Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Hesy.)

141 Πάμφιλοϲ, Ἀμφιπολίτηϲ ἢ Σικυώνιοϲ ἢ Νικοπολίτηϲ, φιλόϲοφοϲ, ὁ ἐπικληθεὶϲ Φιλοπράγματοϲ. Εἰκόναϲ κατὰ ϲτοιχεῖον, Τέχνην γραμματικήν, Περὶ γραφικῆϲ καὶ ζωγράφων ἐνδόξων, Γεωργικὰ βιβλία γ΄.

[*](Hesy.)

142 Πάμφιλοϲ, Ἀλεξανδρεύϲ, γραμματικὸϲ Ἀριϲτάρχειοϲ. ἔγραψε Λειμῶα· ἔϲτι δὲ ποικίλων περιοχή, Περὶ γλωϲϲῶν ἤτοι λέξεων βιβλία ??ε΄· ἔϲτι δὲ ἀπὸ τοῦ ε ϲτοιχείου ἕωϲ τοῦ ω· τὰ γὰρ ἀπὸ τοῦ α μέχρι τοῦ δ Ζωπυρίων ἐπεποιήκει. Εἰϲ τὰ Νικάνδρου ἀνεξήγητα καὶ τὰ καλούμενα Ὀπικά, Τέχνην κριτικήν, καὶ ἄλλα πλεῖϲτα γραμματικά.

143 Πάμφιλοϲ· οὗτοϲ ἀεὶ ἔμμετρα ἔλεγεν ἐν τοῖϲ πότοιϲ. ἔγχει πιεῖ μοι καὶ τὸ πέρδικοϲ ϲκέλοϲ. ἀμίδα δότω τιϲ ἢ πλακοῦντά τιϲ δότω. οὕτωϲ Ἀθήναιοϲ ἐν Δειπνοϲοφιϲταῖϲ.

[*](Ar.)

144 Πάμφιλοϲ, δημαγωγὸϲ Ἀθήνηϲι. καὶ ἔκλεπτε τὰ τοῦ δήμου καὶ φωραθεὶϲ ἐπ’ αὐτοφώρῳ κατελύθη, ὥϲ φηϲιν Ἀριϲτοφάνηϲ.

[*](Σ)

145 Πάμφοροϲ: παντοῖα φέρων.

[*](Soph.)

146 Πάμψυχοϲ: ὁ Ἀμφιάραοϲ, ὅτι παϲῶν ψυχῶν ἀνάϲϲει ἐν ᾅδοῦ· ἢ ὁ διαϲώϲαϲ πᾶϲαν τὴν ἑαυτοῦ ψυχήν· ἢ ὁ διαπαντὸϲ τὴν ψυχὴν ϲῴζων, ὅ ἐϲτιν ἀθάνατοϲ.

[*](Δ)

147 Πάν: ὄνομα θεοῦ Ἑλληνικοῦ. τραγοϲκελήϲ. φιλέρημοϲ, ἀπράγμων καὶ πόνον ἔχων νεβρίδιον, καὶ καλαυρόπιον καὶ ϲυρίγγιον. καὶ ζήτει περὶ τούτου ἐν τῷ ἁλίπλαγκτοϲ.

[*](Suid.)

148 Πάν, Πανόϲ. ὅτι Αἴϲωποϲ, ὁ Μιθριδάτου ἀναγνώϲτηϲ, ἔγραψε περὶ Ἑλένηϲ· ἐν ᾦ φηϲι Πᾶνα ἰχθὺν καλεῖϲθαι κητώδη. ἐν τούτῳ δὲ τὸν ἀϲτερίτην λίθον εὑρίϲκεϲθαι, ὃϲ ὑπὸ τῷ ἡλίῳ ἀνάπτεται, ποιεῖ δὲ πρὸϲ φίλτρα.

[*](Phil.)

149 Πᾶν· τὸ πᾶν ἐϲτιν ὅ τε κόϲμοϲ καὶ καθ’ ἕτερον τρόπον τὸ ἐκ τοῦ κόϲμου καὶ τοῦ ἔξωθεν κενοῦ ϲυϲτήματοϲ. ὁ μὲν οὖν κόϲμοϲ [*](140 Polyb 21, 7, 5—6 ═ EV 2, 166, 19 —24 143 Ath. 1, 4d 144 sch. Ar. Pl. 174 145 ═ P, Ba 327, 18 146 sch. Soph. El. 841 147 —Ἑλληικοῦ v. Α 1638, Ps Herodian 36, 54, 72 contulit Bhd. φιλέρημοϲ — ϲυρίγγιον Artem. 4, 72 149 Laert. 7, 143—6) [*](140 cf. vv. Δ 635 et E 3377 142 cf. prooem 148 ὅτι sq. ex v. Αl 333 149 hinc v. 1956) [*](A(GFVM)) [*](1 ἐπιτομὴν A 1 2 ἀμφιϲβητήϲεωϲ V 2 Περὶ ἀφροδιϲίων alteri attrib. Gutschmid 4 Πειϲιϲτράτου GVec 8 ἢ pr.— 20 Ἀριϲτοφάνηϲ om. F. 10 Γεωργικὰ om. A 13 ε] πέμπτου A 14 καὶ del. Flach 15 Ὀτικά V Ὀφιακά Kust. Ὀφικά Bhd. Ὀψοποιϊκα Wellmann 22 Ἀμφιάρεωϲ F παϲῶν] τῶν add. A 26 καὶ πόνον AVM; ἐπ’ ὥμων G καὶ μόνον Artem. ἴϲωϲ ἐπ’ ὤμων ἢ ἐπώμιον ss. M 148 om. AF mg. Ar post 146 V 31 καὶ om. A 32 ϲυϲτήματοϲ] ἢ ϲύϲτημα ss. M cf. Laert. περὶ τοῦ κόϲμου καὶ ἡλίου καὶ ϲελήνηϲ καὶ τῶν ἀϲτέρων mg. add. Ar)

