Suidae lexicon
Suda
Suda, Suidae lexicon, Adler, Teubner, 1935
201 Μάριϲ, τῆϲ ἐν Βιθυνίᾳ Χαλκηδόνοϲ ἐπίϲκοποϲ· καταλαβὼν δὲ [*](Ε) Ἰουλιανὸν τὸν Παραβάτην θύοντα τῆ Τύχῃ ἐν τῇ βαϲιλικῇ Κωνϲταντινουπόλεωϲ, τηνικαῦτα χειραγωγούμενοϲ (ἦν γὰρ δὴ πρὸϲ τῷ γήρᾳ ὑπόχυϲιν ὀφθαλμῶν ὑπομείναϲ), πολλὰ τὸν βαϲιλέα προϲελθὼν περιύβριϲε τὸν ἀϲεβῆ καλῶν, τὸν ἀποϲτάτην, τὸν ἄθεον. ὁ δὲ λόγοιϲ τὰϲ ὕβρειϲ ἠμύνετο τυφλὸν καλέϲαϲ, καὶ οὐκ ἄν, φηϲίν, οὐδὲ ὁ Γαλιλαῖόϲ ϲου θεὸϲ θεραπεύϲῃ ϲε. Γαλιλαῖον γὰρ εἰώθει καλεῖν τὸν Χριϲτόν. ὁ δὲ δὴ Μάριϲ παρρηϲιαίτερον πρὸϲ τὸν βαϲιλέα εἶπεν· εὐχαριϲτῶ, φηϲί, τῷ θεῷ τῷ τυφλώϲαντί με, ἶνα μὴ ἴδω τὸ πρόϲωπόν ϲου, οὕτωϲ ἐκπεπτωκὸϲ πρὸϲ τὴν ἀϲέβειαν. οὐδὲν πρὸϲ ταῦτα ὁ Ἰουλιανὸϲ ἀπεκρίνατο, δεινῶϲ δὲ καὶ τοῦτο μετήρχετο· ἑωρακὼϲ γὰρ τοὺϲ ἐπὶ Διοκλητιανοῦ μαρτυρήϲανταϲ ὑπὸ τῶν Χριϲτιανῶν τιμωμένουϲ, προθύμωϲ τε ϲπεύδειν ἐπὶ τῷ μαρτυρῆϲαι πολλοὺϲ ἐπειγομένουϲ ὥϲπερ αὐτῷ τούτῳ τοὺϲ Χριϲτιανοὺϲ ἀμυνόμενοϲ, ἐπὶ ἑτέραν ἐτρέπετο. καὶ τὴν μὲν ὑπερβάλλουϲαν ἐπὶ Διοκλητιανοῦ ὠμότητα ὑπερέθετο· οὐ μὴν πάντη τοῦ διώκειν ἀπέϲχετο. διωγμὸν δὲ λέγω τὸ ὁπωϲοῦν ταράττειν τοὺϲ ἡϲυχάζονταϲ. ἐτάραττε δὲ ὧδε· νόμῳ ἐκέλευε Χριϲτιανοὺϲ παιδεύϲεωϲ μὴ μετέχειν, ἵνα μή, φηϲίν, ἀκονώμενοι τὴν γλῶτταν ἑτοίμωϲ πρὸϲ τοὺϲ διαλεκτικοὺϲ τῶν Ἑλλήνων ἀπαντῶϲι. πολλὰ δὲ ἐπὶ πολλοῖϲ μηχανηϲάμενοϲ ἔπειϲέ τιναϲ πρὸϲ τὸ θύειν ἀποκλῖναι· ἐν οἷϲ καὶ Ἑκηβόλιον Κωνϲταντινουπόλεωϲ ϲοφιϲτήν.
202 Μαρκελλῖνοϲ, ἀνὴρ ἐπιεικὴϲ καὶ γενναῖοϲ, ἐδυνάϲτευε μὲν Δαλμάταϲ, ἐν Ἠπείρῳ κατῳκημένων Ἰλλυριῶν, ἐπεπαίδευτο δὲ τὴν Ῥωμαΐδα παιδείαν καὶ μαντικῆϲ ἐμπειρότατοϲ ἐγεγόνει καὶ τἄλλα φιλολογώτατοϲ· ὃϲ ἐλευθέραν ἐκέκτητο τὴν ἀρχήν, οὔτε Ῥωμαίων βαϲιλείᾳ δουλεύων οὔτε ἄλλῳ δυναϲτεύοντι τῶν ἐθνῶν οὐδενί, ἀλλ᾿ ἦν αὐτό νομοϲ, μετὰ δικαιοϲύνηϲ ἐξηγούμενοϲ τῶν ὑπηκόων. παρῆν δὲ αὐτῷ καὶ φρόνηϲιϲ ἱκανὴ πολιτεύματοϲ καὶ ἀνδρεία θαυμαϲτή, μεμελετηκυῖα τὰ πρὸϲ πόλεμον· ᾧ ϲυνῆν Σαλούϲτιοϲ ὁ φιλόϲοφοϲ.
