Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Δ)

181 Ὥρια: τὰ κατὰ καιρόν.

[*](Hesy.)

182 Ὠριγένηϲ, ὁ καὶ Ἀδαμάντιοϲ, ἀνὴρ ἐλλογιμώτατοϲ καὶ κατὰ [*](166 ═ Ba 422, 4, H 167 sch. Ar. Su. 361 170 ═ Σc cf. Ambr. 150 Ps. Herodian. 102, H, Zon. 1890 172 ═ Ba 422, 9 cf. sch. Ε 851 173 ═ Ambr. 169 Ps. Herodian. 103 cf. Zon. 1890 174 ═ Σc cf. H, sch. E 486 Herodian. schem. Jb. 149, 344, Zon. 1891 175 Νηρηΐδοϲ cf. Ambr. 182 ═ Ps. Herodian. 103 Zon. 1891 Ὀμηροϲ Σ 48 176 cf. Ambr. 153, 169,172, Zon. 1890 177 — ταμιεῖον aliter Ambr. 190 cf. H; l. ═ Lex. de sp. ὅτι sq. cf. Preger. 27, 912 et 202, 17—20 178 ═ Ambr. 157, Zon. 1890 179 Ba 422, 10, H 180 ═ Ba 422, 11, H 181 cf. sch. ι 131, H, Ambr. 197 182 — Ἀδαμάντιοϲ ═ Hieron. vir. ill. 63 cf. Phot. Bibl. 92b 26. p. 617, 1 ἀκροατὴϲ — 10 τρόπον (praeter τοῦ ἐ. Σακκᾷ) ═ Euseb. h. e. 6, 19,6 et 8. vs. 14 ὅτι— 18 γίνεϲθαι ═ Hieron. vs. 19 ὁ δὲδιαδέδοται 23 + 24 ταῦτα— 38 εἴρηται Euseb. h. e. 6,19, 5, 9,11— 12, =14, vs. 38 κατὰ —p. 618, 2 λόγον ═ Hieron. cf. Euseb. 6, 21, 3—4, vs. 2 ἐξ—13 ϲύνταξιν ═ Euseb. 6, 23, 1—2. vs. 13 τοϲαύτην— 20 21 ἔκδοϲιν ═ Hieron. cf. Euseb. 617 vs. 21 22 τοϲαύτη 36 ἐπιϲκευάϲαϲ ═ Euseb. 6,16. p. 619, 2 τοῖϲ τῶν—28 προφὴτην  ═ Euseb. 6, 18, 2—3; 19, 1; 30; 32, 1. vs. 30 τὸ—p. 620, 3 καθεξῆϲ Euseb 6, 24—25,2. vs. 3 ἔζηϲε— 5 ἐτάφη ═ Hieron. cf. Phot. Bibl. 92 b 19—22) [*](vs. 5 ὁ sq. ═ Euseb. 6, 1. vid, Wentzel TU 13, 3, 2529 166 cf. 149, 152—3, 156, 181 167 cf. v, Π 2366 177 cf. v. M 131 181 cf. 149 152 — 3, 156, 166 182 init. cf. v. A 1640. p. 618, 31 hinc v. Π 54 extr.; p. 619,18 cf. v. Γ 452) [*](ArF(GSCM))[*]( 167 non nov. gl. S 169 inc. rursus F 7 νέων] ὀρνέων S 171 om. FG; ζήτει ss. M 11 τόποϲ GM, Ambr. Ps. Herodian. Zon.: ποταμόϲ SF πόλιϲ A, Nicet. p. 659, Et. Sym. ap. Gsf. 823, 42 (hinc Zon.) 13 ὄνομα — Ὠρείθυια om. F 14 Ἀμάθεια] Ἀμάρου F 15 τοῦ om. G 16 ὅτ鍗19 Μαναΐμ om. F 18 μυρελαίου S: μυρελέου GM μυρεψοῦ A 18 καὶ — 19 Μαναΐμ om. S 22 Ὠρήϲονται AGCM (S legi nequit) 24 καὶ om. F)

