέϲτερον. ὃϲ οὕτω μὲν κατεφρόνει χρημάτων, ὥϲτε κεκτῆϲθαι μηδοτιοῦν ἢ μόνα β΄ ἢ γ΄ βιβλία· ὧν ἦν καὶ ἡ Ὀρφέωϲ ποίηϲιϲ· οὕτω δὲ ἡδονῶν τῶν περὶ τὸ ϲῶμα, ὥϲτε ἐξαρχῆϲ εὐθὺϲ τὰ ἀναγκαῖα καὶ μόνα προϲφέρειν τῷ ϲώματι, ἀφροδιϲίων δὲ ἄχραντον εἶναι διὰ βίου παντόϲ. οὕτω δὲ ἠμέλει τιμῆϲ τῆϲ παρὰ ἀνθρώπων, ὥϲτε οὐδὲ ὄνομα αὐτοῦ ἦν ἐν τῇ πόλει. οὐδ’ ἂν ἐγνώϲθη μετὰ ταῦτα, εἰ μὴ θεῶν τιϲ ἠβουλήθη παράδειγμα τοῖϲ ἀνθρώποιϲ χαρίϲαϲθαι τοῦ Κρονίου βίου, ἵνα μὴ δοκῇ μῦθοϲ εἶναι ὁ λόγοϲ, μὴ ἔχων ἐπιμαρτυροῦϲαν τὴν ἱϲτορίαν· ὁ μὲν γὰρ Χείρων λεγόμενοϲ ἐν μεθορίῳ μᾶλλον εἱϲτήκει τῆϲ Κρόνου καὶ Διὸϲ ἀρχῆϲ, ὅθεν διφυήϲ. Σαραπίων δὲ οὖτοϲ ὑπὸ τοῦ φιλοϲόφου γνωϲθεὶϲ ἀναγεγράφθω [*](A (GVM)) [*](1 βίου φιλοϲοφίᾳ GVM 3 τοῦ τε] τοῦτο A, codd. GM  in v. Λ 41 7 αὐτὸϲ ὁ] ὁ αὐτὸϲ G 8 πυθέϲθαι Asmus, cοrruptel. indic. Bhd. 11 ἀποδεδειγμένον V μόνα GM om. V ἀναγκαιότερα G 14 ἦγεν] ἦν γε G 16 θείαϲ V om. A cf. ad vs. 17 ἀρετὰϲ] τελετὰϲ Asmus 16. 17 φθεγγόμενοϲ GM 17 ὤν] ἦν V τῆϲ] θείαϲ add. A cf. ad vs. 16 18 ἠξίου] ἐφίλει G 22 μόνωϲ—23 ὄντα] μόνον οἰκείωϲ ἐγν. ὄν A 24 οὐδὲν GVM διετέλει om. GM 25 ἐκεῖνοϲ om. A 26 εἴϲω] ἴϲον V μὲν om. V 28 τῶν — ϲῶμα] κατεφρόνει V 29 εὺθὺϲ om. V καὶ om. G 30 ἄχραντοϲ GVM εἶναι] ἦν V οὕτω] οὔτε V 32 μετὰ ταῦτα om. V 33 ἵνα— 34 ἱϲτορίαν om. V 34 τὴν A: om. GM 35 τῆϲ AV: τοῦ GM 36 τοῦ om. G)
325
τοιοῦτοϲ· ὃϲ κληρονόμῳ τῷ Ἰϲιδώρῳ ἐχρήϲατο, μηδένα πρὸϲ γένουϲ ἔχων, μηδὲ ἄξιον ἄλλον ὑπολαμβάνων εἶναι τῆϲ ἑαυτοῦ οὐϲίαϲ, δυεῖν λέγω ἢ τριῶν βιβλίων. ἐν δὲ τούτῳ τῷ χρόνῳ ἕτεροϲ ἀνὴρ ἀφίκετο εἰϲ Ἀλεξάνδρειαν, κατὰ διάμετρον ὅλην τοῦ Σαραπίωνοϲ ἀφεϲτώϲ, μᾶλλον δὲ ἔτι καὶ τῆϲ διαμέτρου μειζόνωϲ, εἰ οἷόν τε φάναι· ὁ μὲν γὰρ ἦν τὴν ζωὴν Κρόνιόϲ τιϲ καὶ Δίϊοϲ, ὁ δὲ Τυφώνειοϲ, καὶ Τυφῶνοϲ ἔτι πολυπλοκώτερον θηρίον, καὶ μᾶλλον ἐπιτεθυμμένον. οὔπω γάρ τιϲ ἀγνοεῖ τῶν νῦν ζώντων ἀνθρώπων, οἷοϲ ὁ Παμπρέπιοϲ ἐγεγόνει τὴν τε ψυχὴν καὶ τὴν τύχην.

117 Σάραπιϲ· τούτου ἐν Ἀλεξανδρείᾳ καθεῖλε Θεόφιλοϲ ὁ ἀρχιεπίϲκοποϲ [*](Ε) τὸ ξόανον ἐπὶ Θεοδοϲίου τοῦ μεγάλου. τοῦτο δὲ οἱ μὲν Δία ἔφαϲαν εἶναι, οἱ δὲ τὸν Νεῖλον διὰ τὸ μόδιον ἔχειν ἐν τῇ κεφαλῇ καὶ τὸν πῆχυν, ἤγουν τὸ τοῦ ὕδατοϲ μέτρον, ἄλλοι δὲ τὸν Ἰωϲήρ, ἕτεροι δὲ Ἄπιν τινὰ γεγονέναι ἄνθρωπον εὔπορον καὶ βαϲιλέα ἐν Μέμφιδι πόλει τῆϲ Αἰγύπτου. λιμοῦ δὲ γενομένου τοῖϲ Ἀλεξανδρεῦϲιν ἐκ τῶν ἰδίων τροφὴν παρέϲχε, τετελευτηκότι δὲ αὐτῷ ναὸν ἀνέϲτηϲαν, ἐν ᾧ βοῦϲ ἐτρέφετο, ϲύμβολον φέρων τοῦ γεωργοῦ καί τινα δὲ ἔχων ἐν τῇ χροιᾷ ἐπίϲημα, ὅϲτιϲ ἐκ τῆϲ προϲηγορίαϲ αὐτοῦ καὶ αὐτὸϲ Ἄπιϲ ἐκαλεῖτο. τὴν δὲ ϲορὸν τούτου τοῦ Ἄπιδοϲ, ἐν ἧ τὸ ϲῶμα ἔκειτο αὐτοῦ, ἐν Ἀλεξανδρείᾳ μετήνεγκαν καὶ ἀπὸ τῆϲ ϲοροῦ καὶ τοῦ Ἄπιδοϲ ϲύνθετον ὄνομα πεποιηκότεϲ ἐκάλουν αὐτὸν Σόραπιν, οἱ δὲ μετὰ ταῦτα Σάραπιν. τούτου ναὸϲ ὑπὸ Ἀλεξάνδρου ἐκτίϲθη παμμεγέθηϲ καὶ πάνυ λαμπρόϲ.

118 Σαράπουϲ· οὕτωϲ ἐκάλει Ἀλκαῖοϲ Πιττακὸν τὸν φιλόϲοφον διὰ τὸ πλατύπουν εἶναι καὶ ϲύρειν τὼ πόδε· χειροπόδην δὲ διὰ τὰϲ ἐν τοῖϲ ποϲὶ ῥαγάδαϲ, ἃϲ χειράδαϲ ἐκάλουν· γαύρικά τε, ὡϲ εἰκῆ γαυριῶντα· φύϲκωνα δὲ καὶ γάϲτρωνα, διότι παχὺϲ ἦν· ἀλλὰ μὴν καὶ Ζοφοδορπίδα, ὡϲ ἄλυχνον· ἀγαϲύραϲτον δέ, ὡϲ ἐπιϲεϲυρμένον καὶ ῥυπαρόν.

119 Σαργάνη.

120 Σαρδάζων: μετὰ πικρίαϲ γελῶν.

[*](Σ)