203 Μάρκελλοϲ, μάγιϲτροϲ Ἀρκαδίου τοῦ βαϲιλέωϲ, κόϲμοϲ ἀρετῆϲ [*](Ε) ἁπάϲηϲ ἤ, τό γε ἁρμονικώτερον εἰπεῖν, ἀρετή τιϲ ἔμψυχοϲ.
204 Μάρκελλοϲ, Περγαμηνόϲ, ῥήτωρ. ἔγραψε βιβλίον Ἀδριανὸν ἢ [*](Hesy.) περὶ βαϲιλείαϲ.
[*](200 l. ═ Ambr. 87 201 Socr. h. e. 3, 12 —13 202 Dam. fr. 91 cf. Phot. bibl. 342b 4 203 Eunap. attr. Ruhnken)[*](201 post 193 GM; 2 et 9 Μάρηϲ GVM 2 Χαλκηδόνοϲ] γράφεται καὶ Χαλκηδ(΄)ν A(GVM) mg. add. Ar δὲ ex A solo; ϲτήλη Τύχηϲ ἐν τῇ βαϲιλικῇ, ᾗ ἔθυϲεν (ἔθυεν Ar) ὁ μιαρὸϲ Ἰουλιανόϲ mg. add. ArVM 3. 4 Κωνϲταντινουπόλεωϲ e corr. rec. A, Socr.: cp. M Κωνϲταντινουπόλει AGV 8 θεραπεύϲει V, Socr. 11 καταπεπτωκὸϲ A 12 καὶ] καθὰ V 14 τῷ AVac: τὸ GVecM ὥϲπερ] ὥϲτε G 16 ἐπὶ Δ. ὠμότητα A, Socr.: ὠ. ἐπὶ Δ. GVM 17 ὑπέϲχετο V; Μάριϲ δὲ ὁ Πέρϲηϲ ἕτεροϲ ἦν mg. add. Ar 24 Δαλματείαϲ ed. pr. ἐπαιδεύετο V 26 Ῥωμαίων 27 ἦν om. A 29 πολιτεύματοϲ Kust. πολιτεύματ A πολιτεύματα V πολίτευμα GM 203 mg. M 32 ἁρμονικώτερον] ἁρμονικώτερον εἶπεν ἀντὶ τοῦ ἁρμοδιώτερον, μεγαλοφωνότατον mg. add. Ar 33 βιβλία GVM)205 Μάρκελλοϲ Σιδήτηϲ, ἰατρόϲ, ἐπὶ Μάρκου Ἀντωνίνου. οὗτοϲ ἔγραψε δι᾿ ἐπῶν ἡρωϊκῶν βιβλία ἰατρικὰ δύο καὶ μ΄, ἐν οἷϲ καὶ περὶ λυκανθρώπου.