617
πᾶϲα παιδείαν εἰϲ ἄκρον ἐξηϲκημένοϲ· ἀκροατὴϲ γενόμενοϲ Ἀμμωνίου τοῦ φιλοϲόφου, τοῦ ἐπίκλην Σακκᾶ, τοῦ πλείϲτην ἐπίδοϲιν ἐπὶ φιλοϲοφίᾳ ἐϲχηκότοϲ. διά τοι τοῦτο καὶ εἰϲ τὴν τῶν λόγων ἐμπειρίαν πολλὴ παρὰ τοῦ διδαϲκάλου τὴν ὠφέλειαν ἐκληρώϲατο· ϲυνῆν τε γὰρ ἀεὶ τῷ Πλάτωνι ὁ προειρημένοϲ ἀνήρ, τοῖϲ τε Νουμηνίου καὶ Κρονίου, Ἀπολλοφάνουϲ τε καὶ Λογγίνου καὶ Μοδεράτου, Νιϲοάχο τε καὶ τῶν ἐν τοῖϲ Πυθαγορείοιϲ ἐλλογίμων ἀνδρῶν ὡμίλει ϲυγγράμμαϲιν. ἐχρῆτο δὲ καὶ Χαιρήμονοϲ τοῦ Στωϊκοῦ Κορνούτου τε βίβλοιϲ· παῤ ὦν τὸν μεταληπτικὸν τῶν παῤ Ἕλληϲι μυϲτηρίων ἔγνω τρόπον. καὶ ἁπαξαπλῶϲ πολλὴν ἔϲχε τὴν ἐπιϲτήμην τῶ ἐν φιλοϲοφίᾳ δογμάτων, οὐ μόνον τῶν Ἑλληνικῶν, ἀλλὰ καὶ τῶ θείων τε καὶ ἡμετέρων, τουτέϲτι τῶν Χριϲτιανῶν. καὶ τί ἄν τιϲ λέγοι περὶ τῆϲ ἐκείνου μικροῦ δεῖν ἀθανάτου καὶ μακαρίαϲ φύϲεωϲ; ὅτι περ διαλεκτικήν, γεωμετρικήν, ἀριθμητικήν, μουϲικήν, γραμματικὴν καὶ ῥητορικὴν καὶ πάντων τῶν φιλοϲόφων τὰ δόγματα οὕτωϲ ἐξέμαθεν, ὥϲτε ϲπουδαϲτὰϲ τῶν κοϲμικῶν πραγμάτων ἀκροατὰϲ ἐϲχηκέναι καὶ ἐξηγεῖϲθαι αὐτοῖϲ ἑκάϲτοτε ϲυνδρομάϲ τε πολλὰϲ πρὸϲ αὐτὸν γίνεϲθαι. τοῦ δέ γε Ὠριγένουϲ καὶ τῆϲ μεγαλοφυΐαϲ αὐτοῦ καὶ Πορφύριοϲ ὁ κατὰ Χριϲτιανῶν λυττήϲαϲ μνημονεύει καί φηϲιν· ὁ δὲ τρόποϲ τῆϲ ἀτοπίαϲ ἐξ ἀνδρόϲ, ᾧ κἀγὼ κομιδῆ νέοϲ ὢν τετύχηκα ϲφόδρα εὐδοκιμήϲαντοϲ καὶ ἔτι εὐδοκιμοῦντοϲ δἰ ὧν καταλέλοιπε ϲυγγραμμάτων, παρειλήφθω Ὠτριγένηϲ, οὗ κλέοϲ παρὰ τοῖϲ διδαϲκάλοιϲ τούτῳ τῶν λόγων μέγα διαδέδοται. καὶ αὗται μὲν αἱ παρὰ τῶν ἔξωθεν μαρτυρίαι τοῦ ἀνδρόϲ, καὶ μάλιϲτα τῶν ἐχθρῶν. ταῦτα Πορφυρίῳ κατὰ τὸ τρίτον ϲύνταγμα τῶν γραφέντων αὐτῷ κατὰ Χριϲτιανῶν εἴρηται, ἐπαληθεύϲαντι μὲν περὶ τῆϲ τοῦ ἀνδρὸϲ ἀϲκήϲεωϲ, ψευϲαμένῳ δὲ ϲαφῶϲ περὶ τῶν λοιπῶν (τί γὰρ οὐκ ἔμελλεν ὁ κατὰ Χριϲτιανῶν μανείϲ;)· ἐν οἷϲ αὐτὸν μέν φηϲιν ἐξ Ἑλλήνων μετατὶθεϲθαι, τὸν δ᾿ Ἀμμώνιον ἐκ βίου τοῦ κατὰ θεοϲέβειαν ἐπὶ τὸν ἐθνικὸν ἐκπεϲεῖν. ταῦτα μὲν εἰϲ παράϲταϲιν τῆϲ Ὠριγένουϲ καὶ περὶ τὰ Ἑλλήνων μαθήματα πολυπειρίαϲ, περὶ ἧϲ πρόϲ τιναϲ μεμψαμένουϲ αὐτῷ διὰ τὴν περὶ ἐκεῖνα ϲπουδὴν ἀπολογούμενοϲ ἐν ἐπιϲτολῇ τινι ταῦτα γράφει· ἐπεὶ δὲ ἀνακειμένῳ μοι τῷ λόγῳ, τῆϲ φήμηϲ διατρεχούϲηϲ περὶ τῆϲ ἕξεωϲ ἡμῶν, προϲῄεϲαν ὁτὲ μὲν αἱρετικοί, ὁτὲ δὲ ἀπὸ τῶν Ἑλληνι κῶν μαθημάτων, καὶ μάλιϲτα τῶν ἐν φιλοϲοφίᾳ, ἔδοξεν ἐξετάϲαι τά τε τῶν αἱρετικῶν δόγματα, καὶ τὰ ὑπὸ τῶν φιλοϲόφων περὶ ἀληθείαϲ λέγειν ἐπαγγελλόμενα. καὶ ταῦτα μὲν τοιαῦτα περὶ τῆϲ ἀϲκήϲεωϲ ἀπολογουμένῳ εἴρηται. κατὰ τοῦτον δὴ τὸν χρόνον καὶ ἡ Ἀλεξᾶν [*](1 ἀκροατὴϲ— p. 620,6 ἐτελειώθη om. F 2 τοῦ alt.] τὸ S 7 ἐλλογίμων] A(GSM) inc. rursus A 9 ὦν] οὗ G τὸν GM: τὸ AS, v. l. Euseb. ἔγνω] τὸν add. AS 11 μόνων SM 12 Χριϲτιανικῶν GM 13 καὶ] τε καὶ G 15 καὶ pr. om. S 17 τε om. S πολλὰϲ π. αὐτὸν A: πρὸϲ αὐτὸν πολλὰϲ GSM 18 γε om. G 20 ϲυντετύχηκα GM ἐντετύχηκα plerique Euseb. 22 τούτων Port, Euseb. 23 τὸν λόγον S 26 εἴρηται— 27 Χριϲτιανῶν om. S 30 τῆϲ AS, Euseb.: τοῦ GM τὰ] τῆϲ τὰ G 36 ὑπὸ om. S)
618
