Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

432

1 Νααϲών: ὄνομα κύριον. οὖτοϲ ἕκτοϲ ἀπὸ τοῦ Ἰούδα ὢν θυγατέρα τοῦ Ἀαρὼν γυναῖκα ἠγάγετο. χρὴ οὖν ἐπιϲημήναϲθαι, ὅτι ἐνταῦθα ϲυνήφθη ἡ βαϲιλικὴ φυλὴ τῇ ἱερατικῇ.

2 Νάβα: παρὰ Ῥωμαίοιϲ τὸ πορθμεῖον. φαίνεται δὲ ἐν πολλοῖϲ μὴ διεϲτῶϲα τῆϲ Ἑλλάδοϲ φωνῆϲ ἡ Ῥωμαϊκή· ναῦϲ γὰρ καὶ νάβα ἐγγύϲ.

[*](Ε)

3 Ναβάται: γένοϲ Ἀράβων. ὁ δὲ πέμπει πρὸϲ Ἄραβαϲ, τοὺϲ λεγομένουϲ [*](Δ) Ναβάταϲ. καὶ Ναβαταῖοι, ἐθνικόν. Ναβάτοϲ φαϲιν Ἀραβίαϲ [*](Etym. ?) εὐδαίμ ονοϲ γενόμενοϲ. ἐκ τοιούτου τινοϲ Ναβαταῖοι ἔθνοϲ τῆϲ εὐδαίμονοϲ Ἀραβίαϲ χώρα Ναβατηνή.

[*](Σ)

4 Νάβλα: εἶδοϲ ὀργάνου.

[*](Δ)

5 Νάβιϲ, Νάβιδοϲ. Λακεδαιμονίων τύραννοϲ.

[*](EV)

6 Ναβουθαί· οὗτοϲ ἦν ἐπὶ Ἀχαάβ, ἐξ Ἰζάρου πόλεωϲ, ἀγρογείτων ὤν. τοῦ δὲ βαϲιλέωϲ Ἀχαὰβ παρακαλοῦντοϲ αὐτὸν ἀποδόϲθαι τιμῆϲ ὅϲηϲ βούλεται τὸν πληϲίον αὐτοῦ τῶν ἰδίων ἀγρόν, ἵνα ϲυνάψαϲ ἓν αὐτὸ ποιήϲῃ κτῆμα· εἰ δὲ μὴ βούλοιτο χρήματα λαβεῖν, ἐπιτρέψαντοϲ ἐκλέξαϲθαι τῶν ἀγρῶν τινα τῶν ἐκείνου, τοῦτο μὲν οὔ φηϲι ποιήϲειν, αὐτὸϲ δὲ τὴν ἰδίαν καρπώϲεϲθαι γῆν, ἣν ἐκληρονόμηϲε τοῦ πατρόϲ. λυπηθεὶϲ δὲ ὡϲ ἐφ᾿ ὕβρει τῷ μὴ τἀλλότρια λαβεῖν ὁ βαϲιλεὺϲ οὔτε λουτρὸν προϲηνέγκατο οὔτε τροφήν. τῆϲ δὲ Ἰεζάβελ πυνθανομένηϲ ὅ τι λυπεῖται, διηγήϲατο αὐτῇ τὴν Ναβουθαὶ ϲκαιότητα, καὶ ὡϲ χρηϲάμενοϲ ἐπιεικέϲι πρὸϲ αὐτὸν λόγοιϲ καὶ βαϲιλικῆϲ ἐξουϲίαϲ ὑποδεεϲτέροιϲ ὑβριϲθείη, μὴ τυχων ὧν ἠξίου. ἡ δὲ μὴ μικροψυχεῖν ἐπὶ τούτοιϲ παρεκάλει, παυϲάμενον δὲ τῆϲ λύπηϲ ἐπὶ τὴν ϲυνήθη τραπέϲθαι πρόνοιαν· μελήϲειν γὰρ αὐτῇ περὶ τῆϲ Ναβουθαί τιμωρίαϲ. καὶ παραχρῆμα πέμπει γράμματα πρὸϲ τοὺϲ ὑπερέχονταϲ τῶν Ἰουδαίων ἐκ τοῦ Ἀχαὰβ ὀνόματοϲ, νηϲτεῦϲαι κελεύουϲα καὶ ποιηϲαμένουϲ ἐκκληϲίαν προκαθίϲαι μὲν αὐτῶν Ναβουθαί· εἶναι γὰρ αὐτὸν ἐκ γένουϲ ἐπιφανοῦϲ. [*](1 cf. Zon. 1383 3 Ναβαταῖοι, ἐθνικόν ═ Ambr. 31 Ναβάτοϲ sq. Steph. Byz. 4 ═ P, Ba 305, 25 cf. H 5 — Νάβιδοϲ ═ Ambr. 10 6 Ios. Ant. 8, 355—362 ═ EV1, 65, 21—67, 5) [*](A(GFVM)) [*](ante 1 τῶν Σούδ(α) ἢ Σουίδ(α) τὸ δεύτερον add. M 1 om. AFV mg. M 1 ὗτοϲ — 3 ἱερατικῇ om. G 5 νάβα] ναύα F 6 πέμπτοϲ F 7 Ναυάταϲ cett. F ἐθνικοί AFV Ναβάτοϲ—9 Ναβατηνή ex mg. M 7. 8 Ἀραβίαϲ εὐδαίμονοϲ in M illegibilia, e Steph. Suppleta 11 Λακεδαιμόνιοϲ F cp. AV 12 Ναβουθάϲ G Νάβουθοϲ Exc. 13 Ἀχαὰβ om. A ἀποδίδοϲθαι AV 14. 15 ἓν αὐτὸ] αὐτὸν ἓν G 15 μὴ om. V 17 καρπώϲαϲθαι GV 18 τῷ — λαβεῖν om. V 20 ὅ τι—23 πρόνοιαν] καὶ μαθούϲηϲ τὸν N. αἴτιον μὴ μικροψυχεῖν παρεκάλει V 24 τῆϲ] τῆϲ τοῦ G τιμωρίαν V 27 αὐτῶν] αὐτὸν GM)