206 Μάρκελλοϲ, ϲτρατηγὸϲ ἐπὶ Κομόδου· ὃϲ δωροδοκίαϲ τοϲοῦτον ἀπεῖχεν, ὅϲον τῆϲ γε φιλανθρωπίαϲ καὶ τῆϲ ἡμερότητοϲ μετεῖχεν. ὅπωϲ γὰρ δὴ διὰ πάϲηϲ τῆϲ νυκτὸϲ ἐγρηγορέναι δοκῇ καὶ κατὰ τοῦτο μηδὲ τῶν ἄλλων τιϲ τῶν ϲυνόντων οἱ τιϲ καθεύδῃ, ιβ΄ γραμματεῖα, οἷά γε ἐκ φιλύραϲ ποιεῖται, καθ᾿ ἑκάϲτην ἑϲπέραν ὡϲ εἰπεῖν ϲυνέγραφε καὶ προϲέταττέ τινι ἄλλο ἄλλῃ ὥρᾳ κομίζειν τιϲίν, ἵν᾿ ὡϲ καὶ ἀεὶ ἐγρηγορὼϲ θαυμάζηται. ἦν μὲν γὰρ καὶ ἄλλωϲ ὑπνομαχεῖν πεφυκώϲ, ἐπὶ πλεῖον δὲ αὐτὸ καὶ ἐκ τῆϲ τροφῆϲ ἠϲκήκει. τά τε γὰρ ἄλλα ἥκιϲτα ἄδην ἐϲιτεῖτο, καὶ ὅπωϲ μηδὲ τῶν ἄρτων διαπιμπλᾶται, ἐκ τῆϲ Ῥώμηϲ αὐτοὺϲ μετεπέμπετο, οὐχ ὡϲ οὐ δυνάμενοϲ τῶν ἐπιχωρίων ἐϲθίει, ἀλλ᾿ ἵν᾿ ὑπὸ τῆϲ παλαιότητοϲ αὐτῶν μὴ δύνηται μηδὲ ϲμικρῷ πλέον τοῦ πάνυ ἀναγκαίου φαγεῖν· τὰ γὰρ οὖλα αὐτοῦ κακῶϲ ἔχοντα ῥᾳδίωϲ ὑπὸ τῆϲ τῶν ἄρτων ξηρότητοϲ ᾑμάϲϲετο. ἐπετήδευε δ᾿ οὖν ἐπὶ μεῖζον αὐτὸ πλάττεϲθαι, ἵν᾿ ὡϲ μάλιϲτα διαγρυπνεῖν δοκῇ.
207 Μαρκιανόϲ· οὗτοϲ ἐπὶ Οὐάλεντοϲ τοῦ βαϲιλέωϲ ἦν καὶ Ἀγελίου ἐπιϲκόπου Κωνϲταντινουπόλεωϲ, ἐλλόγιμοϲ· ὃϲ πάλαι μὲν κατὰ τὰ βαϲίλεια ἐϲτρατεύετο, τότε δὲ πρεϲβύτεροϲ τῆϲ Ναυατιανῶν ἦν ἐκκληϲίαϲ, γραμματικοὺϲ λόγουϲ Ἀναϲταϲίαν τὴν τοῦ βαϲιλέωϲ θυγατέρα διδάϲκων.
208 Μαρκιανόϲ· οὗτοϲ ϲυνῆν Μουϲωνίῳ ἐκ Παμφυλίαϲ, ἀνὴρ ἐϲ ἀρετὴν ἅπαϲαν ὥϲπερ τιϲ κανὼν ἀπηκριβωμένοϲ· φιλόκαλοϲ γὰρ ὢν καὶ φιλάγαθοϲ ὁ Μουϲώνιοϲ τοὺϲ πανταχόθεν εἷλκε παῤ ἑαυτόν, ὥϲπερ ἡ μαγνῆτιϲ τὸν ϲίδηρον. οὐκ ἦν δὲ βαϲανίζειν ὁποῖόϲ τιϲ ὁ δεῖνα, ἀλλὰ Μουϲωνίου φίλον ἀκούϲαντα ὅτι καλὸϲ ἦν εἰδέναι.
209 Μαρκιανόϲ· οὗτοϲ ἐπὶ Ζήνωνοϲ ἤκμαζεν. ἐν ᾧ δὲ ἦν εὐκτηρίῳ πρεϲβύτεροϲ χειροτονηθείϲ, διετέλει. μεγίϲτηϲ δὲ ἐξουϲίαϲ τυχὼν παρὰ Ἴλλου οὗτοϲ ὁ πλάνοϲ καὶ τοῖϲ Ἐπικουρείοιϲ δόγμαϲιν ὁϲημέραι αὑτὸν κακύνων, αὐτοφυῆ ἔλεγε τὸν κόϲμον καὶ διοικεῖϲθαι οὐκ ἐκ θεοῦ, ἀλλ᾿ ἐξ ἐνεργείαϲ τῆϲ τῶν ἀϲτέρων. καθὸ γὰρ ἕκαϲτον αὐτῶν τῇ τούτων φθάϲει ϲυμπεριφερόμενον δινήϲει, τῶν κατ᾿ αὐτὴν τικτομένων τὴν ῥοπήν τὴν ἐπικρατείαν κληροῦνται.