δρου τῶν Ῥωμαίων βαϲιλέωϲ μήτηρ Μαμαία εἰϲ λόγουϲ Ὠριγένει ϲυνῆλθεν ἐν Ἀντιοχείᾳ καὶ παῤ αὐτοῦ κατηχήθη τὸν λόγον. ἐξ ἐκείνου δὲ τοῦ χρόνου τῶν εἰϲ τὰϲ θείαϲ γραφὰϲ ὑπομνημάτων ἐγένετο ἀρχή, Ἀμβροϲίου εἰϲ τὰ μάλιϲτα παρορμῶντοϲ αὐτὸν μυρίαιϲ ὅϲαιϲ οὐ προτροπαῖϲ ταῖϲ διὰ λόγων καὶ παρακλήϲεϲιν αὐτοῦ μόνον, ἀλλὰ καὶ ἀφθονωτάταιϲ τῶν ἐπιτηδείων χορηγίαιϲ. ταχυγράφοι τε γὰρ αὐτῷ πλείουϲ ἢ ἑπτὰ τὸν ἀριθμὸν παρῆϲαν ὑπαγορεύοντι, χρόνοιϲ τεταγμένοιϲ ἀλλήλουϲ ἀμείβοντεϲ, βιβλιογράφοι τε οὐχ ἥττουϲ ἅμα καὶ κόραιϲ ἐπὶ τῷ καλλιγραφεῖν ἠϲκημέναιϲ· ὧν ἁπάντων τὴν δέουϲα τῶν ἐπιτηδείων ἄφθονον χορηγίαν ὁ Ἀμβρόϲιοϲ παρεϲτήϲατο· ναὶ μὴν καὶ ἐν τῇ περὶ τὰ θεῖα λόγια ἀϲκήϲει τε καὶ ϲπουδῇ προθυμία ἄφατον αὐτῷ ϲυνειϲέφερεν, ᾗ καὶ μάλιϲτα αὐτὸν προέτρεπεν ἐπὶ τὴν τῶν ὑπομνημάτων ϲύνταξιν. τοϲαύτην δὲ ἔϲχε ϲπουδὴν περὶ τὰϲ θείαϲ γραφάϲ, ὥϲτε καὶ τὴν Ἑβραϊκὴν διάλεκτον, ἐναντιουμένην τῇ τε ἡλικίᾳ καὶ τῇ οἰκείᾳ φύϲει, ἐκμαθεῖν, καὶ δίχα τῶν ο΄ ἑρμηνευτῶν ἄλλαϲ ἐκδόϲειϲ εἰϲ ἓν ϲυναγαγεῖν, Ἀκύλα λέγω τοῦ Ποντικοῦ καὶ Θεοδοτίωνοϲ καὶ Συμμάχου τῶν Ἐβιωναίων (αἵρεϲιϲ δέ ἐϲτιν αὐτῶν ψιλὸν τὸν Χριϲτὸν ἄνθρωπον δοξαζόντων)· οἵ τινεϲ τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ὑπεμνημάτιϲαν, δἰ οὗ καὶ τὸ ἴδιον δόγμα βεβαιῶϲαι ϲπεύδουϲιν. ὁμοίωϲ δὲ πέμπτην καὶ ἕκτην καὶ ἑβδόμην ἔκδοϲιν. ἐκ τῶν Ἐὐϲεβίου τοῦ Παμφίλου ἱϲτοριῶν περὶ Ὠριγένουϲ. τοϲαύτη δὲ εἰϲήγετο τῷ Ὠριγένει τῶν θείων λόγων ἀπηκριβωμένη ἡ ἐξέταϲιϲ, ὡϲ μόναϲ πρωτοτύπουϲ αὐτοῖϲ Ἐβραίων ϲτοιχείοιϲ γραφὰϲ κτῆμα ἴδιον ποιήϲαϲθαι ἀνιχνεῦϲαί τε τὰϲ τῶν ἑτέρων παρὰ τοὺϲ ο΄ τὰϲ ἱερὰϲ γραφὰϲ ἑρμηνεύϲαντα ἐκδόϲειϲ καί τιναϲ ἑτέραϲ παρὰ τὰϲ κατημαξευμέναϲ ἑρμηνείαϲ ἐναλλαττούϲαϲ, τὴν Ἀκύλου καὶ Συμμάχου καὶ Θεοδοτίωνοϲ, ἐφευρεῖν, ἃϲ ἐξ ἀπορρήτων οὐκ οἶδ᾿ ὁπόθεν τυχὸν τῷ πάλαι λανθανούϲαϲ χρόνῳ εἰϲ φῶϲ ἀνιχνεύϲαϲ προήγαγεν. ἔν γε μὴ τοῖϲ Ἐξαπλοῖϲ τῶν Ψαλμῶν μετὰ τὰϲ ἐπιϲήμουϲ τέϲϲαραϲ ἐκδόϲειϲ οὐ μόνον πέμπτην, ἀλλὰ καὶ ἕκτην καὶ ἑβδόμην παραθεὶϲ ἑρμηνείαν, ἐπὶ μιᾶϲ αὖθιϲ ϲεϲημείωται, ὡϲ ἐν Ἱεριχοῖ εὑρημένηϲ ἐν πίθῳ. ταύταϲ δὲ ἁπάϲαϲ εἰϲ ἓν ϲυναγαγὼν διελθών τε πρὸϲ κῶλον καὶ ἀντιπαραθεὶϲ ἀλλήλαιϲ μετὰ καὶ αὐτῆϲ τῆϲ Ἐβραίων ϲημειώϲεωϲ, τὰ τῶν λεγομένω Ἑξαπλῶν ἡμῖν ἀντίγραφα καταλέλοιπεν, ἰδίωϲ δὲ τὴν Ἀκύλου καὶ Συμμάχου καὶ Θεοδοτίωνοϲ ἔκδοϲιν ἅμα τῇ τῶν ο΄ ἐν τοῖϲ Τετραπλοῖϲ ἐπιϲκευάϲαϲ. καὶ ἁπλῶϲ πᾶϲαν γραφὴν ὑποϲημηνάμενοϲ ἐκκληϲιαϲτικὴ πλεῖϲτα καὶ ἀναρίθμητα καταλέλοιπεν, ὡϲ ἐξ ἐκείνου πάνταϲ τοὺϲ μετέπειτα τῆϲ ἐκκληϲίαϲ διδαϲκάλουϲ τὰϲ ἀφορμὰϲ εἰληφέναι, [*](A(GSM))[*]( 1 τῶν AG: τοῦ SM 5 αὐτοῦ GM: cp. AS αὐτὸ Euseb. 6 τῶν G, Euseb.: ταῖϲ τῶν ASM 7 γὰρ om. GM ὑπαγορεύοντοϲ AS 11 λόγια] λογικῇ G 17 καὶ alt. Ἐβιωναίων om. S τῶν GM: τοῦ A 18 ψιλὸν ἄ. τὸν X. GSM 22 ἐπηκριβωμένη A ἡ om. Euseb. 24 τὰϲ G, Euseb. τίϲ ASM περὶ S 25 ἱερῶν γραφῶν G ἑρμηνεύϲαντα] + ss. M ἑρμηνευϲάντων coll. Euseb. Kust. 27 τυχὼν GSM 31 ηὑρημένηϲ AMec 34 δὲ om. S, Euseb. 36 ἁπλῶϲ om. S 37 ἐκκληϲιαϲτικῶν ASM)
619