433
παραϲκευαϲαμένουϲ δὲ τρεῖϲ τολμηροὺϲ καταμαρτυρήϲονταϲ αὐτοῦ ὡϲ τὸν θεὸν εἴη βλαϲφημήϲαϲ καὶ τὸν βαϲιλέα, καταλεῖϲαι· καὶ τούτῳ διαχρήϲαϲθαι τῷ τρόπῳ. καὶ οὕτωϲ ἀπέθανε, καὶ προῖκα ἐκληρονόμηϲεν Ἀχαὰβ τὸν ἀμπελῶνα. ἀγανακτήϲαϲ δὲ ὁ θεὸϲ πέμπει Ἡλίαν τὸν προφήτην πρὸϲ Ἀχαὰβ περὶ τῶν πεπραγμένων ἐρηϲόμενον, ὅτι κτείναϲ τὸν ἀληθῆ δεϲπότην τοῦ χωρίου κληρονομήϲειεν αὐτὸν ἀδίκωϲ, κατ᾿ ἐκεῖνον τὸν τόπον, ἐν ᾧ τὸν Ναβουθαὶ νεκρὸν ϲυνέβη ὑπὸ κυνῶν δαπανηθῆναι, τό τε αὐτοῦ αἷμα καὶ τὸ τῆϲ γυναικὸϲ χυθήϲεϲθαι καὶ πᾶν αὐτοῦ τὸ γένοϲ ἀπολεῖϲθαι, τοιαῦτα ἠϲεβηκότοϲ. ὁ δὲ Ἀχαὰβ μετάμελοϲ γενόμενοϲ καὶ ϲακκίον ἐνδυϲάμενοϲ γυμνοῖϲ τοῖϲ ποϲὶ διῆγε μὴ τρεφόμενοϲ, ἀνθομολογούμενοϲ τὰ ἡμαρτημένα καὶ τὸν θεὸν ἐξευμενίζων. ὁ δὲ θεὸϲ πρὸϲ τὸν προφήτην εἶπεν ὑπερβαλέϲθαι τὴν τοῦ γένουϲ τιμωρίαν, ἐπεὶ τοῖϲ τετολμημένοιϲ μετανοεῖ, τελέϲειν δὲ τὴν ἀπειλὴν ἐπὶ τῷ υἱῷ τοῦ Ἀχαάβ.