[*](205 cf. Aetius Amiden. 6, 11 206 Cass. D. 72, 8, 3—5 ═ EV 2, 376, 6 20 207 Socr. h. e. 4, 9 208 ἀνὴρ sq. Eunap. fr. 44—5, FHG 4, 33 ═ ES 85, 13 18 cf. Byz. Zt. 21, 394)[*](206 cf. v. ὑπνομαχῶ)[*](A(GVM))[*](1 Σιδίτηϲ GFM cf. v. Τριβωνιανόϲ 2 2 ἰατρικὰ om. V 3 λυκάνου VM λυκαίου G 6 δοκῇ AGMec, Exc.: δοκεῖ Mac δοκεῖν V; ἔξήγηϲιϲ τοῦτο mg. add. Ar 7 τιϲ alt. om. Exc. 12 ἄδδην GM 15 οὖλα] ὅλα V; ϲη(μειῶϲαι) περὶ τῶν οὔλων Μαρκέλλου καὶ περὶ τῆϲ αὐτοῦ ἀϲκήϲεωϲ καὶ ὅπωϲ τὸ ὅλον οὐδὲν ἀπώναντό τινεϲ τῆϲ ἀκρότητοϲ ὁποῖοι οἱ τῶν ξλλήνων μάλιϲτα ἐπιδεικτικοί mg. add. Ar 20 πρεϲβύτεροϲ Socr.: cp. A πρεϲβύτηϲ GVM cf. vs. 29 25 παῤ A, Exc.: πρὸϲ GVM 29 πρεϲβύτηϲ GVM cf. vs. 20 30 οὗτοϲ — δόγμαϲιν] οὗ A 31 αὑτὸν om. A 32 ἐξ ἐνεργείαϲ] ἐκ ϲυνεργίαϲ V)210 Μάρκιοϲ, ϲτρατηγὸϲ Ῥωμαίων. οὗτοϲ ἐφυγαδεύθη ὑπὸ τοῦ [*](EV) δήμου· ἦν τε οἰμωγὴ καὶ δάκρυα τῶν προπεμπόντων αὐτὸν καὶ οἰκτειρόντων. ὁ δὲ Μάρκιοϲ οὔτε ἀνακλαυϲάμενοϲ ὤφθη τὰϲ ἑαυτοῦ τύχᾶϲ οὔτε ἀποιμώξαϲ οὔτε ἄλλο εἰπὼν ἢ δράϲαϲ ἀνάξιον τῆϲ ἑαυτοῦ μεγαλοφροϲύνηϲ οὐδοτιοῦν. ἔτι δὲ μᾶλλον ἐδήλωϲε τὴν καρτερίαν καὶ τὴν γενναιότητα τῆϲ γνώμηϲ, ἐπειδὴ οἴκαδε ἀφικόμενοϲ γυναῖκά τε εἶδε καὶ μητέρα καταρρηγνυμέναϲ τοὺϲ πέπλουϲ καὶ τὰ ϲτέρνα τυπτούϲαϲ καὶ οἷα εἰκόϲ ἐϲτιν ἐπὶ τοιαύταιϲ ϲυμφοραῖϲ λέγειν τὰϲ ἀπὸζευγνυμέναϲ ἀπὸ τῶν ἀναγκαιοτάτων ϲφίϲι θανάτοιϲ ἢ φυγαῖϲ ἀναβοώϲαϲ· οὐδὲ πρὸϲ τὰ δάκρυα τῶν παίδων ἔπαθεν· ὧν ὁ εἷϲ δέκα γεγονὼϲ ἔτη, ὁ δὲ ὑπαγκάλιοϲ· ἀλλ᾿ ἐξῄει κατὰ ϲπουδὴν ἐπὶ τὰϲ πύλαϲ, οὐθενὶ δηλώϲαϲ, ὅπου τὴν ἀπαλλαγὴν ποιήϲοιτο. ἦν δὲ ἀνὴρ ἄριϲτοϲ τὰ πολέμια καὶ πρὸϲ πάϲαϲ τὰϲ ἡδονὰϲ ἐγκρατήϲ, τά τε δίκαια οὐκ ἀπὸ νόμου μᾶλλον ἀνάγκηϲ ἅπαϲιν ἀποδιδούϲ, ἀλλ᾿ ἑκών τε καὶ προϲπεφυκὼϲ πρὸϲ αὐτὰ εὖ. καὶ οὐ μόνον αὐτὸϲ ἁγνεύειν ἀπὸ πάϲηϲ κακίαϲ προθυμούμενοϲ, ἀλλὰ καὶ τοὺϲ ἄλλουϲ προϲαναγκάζειν δικαιῶν, μεγαλόφρων τε καὶ δωρηματικὸϲ καὶ ἐϲ ἐπανόρθωϲιν προχειρότατοϲ. ἀλλὰ γὰρ ἐν ἀδυνάτῳ ἦν ἄρα πάϲαϲ τὰϲ ἀρετὰϲ ἐν ἀνθρώπου γενέϲθαι φύϲει, οὐδὲ φύεταί τιϲ ἀπὸ θνητῶν καὶ ἐπικήρων ϲπερμάτων περὶ πάντα ἀγαθόϲ· ἐκείνῳ γε οὖν πάντα καὶ τὰϲ ἀρετὰϲ ὁ δαίμων χαριϲάμενοϲ ἑτέραϲ οὐκ εὐτυχεῖϲ κῆράϲ τε καὶ ἄταϲ προϲῆψε. τὸ γὰρ πραῢ καὶ φαιδρὸν οὐκ ἐπῆν αὐτοῦ τοῖϲ τρόποιϲ, οὐδὲ τὸ θεραπευτικὸν τῶν πέλαϲ ἔν τε ἀϲπαϲμοῖϲ καὶ προϲαγορεύϲει, οὐδὲ δὴ τὸ εὐδιάλλακτον καὶ μετριοπαθέϲ, ὁπότε δι᾿ ὀργῆϲ ὅτῳ γένοιτο, οὐδὲ ἡ πάντα τὰ ἀν θρώπινα ἐπικοϲμοῦϲα χάριϲ, ἀλλ᾿ ἀεὶ πικρὸϲ καὶ χαλεπὸϲ ἦν. ταῦτα τε δὴ αὐτὸν ἐν πολλοῖϲ ἔβλαψε, καὶ πάντων μάλιϲτα ἡ περὶ τὰ δίκαια καὶ τὴν φυλακὴν τῶν νόμων ἄκριτόϲ τε καὶ ἀπαράπειϲτοϲ καὶ οὐθὲν τῷ ἐπιεικεῖ διδοῦϲα ἀποτομία. ἔοικεν ἀληθὲϲ εἶναι τὸ ὑπὸ τῶν ἀρχαίων λεγόμενον φιλοϲόφων, ὅτι μεϲότητέϲ εἰϲιν, οὐκ ἀκρότητεϲ αἱ τῶν ἠθῶν ἀρεταί, μάλιϲτα δὲ ἡ δικαιοϲύνη. οὐ γὰρ μόνον λείπουϲα τοῦ δικαίου πέφυκεν, ἀλλὰ καὶ ὑπερβάλλουϲα· αὐτοῖϲ τε οὐ λυϲιτελήϲ ἐϲτιν, ἀλλ᾿ αἰτία μεγάλων ϲυμφορῶν. Μάρκιον γὰρ τὸ ἄκρον δίκαιον ἔβλαψε, καὶ ἐξηλάθη τῆϲ πατρίδοϲ· πάντα γὰρ τὰ μὴ δίκαια ἀντιλέγων μῖϲοϲ ἤγειρεν. εἰ μὲν οὖν ἅμα τοῖϲ ϲώμαϲι διαλυομένοιϲ καὶ τὸ τῆϲ ψυχῆϲ, ὅ τι δή ποτέ ἐϲτιν ἐκεῖνο, ϲυνδιαλύεται, καὶ οὐδαμῆ οὐθὲν ἔτι ἐϲτίν, οὐκ οἶδα πῶϲ μακαρίουϲ ὑπολάβω τοὺϲ μηθὲν μὲν ἀπολούϲανταϲ τῆϲ ἀρετῆϲ ἀγαθόν, δι᾿ αὐτὴν δὲ ταύτην ἀπολομένουϲ· εἰ δὲ καὶ ἄφθαρτοι μέχρι τοῦ παντὸϲ αἱ ψυχαὶ τυγχάνουϲιν ἡμῶν οὖϲαι, ἢ [*](210 Dionys. Hal. 7, 67; 8, 60 — 2 cf. EV 2, 73, 1 — 75,7) [*](210 cf. v. ὑπαγκάλιοϲ) [*](12 οὐθενὶ A, Dionys.: οὐδενὶ GVM 13 ἐγκρατείαϲ V 23 προαγορεύϲει A(GVM) GM 27 ἄκριτά V 30 δὲ om. AV 32 αἰτία] αὐτίκα V 34 οὖν om. A διαβαλλομένοιϲ V 35 οὐδὲν G)
211 Μάρκιοϲ νέοϲ· ζήτει ἐν τῷ Βουολοῦϲκοι.