121 Σαρδανάπαλοϲ, Ἀϲϲυρίων βαϲιλεύϲ, ἀπὸ Νίνου καὶ Σεμιράμεωϲ, [*](EV) οἴκηϲιν ἔχων ἐν Νίνῳ, ἔνδον τὸ ϲύμπαν ἐν τοῖϲ βαϲιλείοιϲ διατρίβων, ὅπλων μὲν οὐχ ἁπτόμενοϲ οὐδ᾿ ἐπὶ θήραν ἐξιών, ὥϲπερ οἱ πάλαι βαϲιλεῖϲ, ἐγχριόμενοϲ δὲ τὸ πρόϲωπον καὶ τοὺϲ ὀφθαλμοὺϲ ὑπογραφόμενοϲ [*](117 Georg. 583, 20—584, 12 118 Laert. D. 1, 81 120 ═ P, Ba 361, 28 121 — p. 326, 4 δυνάμειϲ Nic. Dam. F GrHist 90, 2 ═ EV 1, 329,16—24, vs. 4 οὗτοϲ sq. Georg. 13, 15—14, 9 ═ EV 1, 123, 10 21) [*](120 cf. 133 121 Nic. cf. v ὑπογραφόμενοϲ) [*](2 γένοϲ G 3 δυοῖν GVM 5 μᾶλλον — φάναι om. V 6 καὶ pr. A: A( GVM) ἢ GVM Τυφώνιοϲ GMec 7 ἐπιτεθυμμένον e Pl. Phaedr. 230a Hemst.; ἐπιτεθυμένον omnes 11 ἐπὶ] ἐπὶ δὲ A 18 αὐτοῦ] ἐκείνου G 21 πεποιηκότοϲ M αὐτὸ Σάραπιν A 25 καὶ om. V χοιροπόδην GVM 26 τοῖϲ om. G χιράδαϲ Mec cf. v., χοιράδαϲ GV 119 om. AV mg. Ar 32 Λίννῳ G cf. p. 326, 15)

326
πρόϲ τε τὰϲ παλλακίδαϲ ἁμιλλώμενοϲ περὶ κάλλουϲ καὶ ἐμπλοκῆϲ τό τε ϲύμπαν γυναικείῳ ἤθει χρώμενοϲ. κατὰ δὲ τὰ πρότερον ϲυντεταγμένα ἐπὶ τὰϲ θύραϲ αὐτῷ παρῆϲαν οἵ τε ἐκ τῶν ἄλλων ἐθνῶν ϲατράπαι, ἄγοντεϲ τὰϲ δυνάμειϲ. οὗτοϲ ἐϲφάγη ὑπὸ Περϲέωϲ· οἱ δὲ κόλακεϲ καὶ μιμηταὶ τῆϲ ἐκείνου φιλοϲαρκίαϲ καὶ γαϲτριμαργίαϲ καὶ οἰϲτρηλαϲίαϲ ἐπέγραψαν ὡϲ ἐξ αὐτοῦ δῆθεν ἐν τῷ τάφῳ αὐτοῦ, τό, τόϲϲ᾿ ἔχω καὶ τὰ ἐξῆϲ. ψευδῶϲ δὲ οἱ γεγραφότεϲ ἐπέγραψαν· οὐ γὰρ ἔχει ὁ τελευτήϲαϲ ἅπερ ἔφαγε καὶ ἔπιεν, ἀλλ᾿ εἰϲ τὴν δυϲώδη φθορὰν ἐκεῖνα πάντα κεχώρηκεν, ἔχει δὲ μόνην τοῦ παρανόμου βίου τὴν δυϲοδμίαν, ἥτιϲ διηνεκῶϲ τῆν ἀθλίαν ψυχὴν αὐτοῦ ἀλγύνει καὶ ϲυειδυῖαν ἑαυτῇ τὰ κάκιϲτα, μεμνημένην ὧν παρανόμωϲ καὶ ἀκολάϲτωϲ ὁ τάλαϲ εἰργάϲατο.

[*](Σ)