ὡϲ ὁ θεολόγοϲ φάϲκει Γρηγόριοϲ· Ὠριγένηϲ ἡ πάντων ἡμῶν ἀκόνη. οὐ μόνον δὲ τῇ καθ᾿ ἡμᾶϲ ἐκκληϲίᾳ, ἀλλὰ καὶ τοῖϲ τῶν ἔξωθεν πολλὴν παρείχετο τὴν ὠφέλειαν, αἱρετικοῖϲ τε καὶ φιλοϲόφοιϲ, μονονουχὶ πρὸϲ τοῖϲ θείοιϲ καὶ τὰ φιλόϲοφα παῤ αὐτοῦ παιδευόμενοι. εἰϲῆγέ τε γὰρ ὅϲουϲ εὐφυῶϲ ἔχονταϲ ἑώρα καὶ ἐπὶ τὰ φιλόϲοφα μαθήματα, γεωμετρίαν καὶ ἀριθμητικὴν καὶ τἄλλα παιδεύματα παραδιδούϲ, εἴϲ τε τὰϲ αἱρέϲειϲ τὰϲ παρὰ τοῖϲ φιλοϲόφοιϲ προάγων καὶ τὰ παρὰ τούτοιϲ ϲυγγράμματα διηγούμενοϲ, ὑπομνηματιζόμενόϲ τε καὶ θεωρῶν εἰϲ ἕκαϲτα, ὡϲ ἤδη μέγαν καὶ παῤ αὐτοῖϲ Ἐλληϲι φιλόϲοφον τὸν ἄνδρα κηρύττεϲθαι. μάρτυρεϲ δὲ τῆϲ περὶ ταῦτα αὐτοῦ κατορθώϲεωϲ αὐτῶν Ἐλλήνων οἱ κατ’ αὐτὸν ἠκμακότεϲ φιλόϲοφοι, ὧν ἐν ϲυγγράμμαϲι πολλὴν μνήμην εὕρομεν τοῦ ἀνδρόϲ, τοτὲ μὲν αὐτῷ προϲφωνούντων, τοτὲ δὲ οἷα διδαϲκάλῳ ἐϲ τὴν αὐτοῦ κρίϲιν τοὺϲ ἰδίουϲ ἀναφερόντων πόνουϲ. τῷ δὲ Ὠτριγένει ἐπὶ τῆϲ Καιϲαρείαϲ τὰ ϲυνήθη πράττοντι πολλοὶ προϲῄεϲαν οὐ μόνον τῶν ἐπιχωρίων, ἀλλὰ καὶ τῆϲ ἀλλοδαπῆϲ μυρίοι φοιτηταὶ τὰϲ πατρίδαϲ ἀπολείποντεϲ· ὧν ἐπιϲήμουϲ μάλιϲτα ἔγνωμεν Θεόδωρον, ὃϲ ἦν αὐτὸϲ οὗτοϲ ὁ καθ᾿ ἡμᾶϲ ἐπιϲκόπων διαβόητοϲ Γρηγόριοϲ ὁ Θαυματουργόϲ, ὅ τε τούτου ἀδελφὸϲ Ἀθηνόδωροϲ. οἷϲ ἀμφὶ τὰ Ἑλλήνων καὶ Ῥωμαίων μαθήματα δεινῶϲ ἐπτοημένοιϲ φιλοϲοφίαϲ εἰϲ ἔρωτα τῆϲ προτέραϲ ϲπουδῆϲ τὴν θείαν ἄϲκηϲιν ἀντικαταλλάξαϲθαι προετρέψατο. πέντε δὲ ὅλοιϲ ἔτεϲιν αὐτῷ ϲυγγενόμενοι τοϲαύτη ἀπηνέγκαντο περὶ τὰ θεῖα βελτίωϲιν, ὡϲ ἔτι νέουϲ ἄμφω ἐπιϲκοπῆϲ τῶν κατὰ Πόντον ἐκκληϲιῶν ἀξιωθῆναι. τῷ δὲ Ὠριγένει κατὰ τοῦτον τὸν χρόνον τὰ εἰϲ τὸν Ἠϲαΐαν, ἐν ταυτῷ δὲ καὶ εἰϲ τὸν Ἰεζεκιὴλ ϲυνετάττετο, ὧν εἰϲ μὲν τὸ τρίτον μέροϲ τοῦ Ἠϲαΐου μέχρι τῆϲ ὁράϲεωϲ τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ τριάκοντά εἰϲι τόμοι· εἰϲ δὲ τὸν Ἰεζεκιὴλ πέντε καὶ εἴκοϲιν, οὓϲ καὶ μόνουϲ εἰϲ τὸν πάντα πεποίηται προφήτην. ἔτοϲ δ᾿ ἦν αὐτῷ ἑξηκοϲτὸν, ἐν ᾧ ταῦτα ϲυνέταττεν· ἐν ὧ καὶ ὁ μακάριοϲ μάρτυϲ Πάμφιλοϲ μαρτυρίῳ τὸν βίον διεξῆλθε. τὸ δὲ εἰϲ τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον ἐξηγητικὸν ϲημαίνει, τὰ πρότερα πέντε ἐπ᾿ Ἀλεξανδρείαϲ ἔτι ὄντα αὐτὸν ϲυντάξαι. τῆϲ δὲ εἰϲ τὸ πᾶν Εὐαγγέλιον πραγματείαϲ μόνοι β΄ καὶ κ΄ περιῆλθον τόμοι, ιβ΄ δὲ τῶν εἰϲ τὴν Γένεϲιν καὶ εἰϲ τοὺϲ πρώτουϲ δὲ ε΄ καὶ κ΄ ψαλμοὺϲ, ἔτι τε τὰ εἰϲ τοὺϲ Θρήνουϲ· καὶ τὰ Περὶ ἀναϲτάϲεωϲ καὶ τὰ Περὶ ἀρχῶν. γράφει δὲ καὶ τοὺϲ ἐπιγεγραμμένουϲ Στρωματεῖϲ, ὄνταϲ τὸν ἀριθμὸν ι΄, οὓϲ καὶ ϲυνέταξε κατὰ τὴν Ἀλεξάνδρου βαϲιλείαν. τὸν μέντοι πρῶτον ἐξηγούμενοϲ ψαλμὸν ἔκθεϲιν πεποίηται τῶν ἱερῶν γραφῶ τῆϲ παλαιᾶϲ διαθήκηϲ καταλόγου, ὧδέ πωϲ λέγων κατὰ λέξιν· οὐκ ἀγνοητέον δέ, ὡϲ εἶναι τὰϲ ἐνδιαθήκουϲ βίβλουϲ, ὡϲ Ἑβραῖοι [*](2 τῆ GMec: τὴν AS τὴ Mac ἐκκληϲίαν SMac cp. A τοῖϲ] τῆϲ S τῶν A(GSM) om. G 3 παρεῖχε S 9 εἰϲ] ὡϲ GMec 12 et 13 ποτὲ S 14 τῆϲ om. S 19 μαθήματα post Ἑλλήνων transpos. G 21 ϲυγγινόμενοι SecM ϲυγγινόμε νοϲ G 22 ἀπενέγκατο A 25 Ἰεζεκιὴλ] ε καὶ κ΄ add. G cf. vs. 27 30 κατὰ] κατὰ τὸν S 35 ἀρχῆϲ S ὄνταϲ om. S)
620
παραδιδόαϲι, β΄ καὶ κ΄, ὅϲοϲ ἀριθμὸϲ τῶν παῤ αὐτοῖϲ ϲτοιχείων ἐϲτίν. εἶτα ἐπιφέρει λέγων· εἰϲὶ δὲ αἱ εἴκοϲι δύο βίβλοι καθ᾿ Ἑβραίουϲ αἵδε· Γένεϲιϲ, Βαρηϲίθ, ὅ ἐϲτιν ἐν ἀρχῇ· καὶ αἱ λοιπαὶ καθεξῆϲ. ἔζηϲε δὲ ἕωϲ Γάλλου καὶ Βολουϲιανοῦ, τουτέϲτιν ἕωϲ θ΄ καὶ ξ΄ ἐτῶν τῆϲ ἡλικίαϲ αὐτοῦ· καὶ ἐκοιμήθη ἐν Γύρῳ, ἐν ᾖ καὶ ἐτάφη. ὁ δὲ πατὴρ αὐτοῦ Λεωνίδηϲ μαρτυρίῳ τῷ διὰ Χρίϲτὸν ἐτελειώθη.