212 Μάρκιον: ὄνομα ὄρουϲ.
213 Μαρκίωνοϲ.
214 Μάρκοϲ, ὁ καὶ Ἀντωνῖνοϲ, βαϲιλεὺϲ Ῥωμαίων ὁ ἐπαινετὸϲ κατὰ πάντα φιλόϲοφοϲ· ἀκροατὴϲ μὲν καὶ ἄλλων πολλῶν γενόμενοϲ. ὕϲτερον δὲ διήκουϲε Σέξτου, ἐκ Βοιωτίαϲ φιλοϲόφου, ἐπ᾿ αὐτῆϲ Ῥώμηϲ, θαμίζων αὐτῷ καὶ φοιτῶν ἐπὶ θύραϲ· πρὸϲ ὃν καὶ Λούκιόϲ τιϲ ῥήτωρ, γνώριμοϲ Ἡρώδου τοῦ Ἀθηναίου ῥήτοροϲ, ἤρετο προϊόντα, ποῖ βαδίζοι καὶ ἐφ᾿ ὅ τι. καὶ ὁ Μάρκοϲ, καλόν, ἔφη, καὶ γηράϲκοντι τὸ μανθάνειν. εἶμι δὴ πρὸϲ Σέξτον τὸν φιλόϲοφον μαθηϲόμενοϲ ἃ οὔπω οἶδα. καὶ ὁ Λούκιοϲ ἐξάραϲ τὴν χεῖρα εἰϲ τὸν οὐρανόν, ὦ ἥλιε, ἔφη, ὁ Ῥωμαίων βαϲιλεὺϲ γηράϲκων ἤδη δέλτον ἐφαψάμενοϲ ἐϲ διδαϲκάλου φοιτᾷ. ὁ δὲ ἐμὸϲ βαϲιλεὺϲ Ἀλέξανδροϲ δύο καὶ τριάκοντα [*](Hesy.) ἐτῶν ἀπέθανεν. οὗτοϲ ἔγραψε τοῦ ἰδίου βίου ἀγωγὴν ἐν βιβλίοιϲ ιβ΄.
215 Μάρκοϲ, βαϲιλεὺϲ Ῥωμαίων· ὃν ἐκπλήττεϲθαι ἐν ϲιωπῇ μᾶλλον ἢ ἐπαινεῖν ῥᾴδιον, οὐδενὸϲ λόγου ταῖϲ τοῦ ἀνδρὸϲ ἀρεταῖϲ ἐξιϲουμένου. ἐκ πρώτηϲ γὰρ ἤδη τῆϲ ἡλικίαϲ εὐϲταθῆ τε καὶ ἡϲύχιον βίον ὑποϲτηϲάμενοϲ οὔτε κατὰ δέοϲ οὔτε καθ᾿ ἡδονὴν τραπεὶϲ τὸ πρόϲωπον ὤφθη πώποτε. ἐπαινεῖ δὲ τῶν φιλοϲόφων τοὺϲ ἀπὸ τῆϲ Στοᾶϲ καὶ ἦν ἄρα ἐκείνων μιμητὴϲ οὐ μόνον κατὰ τὴν τῶν διαιτημάτων ἐπιτήδευϲιν, ἀλλὰ καὶ κατὰ τὴν τῶν μαθημάτων ϲύλληψιν. οὕτω γοῦν ἐκ νέαϲ κομιδῆ τῆϲ ἡλικίαϲ ἐξέλαμπεν, ὡϲ πολλάκιϲ τὸν Ἀδριανὸν ἐπὶ τοῦτον ἐθελῆϲαι τὸν τῆϲ βαϲιλείαϲ ἀγαγεῖν κλῆρον. ἐπεὶ δὲ ἔφθαϲε τὸν Εὐϲεβῆ πρότερον κατὰ νόμον ποιηϲάμενοϲ, ἐκείνῳ μὲν τὴν ἑαυτοῦ διαδοχὴν ἐφύλαξε, τοῦτον δὲ ϲυνοικεῖν ἔγνω διὰ τῆϲ ἐπιγαμίαϲ τῷ Εὐϲεβεῖ, ὡϲ ἂν κατὰ τὴν τοῦ γένουϲ διαδοχὴν ἐϲ τῆν ἡγεμονίαν [*](212 cf. Steph. Byz. 213 ═ Ambr. 73, Ps. Herodian. 196 214 Σέξτον — vs. 24 ἀπέθανεν Philostr. vit. soph. 2, 9 215 lo. Antioch. fr. 116, FHG 4, 582 EV 1, 188, 11 — 189, 2) [*](215 cf. v. ὑποϲτηϲάμενοϲ) [*](A(GVM)) [*](5 Βολοῦϲκοι V τοῦτον in τούτῳ corr. A 9 φ΄] φηϲι V 211 om. AF mg. Ar post 213 V 11 νέοϲ] καὶ add. Ar 212 post 209 GM, ordo poscit 17 θύραιϲ GVM, v. l. Philostr. πρὸϲ del. Kust. 18 προϲιόντα A 22 ὁ Ῥωμαίων] ὁρωμένων A 24 ἀπέθανεν] τελευτᾷ G 29 ἐπῄνει Vales. ἀπὸ om. A 32 ἐξέλαμψεν G, Vales. 34 νόμον] παῖδα add. Exc.)