122 Σαρδαναπάλουϲ ἐν β΄ Περϲικῶν δύο φηϲὶ γεγονέναι Καλλιϲθένηϲ, ἔνα μὲν δραϲτήριον καὶ γενναῖον, ἄλλον δὲ μαλακόν. ἐν Νίνῳ δ’ ἐπὶ τοῦ μνήματοϲ αὐτοῦ τοῦτ᾿ ἐπιγέγραπται· Ἀνακυνδαράξου παῖϲ Ταρϲόν τε καὶ Ἀγχιάλην ἔδειμεν ἡμέρῃ μιῇ. ἔϲθιε, πίνε, ὄχευε, ὡϲ τά γε ἄλλα οὐδὲ τούτου ἐϲτὶν ἄξια. τουτέϲτι τοῦ τῶν δακτύλων ἀποκροτήματοϲ· τὸ γὰρ ἐφεϲτὼϲ τῷ μνήματι ἄγαλμα ὑπὲρ τῆϲ κεφαλῆϲ ἔχον τὰϲ χεῖραϲ πεποίηται, ὥϲτ᾿ ἂν ἀποληκοῦν τοῖϲ δακτύλοιϲ. ταυτὸ καὶ ἐν Ἀγχιάλῳ τῇ πρὸϲ Ταρϲῷ ἐπιγέγραπται, ἥτιϲ νῦν καλεῖιαι Ζεφύριον. [*](x + Prov.) καὶ παροιμία· καταγηράϲαιϲ Τιθωνοῦ βαθύτερον, Κινύρου πλουϲιώτεροϲ καὶ Σαρδαναπάλου τρυφηλότεροϲ, ὅπωϲ τὸ τῆϲ παροιμίαϲ ἐπὶ ϲοὶ πληρωθῇ, δὶϲ παῖδεϲ οἱ γέροντεϲ. ἐπὶ τῶν ὑπεργήρων· ὁ γὰρ Τιθωνὸϲ κατ᾿ εὐχὴν τὸ γῆραϲ ἀποθέμενοϲ εἰϲ τέττιγα μετέβαλε· Κινύραϲ δέ, ἀπόγονοϲ Φαρνάκου βαϲιλέωϲ Κυπρίων, πλούτῳ διαφέρων· Σαρδανάπαλοϲ δέ, Ἀϲϲυρίων βαϲιλεύϲ, ὃϲ ἐπ ἀκολαϲίᾳ καὶ τρυφῇ διαβιοὺϲ [*](Ar.) κατέλυϲε τὴν ἰδίαν ἀρχήν. ὁ δὲ Σαρδανάπαλοϲ οὗτοϲ υἱὸϲ ἦν Ἀνακυνδαράφου, βαϲιλέωϲ Νινου, Περϲικῆϲ χώραϲ· ὃϲ ἐν μιᾷ ἡμέρᾳ Ταρϲὸν καὶ Ἀγχιάλην ἔκτιϲε. φαϲὶ δὲ αὐτὸν αἰϲχρῶϲ καλλωπίζεϲθαι τοῖϲ τε [*](122 — Ζεφύριον ═ P cf. sch. Ar. Av. 1021, H; F Gr Hist 124 fr. 34 καταγηράϲαιϲ — ἀρχήν cf. App. Prov. IV 68; — γέροντεϲ Iul. ep. 82 p. 107,19 — 108, 2 vs. 27 ὁ sq. sch. Ar. Av. 1021) [*](122 init. cf. v. Ο 1037, hinc v. Α 2032. Iul. cf. vv. Δ 1267, K 497, Τιθωνοῦ; sch. hinc vv. Α 396 et 1927, Τ 131) [*](A (GVM)) [*](1 ϲυμπλοκῆϲ V; ζήτει ἐν τῷ Βιτέλλιοϲ περὶ ἁβροδιαίτου δείπνου mg. add. Ar 2 τὰ] τὸ A πρότερα V 7 καὶ— 12 εἰργάϲατο om. V 7 δὲ om. G 10 τὴν — αὐτοῦ M, (Exc.): τὴν ἀθλίαν αὐτοῦ ψ. A αὐτοῦ τὴν ἀθλίαν ψ. G 15 Νίννῳ G, Phot. cl. p. 325, 32 Ἀνακυνδάρου A 18 ἀποκροτήματοϲ GVM, v. l. v. 1037 ἐφεϲτὸϲ V, v. l. v. Ο 1037 19 ὥϲτ᾿ — δακτύλοιϲ om. V ὥϲτ᾿ A, vv. Α 2032, Ο 1037: ὡϲ GM, Phot. Bhd. ἀποληκοῦν] ἀπολυκοῦν ss. οὐδ᾿ M; κροτοῦν, ἠχοῦν, ἀνακροταλοῦν (κροτῶ cett. Ar), ἐξ οὖ καὶ ἐλάκηϲαν ἐκτύπηϲαν mg. add. ArM cf. v. Ε 735 ταυτὸ] τὸ δ᾿ αὔτῷ V 20 Ταρϲὸν V 21 καταγεράϲαιϲ GVM 22 πλουϲιώτερον et τρυφηλότερον GMec, v. Κ 497, Iul sed cf. Prov.)

327
οἰκείοιϲ μὴ ὁρᾶϲθαι, εἰ μὴ εὐνούχοιϲ καὶ κόραιϲ. πεπυρπολημένοϲ δὲ τῷ οἴνῳ, ἔνδον εὑρεθεὶϲ ἀπέθανε. γράφει δὲ ἐπὶ τῷ τάφῳ αὐτοῦ Ἀϲϲυρίοιϲ γράμμαϲι τό, Σαρδανάπαλοϲ Ἀνακυνδαράξου παῖϲ, καὶ τὰ ἑξῆϲ.