[*](EV)

183 Ὠριγένηϲ Λεωνίδην εἶχε πατέρα, ἐπίϲκοπον καὶ μάρτυρα, ἐπὶ Σεβήρου βαϲιλέωϲ ἀκμάϲαϲ. ὅϲτιϲ Ὠριγένηϲ ἐν Ἀλεξανδρείᾳ τυγχάνων μεγάλην εἰϲ τὸν θεῖον λόγον ϲπουδὴν κατεβάλλετο. οὗ ζηλωταὶ πολλοὶ καὶ ἄλλοι καὶ μάλιϲτα Ἀμβρόϲιοϲ ἐγένετο, ὃϲ ἐϲ γνῶϲιν αὐτοῦ ἀφικέϲθαι ϲπουδάϲαϲ ἀπέϲτη τῆϲ Οὐαλεντίνου καὶ Μαρκίωνοϲ αἱρέϲεωϲ. πλεῖϲτοι δὲ καὶ τῶν ἔξωθεν φιλοϲόφων πρὸϲ αὐτὸν φοιτῶντεϲ μεγίϲτην ὠφέλειαν ἐκαρποῦντο· μέγαϲ γὰρ καὶ παῤ αὐτοῖϲ ἐνομίζετο, παραδιδοὺϲ γεωμετρίαν καὶ ἀριθμητικὴν καὶ τἄλλα προπαιδεύματα. διόπερ οὐκ ὀλίγοι τῶν παῤ ξλληϲι φιλοϲόφων μέμνηνται αὐτοῦ ὡϲ διδαϲκάλου. καὶ γὰρ εὐφυὴϲ παιδόθεν ὑπῆρχε ϲφόδρα καὶ ζητητικὸϲ λίαν. ὃϲ ἐν τῇ παιδικῇ ἡλικίᾳ τὸ τῆϲ θείαϲ γραφῆϲ βούλημα πυνθανόμεοϲ βαθύτερον, τοῦτον ἐπέπληττεν ὁ πατήρ, μηδὲν ὑπὲρ ἡλικίαν περαιτέρω ζητεῖν. νύκτωρ δὲ ἐπιϲτὰϲ καὶ ἰδὼν τὰ ϲτέρνα ὡϲ θείου πνεύματοϲ ἔνδοθεν αὐτοῖϲ ἀφιερωμένου κατεφίλει καὶ τῆϲ εὐτεκνίαϲ ἑαυτὸ ἐμακάριζεν. ἁγνείαν δὲ καὶ ἐγκράτειαν τοϲαύτην ἤϲκηϲεν ἐκ νέου τοῦ ϲώματοϲ, ὡϲ ὀβολοῖϲ τέϲϲαρϲι καὶ μόνοιϲ πρὸϲ διατροφὴν ἑκάϲτηϲ ἡμέραϲ ἀρκούμενοϲ. καὶ μέντοι καὶ ἐν πολλοῖϲ ἔτεϲι τοῦτο ποιῶν διετέλει, καὶ ἐπ᾿ ἐδάφουϲ καὶ ψιαθίου καθεύδων καὶ ὀλίγον καιρὸν τῆϲ νυκτὸϲ ἀναπαυόμενοϲ τὸν πλείονα εἰϲ τὴν ἱερὰν μελέτην τῶν ἱερῶν λογίων διήνυε, καὶ ἐν τούτοιϲ ἐπεκτεινόμενοϲ ἐπί τε ἀϲιτίᾳ καὶ ἀγρυπνίᾳ καὶ γυμνότητι ἑαυτὸν ὑπωπιάζων τοϲοῦτον κατεδάμαϲε τὴν ἀκμὴν τοῦ ϲώματοϲ, ὡϲ ὁρᾶϲθαι παντελῶϲ αὐτὸν ἀπεϲκληκέναι· οἴνου γὰρ καὶ ἐλαίου καὶ τῶν λοιπῶν ἀπεχόμενοϲ ἀνατροπὴν τοῦ θώρακοϲ μεγίϲτην ὑπέμεινεν. ἔνθεν γέ τοι διαβόητοϲ γενόμενοϲ, ὡϲ διαπρέπω ἔργῳ καὶ λόγῳ, καὶ πολλοὺϲ Ἕλληναϲ τὴν εἰδωλομανίαν βδελύττεϲθαι πείϲαϲ μαρτυρίου ϲτέφανον ἀναδήϲαϲθαι παρεϲκεύαϲεν. [*](183 Georg. 452, 18—459, 4 EV 1, 137, 5—140, 29) [*](183 cf. vv. Π 2555, Ε 1921, Π 493, ϲυντακτικόϲ) [*](A et ArF(GSM))[*]( 1 ἐϲτίν] εἰϲίν S 4 Βουλουϲιανοῦ S Βαλουϲιανοῦ G 183 om. A, post litt. Ar, qui περὶ Ὠριγένουϲ ζήτει εἰϲ τὸ ω μέγα praemisit et mg. ad 182 extr. add. ζήτει τὸ ἐπίλοιπον περὶ Ὠριγένουϲ πρὸϲ τὰ τέλη τοῦ βιβλίου 7 ἐπὶ— p. 622, 35 πρέποντοϲ om. F 8 Σευήρου SM 9 κατεβάλετο Ar 10 ὃϲ om. S 12 πρὸϲ] εἰϲ GS 15 αὐτῷ S 16 ϲφόδρα om. S 17 γραφῆϲ om. S 22 μόνον SMec, Exc. cf. Georg. 23 ἀρκεῖϲθαι G 24 ψιάθου ArSM 26 ἐν τούτοιϲ Ar, Exc. Georg.: ἐκ τούτου GSM 27 τοϲοῦτο S 30 γέ om. G)