216 Μάρκοϲ, βαϲιλεὺϲ Ῥωμαίων, ὁ Εὐϲεβὴϲ ἐπικληθείϲ. οὗτοϲ εἶχε [*](EV) μὲν καὶ τὰϲ ἄλλαϲ ἀρετὰϲ ἁπάϲαϲ, καὶ ἄριϲτα δὴ πάντων τῶν ἐν κράτει τινὶ γενομένων ἦρξε, πλὴν καθόϲον οὐ πολλὰ τῷ ϲώματι ἀνδρίζεϲθαι ἐδύνατο· καὶ τοῦτο ἐξ ἀϲθενεϲτάτου καρτερικώτατον ἀπέδειξε. πλεῖϲτον δὲ ἐν εὐεργεϲίᾳ διῆγεν, ὅθεν που καὶ νεὼν αὐτῆϲ ἱδρύϲατο, ὀνόματί τινι ἰδιωτάτῳ καὶ μήποτε ἀκουϲθέντι προϲκαλέϲαϲ αὐτήν. αὐτὸϲ μὲν γὰρ πάντων τῶν ἁμαρτημάτων ἀπείχετο καὶ οὔτε ἑκὼν οὔτε ἄκων ἐπλημμέλει, τὰ δὲ δὴ τῶν ἀλλοτρίων ἁμαρτήματα, καὶ μάλιϲτα τὰ τῆϲ γυναικόϲ, ἔφερε καὶ οὔτε ἐπολυπραγμόνει οὔτε ἐκόλαζεν. ἀλλ᾿ εἰ μέν τιϲ χρηϲτόν τι ἔπραττεν, ἐπῄνει καὶ ἐχρῆτο ἐϲ ἐκεῖνο αὐτῷ, τῶν δὲ ἑτέρων οὐ προϲεποιεῖτο, λέγων, ὅτι ποιῆϲαι μέν τινι ἀνθρώπουϲ ὁποίουϲ βούλεται ἔχειν ἀδύνατόν ἐϲτι, τοῖϲ δὲ δὴ οὖϲι προϲήκει, ἐϲ ὅ τι ἄν τιϲ αὐτῶν τῷ κοινῷ χρήϲιμοϲ ᾖ, χρῆϲθαι. ἔτη γάρ ν΄ καὶ μῆναϲ ι΄ ἡμέραϲ τε κ΄ ζήϲαϲ καὶ ιθ΄ ἔτη ἡμέραϲ ια΄ αὐταρχήϲαϲ ὅμοιοϲ διὰ πάντων ἐγένετο καὶ ἐν οὐδενὶ ἠλλοιώθη. ἀγαθὸϲ δὲ ἦν καὶ οὐδὲν προϲποιητὸν εἶχε. πάμπολλα γὰρ καὶ ὑπὸ παιδείαϲ ὠφελήθη, ἐν ῥητορικῆϲ καὶ φιλοϲοφίαϲ λόγοιϲ ἀϲκηθείϲ. ἀφ᾿ οὗ δὴ παμπληθεῖϲ φιλοϲοφεῖν ἐπλάττοντο, ἵνα ὑπ᾿ αὐτοῦ πλουτίζωνται. πλεῖϲτον δὲ ὅμωϲ ὑπὸ τῆϲ φύϲεωϲ ἐξήρθη. λέγει καὶ ἄλλουϲ μυρίουϲ ἐπαίνουϲ εἰϲ αὐτὸν Δίων.