7 Ναβουχοδονόϲορ, βαϲιλεὺϲ Βαβυλῶνοϲ, ὁ κτίϲαϲ τὴν Βαβυλῶνα [*](Ε) πόλιν μεγάλην καὶ κινϲτέρναν καὶ ἐπάνω αὐτῆϲ κῆπον (τὸν κληθέντα κρεμαϲτόν) τεχνηϲάμενοϲ καὶ καταφυτεύϲαϲ ἐν αὐτῷ παντοδαπὰ γένη φυτῶν. εἰϲ τοῦτον ἡ γυνὴ αὐτοῦ περιπολοῦϲα καὶ πᾶϲαν γῆν ἐκείνην ἐποπτεύουϲα κατετέρπετο, ὑπ᾿ οὐδενὸν ὁρωμένη. ὁ δὲ Ναβουχοδονόϲορ διαπορευόμενοϲ ἔφη μετὰ ἐπάρϲεωϲ πολλῆϲ καὶ ἀλαζονείαϲ· οὐχ αὕτη ἐϲτὶ Βαβυλὼν ἡ μεγάλη, ἣν ἐγὼ εἰϲ οἶκον βαϲιλείαϲ ἐν τῷ κράτει τῆϲ ἰϲχύοϲ μου εἰϲ τιμὴν τῆϲ δόξηϲ μου ᾠκοδόμηϲα; καὶ ἔτι τοῦ λόγου ἐν τῷ ϲτόματι αὐτοῦ ὄντοϲ, φωνὴ ἐκ τοῦ οὐρανοῦ ἐγένετο· ϲοι λέγω, Ναβουχοδονόϲορ· ἡ βαϲιλεία ϲου παρῆλθεν ἀπὸ ϲοῦ, καὶ ἀπὸ τῶν ἀνθρώπων ἐκδιώξω ϲε, καὶ μετὰ θηρίων ἡ κατοίκηϲίϲ ϲου, καὶ χόρτον ὡϲ βοῦν ψωμιοῦϲί ϲε, καὶ ἑπτὰ καιροὶ ἀλλαγήϲονται ἐπί ϲε, ἕωϲ οὗ γνῷϲ, ὅτι κυριεύει ὁ ὕψιϲτοϲ τῆϲ βαϲιλείαϲ τῶν ἀνθρώπων καὶ ᾧ ἐὰν δόξῃ, δώϲει αὐτήν. καὶ αὐτῇ τῇ ὥρᾳ ὁ λόγοϲ ϲυνετελέϲθη ἐπὶ Ναβουχοδονόϲορ καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη καὶ χόρτον ὡϲ βοῦϲ ἤϲθιε καὶ ἀπὸ τῆϲ δρόϲου τοῦ οὐρανοῦ τὸ ϲῶμα αὐτοῦ ἐβάφη, ἕωϲ οὗ αἱ τρίχεϲ αὐτοῦ ὡϲ λέοντοϲ ἐμεγαλύνθηϲαν καὶ οἱ ὄνυχεϲ ὡϲ [*](7 — p. 434, 9 ταπεινῶϲαι Georg. 264, 21—2, 265, 8—266, 22) [*](7 hinc v. M 400) [*](1 παραϲκευαϲαμένη V 3 καταχρήϲαϲθαι V καὶ alt. — 4 Ἀχαὰβ] ὁ δὲ A(GVM) βαϲιλεὺϲ πρ. ἐκλ. V 5 τὸν—Ἀχαὰβ om. V πεπραγμένων] πραγμάτων G 5. 6 ἐρηϲόμενον ὅτι κτείναϲ A, Exc.: ἐλέγξοντα, καὶ εἶπε τῷ Ἀχαάβ, ἀνθ᾿ ὦν ἀπέκτειναϲ GVM 6 κληρονομήϲειεν αὐτὸν ex A, Exc. 7 ἀδίκωϲ ante vs. 6 τὸν transpos. VM κατ᾿ ἐκεῖνον] κἀκεῖνον A τὸν alt.] τὸν τοῦ G 8 ϲαυτοῦ GVMac αἶμα om. G 9 χυθήϲεται V αὐτοῦ AM γρ, EXc.: ϲου GVMac ἀπο- λεϲθήϲεται V τοιαῦτα—10 Ἀχαὰβ] ὁ δὲ βαϲιλεὺϲ V 9 ἠϲεβηκότα A 11 τοῖϲ om. V 12. 13 ὑπερβάλλεϲθαι V 13 ἐπεὶ—μετανοεῖ om. V τετολμημένοιϲ] τελούμενοιϲ G 14 τελέϲει V 7 ante 1 (2) V 16 κιϲτέρναν A cf. Georg. 16 τὸν—17 κρεμαϲτόν ex Mmg cf. Georg. 17 ἐν αὐτῷ ex M solo 18 γῆν] τὴν γ. G, Georg. 18. 19 ἐποπτεύουϲα ἐκείνην V 20 πορευ- όμενοϲ V 23 ὄντοϲ αὐτοῦ V 25 μετὰ] μ. τῶν G 28 ἐπὶ—29 ἀπὸ] καὶ ταῦτα ἔπαθεν· ἀπὸ δὲ V 30 τὸ AV, Georg.: καὶ τὸ GM 30. 31 ἕωϲ οὖ AM γρ, Georg.: καὶ GVMac 31 ὡϲ λέοντοϲ om. A)