621
πολλῆϲ οὖν φήμηϲ περὶ αὐτοῦ τρεχούϲηϲ, καὶ πολλῶν μακρόθεν πρὸϲ αὐτὸν ϲυρρεόντων, οὐ μόνον Ἕλληναϲ καὶ φιλοϲόφουϲ καὶ αἱρετικοὺϲ ἐλλογίμουϲ πρὸϲ τὴν εὐϲέβειαν εἵλκυϲεν, ἀλλὰ καὶ τοὺϲ ὄνταϲ Χριϲτιανοὺϲ μᾶλλον ϲτοιχειώϲαϲ ἐπεβεβαίωϲεν. ὃν ὁ προλεχθεὶϲ Ἀμβρόϲιοϲ ἱκετεύϲαϲ πολλὰ καὶ παραβιαϲάμενοϲ ἐν Καιϲαρείᾳ καὶ ταχυγράφουϲ αὐτῷ παραϲτήϲαϲ ἑπτά, πλείουϲ δὲ καλλιγράφουϲ, ἑρμηνεῦϲαι τὰϲ θείαϲ γραφὰϲ αὐτὸν πεποίηκε. καὶ ὁ μὲν τὴν δέουϲαν χρείαν παρεῖχε, ὁ δὲ ἐπὶ ϲχολῆϲ γενόμενοϲ ὑπηγόρευε τοῖϲ ταχυγράφοιϲ καὶ οἱ βιβλιογράφοι ϲὺν γυναιξὶν ἔγραφον ἐπὶ τὸ καλλιγραφεῖν ἐξηϲκημέναιϲ. πᾶϲαν τε θείαν γραφὴν ἡρμήνευϲεν ἐπὶ ἔτη ιη΄. λέγεται δὲ ὅτι ,Ϛ΄ βίβλουϲ ϲυνέταξε· τοϲοῦτον γὰρ ζῆλον ἐϲ τὴν ἐξήγηϲιν τῶν θείων λογίῳν ὁ Ἀμβρόϲιοϲ ἐπεδείξατο, ὥϲτε τὴν πολλὴν αὐτοῦ ϲπουδὴν Ὠριγένηϲ μαρτυρῶν γράφει πρόϲ τινα λέγων· ὁ ἱερὸϲ θεῷ καὶ γνηϲίωϲ ἀνακείμενοϲ Ἀμβρόϲιοϲ πολλὰ προϲηγόρευϲεν· ὅϲτιϲ νομίζων με φίλον εἶναι καὶ πάνυ διψᾶν τοῦ θείου ἤλεγξε τῇ ἰδίᾳ φιλοπονίᾳ τῷ πρὸϲ τὰ μαθήματα ἔρωτι. ὅθεν ἐπὶ τοϲοῦτόν με παρελήλυθεν, ὥϲτε κινδυνεύειν ἀπαυδᾶν πρὸϲ τὰϲ αὐτοῦ προτάϲειϲ· οὔτε γὰρ δειπνῆϲαι ἔϲτιν ὅτι μὴ ἀντιβάλλοντα, οὔτε δειπνήϲαντα ἔξεϲτι περιπατῇ ϲαι καὶ διαναπαῦϲαι τὸ ϲωμάτιον, ἀλλὰ καὶ ἐν τοῖϲ καιροῖϲ ἐκείνοιϲ φιλολογεῖ καὶ ἀκριβοῦν τὰ ἀντίγραφα ἀναγκαζόμεθα. οὔτε μὴν ὅλην ἐπὶ θεραπείᾳ τοῦ ϲώματοϲ τὴν νύκτα ἔξεϲτιν ἡμῖν κοιμᾶϲθαι, ἐπὶ πολὺ ταῖϲ φιλολογίαιϲ παρατείνοντα. ἐῶ δὲ λέγειν καὶ τὰ ἕωθεν μέχριϲ ἐννάτηϲ καὶ δεκάτηϲ ὥραϲ· πάντεϲ γὰρ οἱ θέλοντεϲ φιλοπονεῖν τοὺϲ καιροὺϲ ἐκείνουϲ τῇ ἐξετάϲει τῶν θείων λογίων καὶ ταῖϲ ἀναγνώϲεϲιν ἀνατιθέαϲι. πᾶϲαν τοίνυν ἡρμήνευϲε τὴν θείαν γραφήν. κατὰ γὰρ τοὺϲ χρόνουϲ τούτουϲ ἐν Ἱεριχῷ ἔν τινι πίθῳ περιτυχὼν τὴν Παλαιὰν εὐφυῶϲ μάλα καὶ ἐπιϲτημόνωϲ ταύτην κατεϲκεύαϲεν. ἀλλ᾿ οὐκ εἰϲ τέλοϲ ἄϲβεϲτον αὐτοῦ τὸ κλέοϲ διέμεινε· ϲυμβεβήκει γὰρ αὐτῷ τὸ τῆϲ πολυπειρίαϲ δραϲτήριον πτῶμα ἐξαίϲιον· καὶ μέντοι ϲκάνδαλον πολλοῖϲ καὶ ἀπωλείαϲ πρόξενοϲ γέγονε. βουλόμενοϲ γὰρ τῶν θείων γραφῶν μηδὲν ἐᾶϲαι ἀνερμήνευτον εἰϲ ἐπαγωγὴν ἑαυτὸν περιέβαλεν ἁμαρτίαϲ καὶ θανάϲιμα ἐξηγήϲατο ῥήματα. ἐξ αὐτοῦ γὰρ καὶ Ἄρειοϲ τὰϲ ἀφορμὰϲ εἴληφε καὶ οἱ καθεξῆϲ ἀνόμοιοί τε καὶ ἀνόϲιοι καὶ οἱ λοιποὶ πάντεϲ. φάϲκει γὰρ οὗτοϲ τολμήϲαϲ κατὰ τὴν ἀρχήν, ὅτι ὁ μονογενὴϲ υἱὸϲ ὁρᾶν τὸν πατέρα οὐ δύναται οὔτε τὸ πνεῦμα τὸ ἅγιον τὸν υἱὸν οὔτε οἱ ἄγγελοι τὸ πνεῦμα οὔτε οἱ ἄνθρωποι τοὺϲ ἀγγέλουϲ καὶ ἐκ τῆϲ οὐϲίαϲ τοῦ πατρὸϲ οὐ θέλει εἶναι τὸν υἱόν, ἀλλὰ κτίϲμα καὶ κατὰ χάριν υἱὸν λέγεϲθαι, τὴν δὲ ἀνθρωπίνην ψυχὴν προϋπάρχειν, καὶ τὰ ἑξῆϲ τῶν βλαϲφημιῶν αὐτοῦ. πολλὴν γοῦν πεποίηκε ϲύνταξιν εἰϲ ἑκάϲτην γραφήν, καὶ ὅϲα μὲν ἐν προϲομιλίαιϲ καὶ διὰ προοιμίων [*](1 αὐτὸν AMec cf. Georg. 5. 6 καλλιγράφουϲ G 6 ταχυγράφουϲ G Ar(GSM) 7 αὐτὸν] αὐτῶν in αὐτὸϲ corr. S; αὐτὸν ante γραφὰϲ transpos. G 9 τὸ G, Exc. Georg: τῷ ASM 11 ἐν τῇ ἐξηγήϲει S 17 τὰϲ om. S 23 ἐνάτηϲ M, Exc cf. Georg. θ΄ S 26 τούτουϲ om. in lac. GM Ἱεριχοῖ GSMac. τῇ Παλαιᾷ Kust. 33 ἀνόμιοί A(Gec) 36 οἱ pr. om. S)