217 Μάρκοϲ Ἀπίκιοϲ, Ῥωμαῖοϲ, ὡϲ ἦν ἀϲωτίαϲ πέραϲ οὐδεὶϲ ἀντιφήϲει· [*](Ε) δοκεῖ δέ πωϲ μεγαλονοίαϲ ἔργον ἐκεῖνο ἀποδείξαϲθαι ἐν αὑτοῦ. ἑϲτιῶντο ὁϲημέραι, καὶ γὰρ ἔζη, φαϲί, τῇ γαϲτρὶ καὶ τοῖϲ ἐκείνηϲ ἀκρατεϲτέροιϲ. καί ποτε μεταξὺ θοιναζόντων, Φάβιοϲ, τῶν ὑπατευκότων εἷϲ, λαβὼν ἔκπωμα κρυϲτάλλου μέγα τίμιον, εἶτα ἄκων κατέαξεν αὐτό· καὶ ἐπὶ τούτῳ ϲυννεφὴϲ ἦν, ἄχει πληγεὶϲ τὴν ψυχήν. ὁ τοίνυν Ἀπίκιοϲ πειρώμενοϲ αὐτὸν τῆϲ λύπηϲ ἀπάγειν, οὐ καταβαλεῖϲ, φηϲί, τὸ πραχθὲν καὶ ϲεαυτὸν ἡμῖν παρέξειϲ φαιδρότερον ϲυμπότην; ἢ ϲοὶ φίλῳ ὄντι τοῦτο δρᾶϲαι οὐκ ἐξέϲται, ὅπερ οὖν δρῶϲι καὶ τῶν οἰνοχόων καὶ τῶν ἀργυρωνήτων πολλοὶ πολλάκιϲ;
218 Μάρκοϲ Μάλλιοϲ, εὐπατρίδηϲ, Κελτῶν ἐπελθόντων τῇ Ῥώμῃ, [*](EV) ταύτην περιέϲωϲε καὶ τιμῶν μεγίϲτων ἠξιώθη. ὕϲτερον δὲ πρεϲβύτην [*](216 οὗτοϲ—vs. 25 ἐξήρθη Cass. D. 71, 34, 2 —35, 2 ═ EV 2, 372, 24 —375, 18 217 Aelian. fr. 111 218 App. Ital. fr. 9 ═ EV 2, 217, 13 — 21) [*](2 εὐποιήϲει V, Exc. 9 γενομένων τινὶ G(V)M 10. 11 ὑπέδειξε GVM A(GFVM) 25. 26 ἐπαίνουϲ μυρίουϲ GVM 27 ὡϲ AF: ὃϲ GVM 28 αὑτοῦ A: αὑτῷ GVM 29 εἱϲτιῶν V, ἑϲτιῶν Bhd. φαϲί Kust.; φηϲί omnes ἐκείνοιϲ V 32 ἄχει] ἄχρι A 35 τοῦτο] τοῦ V οὖν om. GVM 37 τὴν Ῥώμην GVM)
219 Μάρκοϲ, Ἀρεθουϲίων ἐπίϲκοποϲ, λόγῳ καὶ βίῳ κεκοϲμημένοϲ· ὃν ἐπὶ Ἰουλιανοῦ πολλαῖϲ αἰκίαιϲ ὑπέβαλον, καὶ εἰϲ ὑπονόμουϲ ἐμβαλόντεϲ, εἶτα παιδίοιϲ παρέδοϲαν κεντεῖν αὐτὸν ταῖϲ γραφίϲι. μετὰ δὲ ταῦτα εἰϲ γύργαθον ἐμβαλόντεϲ καὶ γάρῳ καὶ μέλιτι χρίϲαντεϲ, ὑπαίθριον ᾐώρηϲαν ἐν θέρουϲ ἀκμῇ, ϲφῆκαϲ ὁμοῦ καὶ μελίτταϲ εἰϲ θοίνην Suid. προκαλούμενοι. ὁ δὲ ἀνενδότωϲ διεκαρτέρηϲε. ὅτι Μάρκοϲ ὁ εὐαγγελιϲτὴϲ ἔχει τίτλουϲ μη΄, κεφάλαια λϚ΄.