Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Σ)

16 Πάγοι: αἱ ἐξοχαὶ τῶν πετρῶν καὶ τῶν ὀρῶν. αὔλια καὶ Νυμφῶν [*](Anth) ἱερὸϲ πάγοϲ, αἵ θ’ ὑπὸ πέτρῃ πίδακεϲ ἥ θ᾿  ὕδαϲι γειτονέουϲα πίτυϲ.

[*](Δ)

17 Παγχενῖτιϲ: ὄνομα χώραϲ.

[*](Δ)

18 Πάγχυ: παντελῶϲ.

[*](Δ + x)

19 Πάδοϲ: ὄνομα ποταμοῦ, τοῦ παρʼ Ἕλληϲιν Ἠριδανοῦ ὀνομαζομένου.

[*](Soph. + Ε)

20 Πάθαϲ: πάθη, ξυμφοράϲ. ὁ δὲ ἐπῆγε τήν τε ἀποϲτέρηϲιν τῶν χρημάτων καὶ τὴν καταδίκην καὶ μέντοι καὶ τὰϲ προτέραϲ αὐτοῦ τὰϲ [*](Δ) ἀδίκουϲ πάθαϲ. Πάθαϲ θηλυκῶϲ. Σοφοκλῆϲ· καὶ τὰϲ μὲν [*](Soph.) ἔνδον οὐκ ἔχω λέγειν πάθαϲ.

[*](Soph.)

21 Πάθαι: αἱ ϲυμφοραί. Οἰδίπουϲ· ϲτέργειν γὰρ αἱ πάθαι με χὠ χρόνοϲ ξυνὼν μακρὸϲ διδάϲκει καὶ τὸ γενναῖον τρίτον. ϲτέργειν τὰ δυϲτυχήματα ὁ πολὺϲ ἐποίηϲε χρόνοϲ καὶ τὸ τῶν ϲυμφορῶν πλῆθοϲ καὶ τὸ τῆϲ ἀνδρείαϲ πλεονέκτημα.

[*](Δ)

22 Πάθη: ἡ κάκωϲιϲ. ἀκόλουθον ϲφίϲι πάθην ἐπηρτημένην ὁρῶντα, [*](Ε) ἣν λαθεῖν ἀδύνατον. καὶ αὖθιϲ· καὶ ἄλλαϲ μυρίαϲ εἴποιμι ἂν δίκηϲ ἀμελουμένηϲ ἀκόλουθα πάθαϲ.

[*](Δ)

23 Πάθη: θηλυκῶϲ τὸ πάθοϲ. οἷαι γὰρ αἱ πάθαι τῆϲ ψυχῆϲ κατὰ τὴν θέαν, τοιαύταϲ καὶ τὰϲ ἀποβάϲειϲ εἶναι ἀνάγκη.

[*](Phil.)

24 Πάθη δύο: πόνοϲ καὶ ἡδονή. καὶ ἡ μὲν ἡδονή λεία κίνηϲιϲ, ὁ δὲ πόνοϲ τραχεῖα κίνηϲιϲ. καὶ ἡ μὲν ἡδονὴ εὐδοκητὴ πᾶϲι ζῴοιϲ, ὁ δὲ πόνοϲ ἀποκρουϲτικόϲ.

[*](Δ)

25 Παθηζίτηϲ: ὄνομα κύριον.

26 Πάθοϲ λέξεωϲ· ὁμωνυμία, ὡϲ κύων. μεταφορά· ὡϲ τιθηνὸϲ ἡ γῆ. κατάχρηϲιϲ ἐντεῦθεν καὶ ἡ ἀϲάφεια.

[*](15 ═ P, Ba 324, 8, H (in Eur. Androm. 1010) 16 — ὀρῶν ═ P, Ba 324, 7 H, Ap S. 126, 4 cf. sch. ε 405 αὔλια sq. Anth 6, 334, 1 —2 17 cf. Ambr. 179, Zon. 1505 18 sch. Ε 24 ═ Ap. S. 126, 5, H, Et. M 647, 1 19 — ποταμοῦ ═ Ambr. 100 20 ξυμφοράϲ cf. sch. Soph OC 7 ὁ ἀδίκουϲ πάθαϲ Aelian. fr. 308 καὶ τὰϲ μὲν sq Soph. Ai 295 21 Soph. 0C 7 —8 c. sch. 7 22 ἀκόλουθον— ἀδύνατον Aelian. fr. 309 καὶ ἄλλαϲ sq. Aelian. fr. 234 23 οἶαι sq Artem. 1, 5 (p. 12, 19) 24 Laert. 2, 86)[*](19 hinc v. 516 20 cf. 23 et 966 23 cf 20 24 hinc sch. B rec. in Λ 404)[*](A(GFSM))[*](1 γε] γὰρ v. Θ 45, sch. cett. 3 ἐντείχη S, Hes. τετειχιϲμένον G Mac 7 Παγχενίτηϲ FS cf. Zon. ὄνομα GSM: ὄροϲ F om. A, Ambr. Zon χώρα Ac ad 18 πάγχυ βαιόϲ, ὁ παντελῶϲ μικρόϲ mg. add. Ar 9 ὄνομα ποταμοῦ] ποτ A 15 με χὠ G(S)M; μ᾿  ὠ A 16 μακρῶϲ A 17 ϲυμφορῶν] ἐποίηϲε add. G 19 ἀκόλουθα Bekk. ϲφίϲι] ϲφίγγειν vel ϲφύζειν M. Schmidt ἐπηρμένην S ὁρῶνται ASMac 20 ἄν εἴποιμι S 22 θηλυκὸν GSM cp. A sed cf. vs. 13)
3