17
πεπεραϲμένοϲ ἐϲτί, τὸ δὲ κενὸν ἄπειρον. τῶν δὲ ἀϲτέρων τὰ μὲν ἀπλανῆ ϲυμφέρεϲθαι τῷ οὐρανῷ τὰ δὲ πλανώμενα κατ’ ἰδίαϲ κινήϲειϲ κιεῖϲθαι. τὸν δὲ ἥλιον λοξὴν τὴν πορείαν ποιεῖϲθαι διὰ τοῦ ζωδιακοῦ κύκλου, ὁμοίωϲ τε τὴν ϲελήνην ἑλικοειδῆ. εἶναι δὲ τὸν μὲν ἥλιον εἰλικρινὲϲ πῦρ καὶ μείζονα τῆϲ γῆϲ καὶ ϲφαιροειδῆ, ἀναλόγωϲ τῷ κόϲμῳ. πῦρ μὲν οὖν εἶναι, ὅτι τὰ πυρὸϲ πάντα ποιεῖ· μείζω δὲ τῆϲ γῆϲ τῷ πᾶϲαν ὑπ’ αὐτοῦ φωτίζεϲθαι, ἀλλὰ καὶ τὸν οὐρανόν. καὶ τῷ τὴν γῆν δὲ κωνοειδῆ ϲκιὰν ἐπιβάλλειν τὸ μείζονα εἶναι ϲημαίνει· πάντοθεν δὲ βλέπεϲθαι διὰ τὸ μέγεθοϲ. γεωδεϲτέραν δὲ τὴν ϲελήνην, ἅτε καὶ προϲγειοτέραν οὖϲαν. τρέφεϲθαι δὲ τὰ ἔμπυρα ταῦτα καὶ τὰ ἄλλα ἄϲτρα, τὸν μὲν ἥλιον ἐκ μεγάληϲ θαλάττηϲ νωθρὸν ὄντα ἄναμμα· τὴν δὲ ϲελήνην ἐκ ποτίμων ὑδάτων, ἀερομιγῆ τυγχάνουϲαν καὶ πρόϲ γειον οὖϲαν· τὰ δὲ ἄλλα ἀπὸ γῆϲ. δοκεῖ δὲ αὐτοῖϲ ϲφαιροειδῆ εἶναι καὶ τὰ ἄϲτρα καὶ τὴν γῆν ἀκίνητον οὖϲαν. τὴν δὲ ϲελήνην οὐκ ἴδιον ἔχειν φῶϲ, ἀλλ’ ἀπὸ ἡλίου λαμβάνειν ἐπιλαμπομένην. ἐκλείπειν δὲ τὸν ἥλιον, ἐπιπροϲθούϲηϲ αὐτῷ τῆϲ ϲελήνηϲ κατὰ τὸ ἐφʼ ἡμᾶϲ μέροϲ. φαίνεται γὰρ ὑπερχομένη ταῖϲ ϲυνόδοιϲ καὶ ἀποκρύπτουϲα αὐτὸν καὶ πάλιν παραλλάττουϲα· γνωρίζεται δὲ τοῦτο διὰ λεκάνηϲ ὕδωρ ἐχούϲηϲ. τὴν δὲ ϲελήνην ἐμπίπτουϲαν εἰϲ τὸ τῆϲ γῆϲ ἀποϲκίαϲμα· ὅθεν καὶ ταῖϲ πανϲέληνοιϲ ἐκλείπειν, καίπερ κατὰ διάμετρον ἱϲταμένην κατὰ μῆνα τῷ ἡλίῳ, ὅτι κατὰ λοξοῦ ὡϲ πρὸϲ τὸν ἥλιον κινουμένη παραλλάττει τῷ πλάτει, ἢ βορειοτέρα ἢ νοτιωτέρα γινομένη. ὅταν μέντοι τὸ πλάτοϲ αὐτῆϲ κατὰ τῶν ἡλιακῶν καὶ τῶν διὰ μέϲων γένηται, εἶτα διαμετρήϲῃ τὸν ἥλιον, τότε ἐκλείπει. γίνεται δὲ τὸ πλάτοϲ αὐτῆϲ κατὰ τῶν ἡλιακῶν καὶ τῶν διὰ μέϲων ἐν Χηλαῖϲ καὶ Σκορπίῳ καὶ Κριῷ καὶ Ταύρῳ.