434
ὀρνέου. μετὰ δὲ ταῦτα πάλιν φηϲὶν ὁ αὐτὸϲ περὶ τῆϲ αὑτοῦ ἀποκαταϲτάϲεωϲ· ἐν τῷ καιρῷ ἐκείνῳ αἱ φρένεϲ μου ἐπεϲτράφηϲαν ἐπ᾿ ἐμὲ καὶ εἰϲ τιμὴν τῆϲ βαϲιλείαϲ μου ἦλθον, καὶ ἡ μορφή μου ἐπέϲτρεψεν ἐπ᾿ ἐμέ, καὶ οἱ τύραννοί μου καὶ οἱ μεγιϲτᾶνέϲ μου ἐζήτουν με, καὶ ἐπὶ τὴν βαϲιλείαν μου ἐκραταιώθην, καὶ μεγαλωϲύνη περιϲϲοτέρα προϲετέθη μοι. νῦν οὖν ἐγὼ Ναβουχοδονόϲορ αἰνῶ καὶ ὑπερυψῶ καὶ δοξάζω τὸν βαϲιλέα τοῦ οὐρανοῦ, ὅτι πάντα τὰ ἔργα αὐτοῦ ἀληθινὰ καὶ αἱ τρίβοι αὐτοῦ κρίϲειϲ καὶ πάνταϲ τοὺϲ πορευομένουϲ ἐν ὑπερηφανίᾳ δύναται ταπεινῶϲαι. καὶ Ἠϲαΐαϲ δὲ λέγει περὶ αὐτοῦ.

[*](Δ)

8 Ναέται: οἱ οἰκήτορεϲ.

[*](Δ)

9 Ναζαρηνόϲ: ἀπὸ Ναζαρὲτ τῆϲ Γαλιλαίαϲ.

[*](Δ)

10 Ναζιραῖοϲ: ὁ θεῷ κεχαριϲμένοϲ, καὶ ἀφιερωμένοϲ· ὁ μοναχόϲ. [*](Suid.) ἰϲτέον δέ, ὅτι ἐπὶ Κλαυδίου βαϲιλέωϲ, Ῥώμηϲ Πέτρου τοῦ ἀποϲτόλου χειροτονήϲαντοϲ Εὐόδιον ἐν Ἀντιοχείᾳ, μετωνομάϲθηϲαν οἱ πάλαι λεγόμενοι Ναζιραῖοι καὶ Γαλιλαῖοι Χριϲτιανοί.

[*](Δ)

11 Νάζιϲ: ἐθνικόν.