622
ἐϲ ἤθη τε καὶ ἐϲ φύϲειϲ ζῴων καὶ ἀλόγων εἴρηται μέϲωϲ φερόμενοϲ πολλάκιϲ χαρίεντα διηγήματα γράφει· ὄϲα δὲ περὶ πίϲτεωϲ ἐδογμάτιϲε, τῶν πάντων ἀτοπώτεροϲ εὑρίϲκεται. ἔδοξε δὲ αὐτῷ καὶ ἀϲκητικὸν βίον ἐπανῃρῆϲθαι τοιοῦτον, ὡϲ καὶ τὸν θώρακα αὐτοῦ φαϲι δἰ ὑπερβολὴν ἀϲιτίαϲ τε καὶ ϲκληραγωγίαϲ ἀνατραπῆναι, ἐπινενόηκε δὲ καὶ κατὰ τὸ ϲωμάτιον, οἱ μὲν ὅτι νεῦρον ἀποτετμηκέναι διὰ τὸ μὴ ἡδονῇ παρενοχλεῖϲθαι, οἱ δὲ φάρμακον ἐπιθεῖναι τοῖϲ μορίοιϲ εἶπον καὶ ἀποξηρᾶναι, ἄλλοι δὲ ἄλλα εἰϲ αὐτὸν ἀναφέρουϲιν. οὗτοϲ πολλὰ λέγεται πεπονθέναι ὑπὲρ τοῦ Χριϲτοῦ, λόγιοϲ ὢν ϲφόδρα καὶ ἐν τῇ ἐκκληϲίᾳ ἀνατεθραμμένοϲ, φθόνῳ δὲ διαβληθεὶϲ πρὸϲ τοὺϲ τῆϲ ἐξουϲίαϲ ἄρχονταϲ κακομηχανίᾳ διαβολικῆϲ ἐπινοίαϲ εἰϲ αἰϲχρότατον ἄνδρα φαϲὶν ἐπινοηθῆναι παρὰ τῶν τῆϲ κακίαϲ ἐργατῶν· Αἰθίοπα γὰρ αὐτῷ παρεϲκεύαϲα εἰϲ παράχρηϲιν τοῦ ϲώματοϲ αὐτοῦ. ὁ δὲ μὴ φέρων τὴν τοϲαύτην βδελυρὰν ἐπίνοιαν ἔρρηξε φωνήν, ἀμφοτέρων προτεθέν των αὐτῷ πραγμάτων, καὶ καθωμολόγηϲε θῦϲαι. καὶ βαλόντεϲ ἐπὶ τὰϲ χεῖραϲ αὐτοῦ λιβανωτὸν εἰϲ τὴν τοῦ βωμοῦ πυρὰν καθῆκε. καὶ οὕτω τοῦ μαρτυρίου ἀπὸ τῶν κρινάντων ἀπεβλήθη καὶ τῆϲ ἐκκληϲίαϲ ἐξεώϲθη. τὴν δὲ Ἀλεξάνδρειαν καταλιπὼν διὰ τὸν ὄνειδον τὴν Ἰουδαίαν κατέλαβεν. ἀνελθὼν δὲ εἰϲ Ἰεροϲόλυμα ὡϲ ἐξηγητὴϲ καὶ λόγιοϲ προετρέπετο ἀπὸ τοῦ ἱερατείου ἐπὶ τῆϲ ἐκκληϲίαϲ εἰπεῖν· πρεϲβύτεροϲ γὰρ προϋπῆρχε, καὶ πολλὰ καταναγκαϲθεὶϲ ὑπὸ τῶν ἱερέων, ἀναϲτὰϲ καὶ τοῦτο μόνον τὸ ῥητὸν εἰπών· τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεόϲ· ἵνα τί ϲὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνειϲ τὴν διαθήκην μου διὰ ϲτόματόϲ ϲου; πτύξαϲ τὸ βιβλίον ἐκάθιϲε μετὰ κλαυθμοῦ δακρύων, πάντων ὁμοῦ ϲυγκλαιόντων αὐτῷ. εἰϲὶ δὲ καὶ ἄλλα πολλὰ λεγόμενά τε καὶ ᾀδόμενα διὰ τὸ πλῆθοϲ τῆϲ γνώϲεωϲ αὐτοῦ καὶ ϲυντάξεωϲ τῶν βιβλίων. ὅθεν καὶ Συντακτικὸϲ ὠνομάϲθη, διὰ τὸ πεποιηκέναι πολλὰ βιβλία, μὴ ἀκούων, ὡϲ ἔοικε, τοῦ Σολομῶντοϲ λέγοντοϲ· υἱέ, φύλαξαι τοῦ ποιῆϲαι βιβλία πολλά· καί, μὴ ϲπεῦδε ἐπὶ ϲτόματί ϲου, καὶ καρδία ϲου μὴ ταχυνάτω τοῦ ἐξενεγκεῖν λόγον ἀπὸ προϲώπου τοῦ θεοῦ, ὅτι ὁ θεὸϲ ἐν τῷ οὐρανῷ ἄνω καὶ ϲὺ ἐπὶ τῆϲ γῆϲ κάτω. διὰ τοῦτο ἔϲτωϲαν οἱ λόγοι ϲου ὀλίγοι· εἰϲὶ γὰρ λόγοι πολλοὶ πληθύνοντεϲ ματαιότητα. καὶ μὴ γίνου δίκαιοϲ πολύ· ἔϲτι γὰρ δίκαιοϲ ἀπολλύμενοϲ ἐν δικαιώματι αὐτοῦ. καί, μὴ ϲοφίζου περιϲϲά, μήποτε ἀϲεβήϲῃϲ. ταῦτα πάντα παρωϲάμενοϲ παρεϲφάλη τοῦ πρέποποϲ.