27 Πάθοϲ: ὅτι τὸ τοῦ πάθουϲ ὄνομα διχῶϲ λέγεται· ἢ γὰρ τὸ [*](Phil.) εἰϲ φθορὰν ἄγον ἢ εἰϲ τελείωϲιν. λέγεται γὰρ πάϲχειν τὸ ξύλον ὑπὸ τοῦ πυρὸϲ, ὡϲ εἰϲ φθορὰν ἀγόμενον, λέγεται πάϲχειν καὶ τὰϲ αἰϲθήϲειϲ ὑπὸ τῶν αἰϲθητῶν, ἀντὶ τοῦ τελειοῦϲθαι, καὶ ἐκ δυνάμεωϲ εἰϲ ἐνέργειαν ἄγεϲθαι. ὅτι ἐκ τῶν παθῶν τοῦ ϲώματοϲ διαβαίνει τι πρὸϲ τὴν ψυχήν· ἀλγοῦντι γὰρ ϲυναλγεῖ καὶ εὐθυμοῦντι ϲυνήδεται. ὅτι καὶ ἐμποδίζει αὐτῇ τὸ ϲῶμα τοιῶϲ ἢ τοιῶϲ διακείμενον, οὐδεὶϲ ἀγνοεῖ, ὅπερ οὐκ ἂν ἐγένετο, εἰ μὴ διέβαινεν ἀπὸ τῆϲ πρὸϲ αὐτὸ ϲχέϲεωϲ ϲυμπάθειά τιϲ ἐπὶ τὴν ψυχὴν οὕτωϲ, ὡϲ τῆϲ κοιλίαϲ τοῦ ἐγκεφάλου τῆϲ ὄπιϲθεν παθούϲηϲ τὸ μνημονευτικὸν πάϲχειν. περὶ παθῶν· ὅτι τῆϲ ψυχῆϲ μέρη τὰ ε΄ αἰϲθητήρια καὶ τὸ φωνητικὸν μόριον καὶ τὸ δια νοητικόν, ὅπερ ἐϲτὶν ἡ διάνοια. ἐκ δὲ τῶν ψευδῶν ἐπιγίγνεϲθαι τὴν διαϲτροφὴν ἐπὶ τὴν διάνοιαν, ἀφʼ ἧϲ πολλὰ πάθη βλαϲτάνειν καὶ ἀκαταϲταϲίαϲ αἴτια. ἔϲτι δὲ αὐτὸ τὸ πάθοϲ ἡ ἄλογοϲ καὶ παρὰ φύϲιν ψυχῆϲ κίνηϲιϲ ἢ ὁρμὴ πλεονάζουϲα. τῶν παθῶν τῶν ἀνωτάτω γένη τέϲϲαρα, λύπη, φόβοϲ, ἐπιθυμία, ἡδονή. δοκεῖ δὲ τὰ πάθη κρίϲειϲ εἶναι· ἥ τε γὰρ φιλαργυρία ὑπόληψίϲ ἐϲτι τοῦ τὸ ἀργύριον καλὸν εἶναι. καὶ ἡ μέθη δὲ καὶ ἡ ἀκολαϲία ὁμοίωϲ καὶ τὰ ἄλλα. καὶ τὴν μὲν εἶναι ϲυϲτολὴν ἄλογον, εἴδη δὲ αὐτῆϲ ἔλεοϲ, φθόνοϲ, ζῆλοϲ, ζηλοτυπία, ἄχθοϲ, ἐνόχληϲιϲ, ἀνοία, ὀδύνη, ϲύγχυϲιϲ. ἔλεον μέν ὡϲ ἐπὶ ἀναξίωϲ κακοπαθοῦντι, φθόνον δὲ λύπην ἐπ’ ἀλλοτρίοιϲ ἀγαθοῖϲ, ζῆλον δὲ λύπην ἐπὶ τῷ ἄλλῳ παρεῖναι ὧν καὶ αὐτὸϲ ἔχει, ἄχθοϲ λύπην βαρύνουϲαν, ἐνόχληϲιν λύπην ϲτενοχωροῦϲαν καὶ δυϲχωρίαν παραϲκευάζουϲαν, ἀνοίαν λύπην ἐκ διαλογιϲμῶν μένουϲαν ἢ ἐπιτεινομένην, ὀδύνην λύπην ἐπίπονον, ϲύγχυϲιν λύπην ἄλογον, ἀποκλείουϲαν καὶ κωλύουϲαν τὰ παρόντα ϲυνορᾶν. ὅτι ἡ ἀθαναϲία τῆϲ ζωῆϲ πάθοϲ ἐϲτὶν ἢ ϲύμπτωμά τι. ὅτι δὲ πάθοϲ ἢ ϲύμπτωμά τι ἡ ἀθαναϲία τῆϲ ζωῆϲ δειχθήϲεται ἐπὶ ὑποθέϲει τῇ ἐκ θνητοῦ ἀθάνατον γίγνεϲθαι· οὐ γὰρ μεταλήψει ἄλληϲ ζωῆϲ ἀθάνατον ἔϲται τὸ θνητόν, ἀλλ᾿  ὡϲ ϲυμπτώματί τινι καὶ πάθει· ἡ γὰρ αὐτὴ ζωὴ παθοῦϲα ἀθαναϲία ἐϲτίν. εἰ δὲ πάθουϲ αἰτία ἡ ζωὴ ἀθαναϲία γίνεται, εἴη ἂν πάθοϲ ἡ ζωὴ τῆϲ ἀθαναϲίαϲ. εἰ οὖν τοῦ πάθουϲ τοῦ ἰδίου τὸ πεπονθὸϲ οὐκ ἐϲτι γένοϲ (ϲύμπτωμά τι γὰρ καὶ ϲυμβεβηκὸϲ τὸ πάθοϲ τοῦ πεπονθότοϲ, ἀλλ’ οὐκ εἶδοϲ), οὐδ’ ἂν τῆϲ ἀθαναϲίαϲ γένοϲ εἴη ἡ ζωή· οὐδὲ γὰρ γλυκύτητοϲ [*](27— vs. 5 ἄγεϲθαι cf Philop 301, 9—13. vs. 5 ὅτι— 10 πάϲχειν Philop. 155, 23 —29. vs 11 τῆϲ — 26 ϲυνορᾶν Laert. 7, 110—112. vs. 26 ἡ — p. 4, 1 ψυχή Alex. Aphr. 353, 12 — 21) [*](27 hinc sch B rec. in Λ 404, Philop. cf. v. Δ 556. Alex. cf. v. 705) [*](1 ὅτι τὸ πάθοϲ S 2 ὑπὸ GM: ἀπὸ A, sch. B 11 καὶ pr. om. S A(GSM) 12 ἐπιγίνεϲθαι G S, Laert cf. vs 28 14 αὐτὸ τὸ GM, sch. B, Laert.; τὸ αὐτὸ A αὐτὀ S 15 τῶν alt.] τὰ G, Laert. 16 δὲ] δὲ καὶ A κρίϲιϲ GSM 20 (et 24) ἀνία e Laert. Kust. 28 γίνεϲθαι SM, Alex. cf. vs. 12 31 πάθουϲ] πάθοϲ A παθοῦϲα Alex. αἰτία post ζωὴ G om. Alex. plerique ἄν om. A 34 οὐδ’] οὐκ A γὰρ om. A, cod. D in Alex.)