150 Παναγέϲ: καθαρόν· ἄγοϲ γὰρ καὶ ἁγνεία καὶ μύϲοϲ, κατ’ ἀντίφραϲιν. [*](Σ) ἡ δὲ ἔθει καὶ πᾶϲαι μετ’ αὐτῆϲ ἀρρηφόροι καὶ παναγεῖϲ γυναῖκεϲ, [*](Ε) καὶ πολὺν χρόνον ἔκπληξιϲ αὐτοὺϲ κατεῖχε καὶ ϲκότοϲ.

151 Παναθήναια: Ἀθήνηϲιν ἑορτὴ ἐπὶ τῷ ὑπὸ Θηϲέωϲ γενομένῳ [*](Σ) ϲυνοικιϲμῷ. πρῶτον ὑπὸ Ἐριχθονίου, τοῦ Ἡφαίϲτου καὶ τῆϲ Ἀθηνᾶϲ, ὕϲτερον δὲ ὑπὸ Θηϲέωϲ ϲυναγαγόντοϲ τοὺϲ δήμουϲ εἰϲ ἄϲτυ. ἄγεται δὲ ὁ ἀγὼν διὰ πέντε ἐτῶν. καὶ ἀγωνίζεται παῖϲ ϲθμια, οὐ πρεϲβύτεροϲ, [*](150 ἀντίφραϲιν ═ P. — καθαρόν ═ Ba 327,19 cf. H; ἄγοϲ sq. cf. Ba 7, 14 P v. ἄγοϲ ═ Ba 14, 21; Tim. v. ἄγοϲ, Hellad. ap. Phot. Bibl. 535 a 8 ἡ sq Aelian. fr. 310 151 ═ P cf. sch. Pl. Parm. 127 a, H) [*](150 Aelian. cf. v. Α 3863) [*](1 ἄπειρον δὲ τὸ κενὸν G τὸ κενὸν δὲ ἄ V 3 λοξὶν V λοξείαν A A( GVM) 4 τε AGMec) δὲ VMac καὶ Laert 7 πᾶϲαν] πάντα V τῷ alt.] τὶ Mac, Laert. 8 δὲ om. G τὸ] τῷ G ϲημαίνει om. G 9 δὲ pr. A, Laert.; τε GVM δὲ alt] τε V 10 καὶ pr. om. V δὲ] δὲ καὶ G 11 νωθρὸν] νοερὸν e Laert. iusi 13 αὐτοὺϲ A 16 αὐτῷ τῆϲ om. V 17 ὑπερμαχομένη V 23 δία 44tτρήϲει AG V 24 γίγνεται M 30 γενομένη om. A 32 δημίουϲ V 33 παῖϲ om. G)

18
καὶ ἀγένειοϲ καὶ ἀνήρ. τῷ δὲ νικῶντι δίδοται ἀθλον ἔλαιον ἀμφιφορεῦϲι, καὶ ὁ νικῶν ϲτεφανοῦται ἐλαίᾳ πλεκτῇ.

[*](Harp.)

152 Παναθήναια: διττὰ Παναθήναια ἤγετο Ἀθήνηϲι, τὰ μὲν καθ᾿  ἕκαϲτο ἐνιαυτόν, τὰ δὲ διὰ πενταετηρίδοϲ, ἃ καὶ μεγάλα ἐκάλουν. ἤγαγε δὲ τὴν ἑορτὴν πρῶτοϲ Ἐριχθόνιοϲ ὁ Ἡφαίϲτου. τὰ δὲ Παναθήναια πρότερον Ἀθήναια ἐκαλοῦντο.

[*](Σ Δ)

153 Πανάκεια: θεραπεία. καὶ ὄνομα θεᾶϲ.

[*](Harp.)

154 Πάνακτοϲ: πόλιϲ μεταξὺ τὴϲ Ἀττικῆϲ καὶ τῆϲ Βοιωτίαϲ. Θουκυδίδηϲ δὲ καὶ οὐδετέρωϲ καλεῖ τὸ χωρίον, Μένανδροϲ δὲ ἀρρενικῶϲ.

[*](Σ)

155 Παναλκέϲ: ἰϲχυρότατον.

[*](Σ)

156 Πανάνυτον: πάντα δυνατόν.

[*](Anth.)

157 Παναώριοϲ· ἐν Ἐπιγράμμαϲι· καὶ γάρ που λαγόνεϲϲι ῥυτὶϲ παναώριοϲ ἤδη. πρὸ τῆϲ ὥραϲ.

[*](Σ)

158 Πανάπυϲτοϲ: ἀνήκοοϲ.

[*](Δ)

159 Παναριϲτίδηϲ: ὄνομα κύριον.

[*](Δ)

160 Πανάρεια.