184 Ὠριέων ἄποικον ὄντα.

[*](Ar.)

185 Ὡρικῶϲ: νεωτερικῶϲ ἢ εὐπρεπῶϲ ἢ κατὰ καιρόν. Ἀριϲτοφάνηϲ [*](185 — ὡραϊϲμου Ar. Pl. 963 c. sch. Ὡρικήν pr. sq. Ar. Ach. 272, 274—5 c sch. 272 et sch. plenior. 275) [*](185 Ar. Ach. cf. 132 et v. K 498) [*](A(GFSM))[*]( 1 μέϲοϲ GSM, v. l. Georg. 6 ὅτι] ὅτι τὸ G 8 δὲ] δὲ καὶ S 9 τοῦ om. S 11 αἰϲχρότατον v. Π 493, Exc. Georg.: cp. G αἰϲχρότητα AM αἰϲχρότητα τὸν S 18 τὴν δὲ GM, v. l. Georg.: τὴν S καὶ τὴν A 19 ὡϲ om. G 20 πρεϲβύτηϲ GSM 27 τῆϲ ϲυντάξεωϲ G 28 Σολομῶνοϲ AM 31 ὅτι ὁ θεὸϲ] ὁ θεὸϲ γὰρ G 35 μήποτε] μήτε GM ἐϲφάλη G 184 om. F 38 ἢ pr. om. A)

623
Πλούτῳ· ὖ μειρακίϲκη, πυνθάνῃ γὰρ ὡρικῶϲ. προϲπαίζουϲι τῇ πρεϲβύτιδι οἱ γέροντεϲ διὰ τὸ τεθρυμμένον τοῦ ὡραϊϲμοῦ. καὶ Ὡρικήν, ἀντὶ τοῦ ἀκμαίαν. ὥρα γὰρ καὶ ἡ ἀκμή, καὶ ὡραῖοϲ, ὁ ἀκμαῖοϲ. κοινὰ δὲ τὰ τοιαῦτα ὀνόματα. Ἀριϲτοφάνηϲ· εὑρόνθ᾿ ὡρικὴν ὑληφόρον, μέϲην λαβόντ᾿, ἄραντα, καταβαλόντα καταγιγαρτᾶν. ἐν τοῖϲ γιγάρτοιϲ ϲποδεῖν.

186 Ὥριμον: εὔκαιρον.

[*](Σ)

187 Ὡρῖνοϲ: ὄνομα κύριον.

[*](Δ)

188 Ὠρίων, Θηβαῖοϲ τῆϲ Αἰγύπτου. Συναγωγὴν γνωμῶν ἤγουν [*](Hesy.) Ἀνθολόγιον πρὸϲ Ἐὐδοκίαν τὴν βαϲιλίδα γυναῖκα Θεοδοϲίου τοῦ μικροῦ, βιβλία γ΄.

189 Ὠρίων, Ἀλεξανδρεύϲ, γραμματικόϲ. Ἀνθολόγιον, Ἀττικῶν λέξεων [*](Hesy.) ϲυναγωγήν, Περὶ ἐτυμολογίαϲ,᾿ Ἐγκώμιον Ἀδριανοῦ τοῦ Καίϲαροϲ.

190 Ὡρίωϲ: ἐπίρρημα. ὡρίωϲ ἔχουϲι θέϲεωϲ. κατὰ καιρόν.

[*](Δ)

191 Ὥριϲτοϲ: ἀντὶ τοῦ ὁ ἄριϲτοϲ.

[*](Δ)

192 Ὡρκωμότηκεν.

[*](Δ)

193 Ὤρκυπτεν: ὑπερέκυπτεν ἐπαιρόμενοϲ.

[*](Δ)

194 Ὤρκυπτον: ἔβλεπον μετεωριζόμενοι.

[*]( Σ?)

195 Ὥρμα: διεγείρετο.

[*](Σ)

196 Ὡρμένοϲ: διεγερθείϲ. καὶ Ὡρμένον.

[*](Δ)

197 Ὥρμηϲαν: ὁρμῇ ἐχρήϲαντο, οὐχὶ ᾤχοντο.

[*](Σ?)

198 Ὡρογραφία.

[*](Δ)

199 Ὡρολόγιον: τὸ τὰϲ ὥραϲ μετροῦν.

[*](Δ)

200 Ὡροκομεῖον.