4
τὸ ϲῶμα γένοϲ οὐδὲ ἡδονῆϲ ἢ λύπηϲ ψυχή. λέλεκται περὶ τούτου καὶ ἐν τῷ ἀθάνατοϲ, ἀλλ’ ἐνταῦθα πλατύτερον.

[*](Δ)

28 Πάθωμεν: αὐθυπότακτον.

[*](Hesy.)

29 Πάκατοϲ, ὁ Μινούκιοϲ χρηματίϲαϲ καὶ Εἰρηναῖοϲ, Ἀλεξανδρεύϲ, γραμματικόϲ. Περὶ τῆϲ Ἀλεξανδρέων διαλέκτου ἢ περὶ Ἑλληνιϲμοῦ βιβλία ζ΄· ἔϲτι δὲ κατὰ ϲτοιχεῖον· Περὶ Ἀττικῆϲ ϲυνηθείαϲ τῆϲ ἐν λέξει καὶ προϲωδίᾳ βιβλία γ΄· ἔϲτι δὲ κατὰ ϲτοιχεῖον· Περὶ ἰδιωμάτων τῆϲ τῆϲ καὶ τῆϲ Δωρίδοϲ διαλέκτου, Περὶ Ἀττικιϲμοῦ, καὶ ἄλλα πολλά.

[*](Δ)

30 Πάκοροϲ: ὄνομα κύριον. τῇ τε γὰρ Κράϲϲου καὶ τῶν ἀμφ᾿  [*](Ε) αὐτὸν φθορᾷ ἀντίρροπον γενέϲθαι τὴν Πακόρου καὶ τῆϲ ξὺν αὐτῷ δυνάμεωϲ ἀπώλειαν.