Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

342 Καπίτων, Λύκιοϲ, ἱϲτορικόϲ. οὗτοϲ ἔγραψεν Ἰϲαυρικὰ βιβλία [*](Hesy.) ὀκτώ, Μετάφραϲιν τῆϲ ἐπιτομῆϲ Εὐτροπίου, Ῥωμαϊϲτὶ ἐπιτεμόντοϲ Λίβιον τὸν Ῥωμαῖον, καὶ περὶ Λυκίαϲ καὶ Παμφυλίαϲ.

343 Κάπνη: ἡ καπνοδόκη. Ἀριϲτοφάνηϲ· τί ποτ᾿ ἄῤ ἡ κάπνη [*](Ar.) ϲοφεῖ;

344 Καπνίαϲ οἶνοϲ· ὃϲ γίνεται ἐν Βενεβέντῳ τῆϲ Ἰταλίαϲ. καὶ [*](Ar. + Σ) Καπνία ἄμπελοϲ, ἡ μέλαινα. λύϲιϲ ὀνείρου· Βενεβεντὸν λέγουϲι [*](on.) πνευματῶ βίαν. περὶ καπνιζομένων ζήτει ἐν τῷ θυμιᾶν.

345 Καπνίαϲ: ποιητήϲ, ὁ μηδὲν λαμπρὸν γράφων.

[*](Σ)

346 Καπνοῦ ϲκιά: ἐπὶ τῶν λίαν ἰϲχνῶν. κοὐκ οἶδ᾿ ἐναίρων [*](Prov. ?) νεκρὸν ἢ καπνοῦ ϲκιάν, εἴδωλον ἄλλωϲ· οὐ γὰρ ἂν ϲθένοντά γε εἷζλέ [*](Soph.) με. λέγεται ὁ καπνὸϲ καὶ ἀμενηνόϲ. καὶ παροιμία· καπνὸν εἶναι ἡγούμην. [*](Suid.) ἐπὶ τῶν οὐδαμινῶν καὶ οὐδενὸϲ ἀξίων.

347 Καπρίαι: αἱ ἐντὸϲ τῶν πτερυγωμάτων τῆϲ φύϲεωϲ τῶν καμήλων ἐπανεϲτῶϲαι ϲάρκεϲ, ἃϲ τέμνουϲιν, ὁπόταν εἰϲ πόλεμον ἐξίωϲιν. οὐκέτι γὰρ ϲυνουϲιάζουϲιν.

348 Κάπροϲ: τὸ αἰδοῖον τοῦ ἀνδρόϲ.

[*](Ar.)

349 Κάπροϲ: Ἐρυμάνθιοϲ· Δρύοπεϲ, ἔθνοϲ περὶ τὴν Πυθῶνα ἄδικον, ὃ [*](Suid.) Ἡραλῆϲ μετῴκιϲεν. ὅτε γὰρ τὸν Ἐρυμάνθιον κάπρον ἔφερεν, ἐζήτει αὐτοὺϲ τροφήν· οἱ δὲ οὐκ ἔδωκαν·

350 Καπρῶνταϲ: ὁρμητικῶϲ ἔχονταϲ πρὸϲ ϲυνουϲίαν.

[*](Σ)

351 Καπύη: ὄνομα πόλεωϲ μεγίϲτηϲ. ἡ δὲ Καπύη μεταθεμένη πρὸϲ τοὺϲ [*](Suid.) Καρχηδοίουϲ τῷ βάρει ϲυνεπεϲπάϲατο καὶ τὰϲ ἄλλαϲ πόλειϲ.

352 Κάρ· Ἀριϲτοφάνηϲ· εἰ δὲ δοῦλόϲ ἐϲτι καὶ Κάρ, ὥϲπερ Ἐξηκεϲτίδηϲ [*](Ar.) φυϲάτω πάππουϲ παῤ ἡμῖν, καὶ φανοῦνται φράτορεϲ.

353 Κάραμβιϲ: τόποϲ τίϲ.

[*](Δ)

354 Καραδοκεῖ: προϲδοκᾷ, καταϲκοπεῖ. παρὰ τὸ τῇ κάρᾳ δοκεύειν, [*](Σ) [*](343 Ar. Vsp. 143 c. sch. 344 — ἄμπελοϲ sch. Ar. Vsp. 151 cf. Ath. 1, 31 e Καπνία sq. ═ H Βενεβεντὸν—βίον Astramps. 345 cf. P, H 346 — ἰϲχνῶν ad Phryn. 83, 4 supplendum adduxit Borries κοὐκ — με Soph. Ph. 946 8 347 Ar. Byz. Ep. 122, 10—13 348 cf. sch. Ar. Lys. 202 350 ═ P cf. sch. Ar. Pl. 1024, Ael. D. fr. 220 ap. Eust l. 1183, 19 352 Ar. Av. 7640— 5 353 l.═ L 354 — καταϲκοπεῖ ═ P, Ba 267, 26 cf. H παρὰ sq. cf. An. Ox. 2, 455, 7, Et. M. 490, 33; Diphil. fr. 35) [*](344 Astramps. cf. v. B 238 346 cf. 165 346 λέγεται sq. ex v. Α 1551 349 ex v. Δ 1546 cf. v. Ε 3104 351 ex v. B 120) [*](2 ἀπέθετο F Σατούριον F Σατούρνιον ed. pr. 4 ἐν τῇ γῇ] ss. rec. ArF(GVM) in F 5 οὖτοϲ—7 Παμφυλίαϲ om. F 6 ὀκτώ] ιη΄ coll. Steph. Byz. v. Ψίμαδα Pearson τοῦ ante Ῥωμαϊϲτὶ add. Daub 8 ἄρ᾿] ἂν F 10 Βενετῷ F 16 λέγεται—17 ἀξίων om. F 16 παροιμία A: παρὰ GVM 17 μηδενὸϲ GMV 19 ἐπαναϲτῶϲαι AGM 21 Κάπροϲ] ζήτει παρακάτω add. V 349 om. F post 351 V 22 τὴν] τὸν GM 23 ἔφερον GM 351 om. F post 354 V 30 Κάραμβιϲ A, Laur.: Κάραβιϲ GVM, ordo poscit, Κάβαριϲ F 31 τὸ om. V)

30
[*](Ecl.) ἤγουν ἐμβλέπειν καὶ ἐπιτηρεῖν καὶ ἐλπίζειν, ἢ τὸ τῇ κεφαλῇ προβλέπειν ἐκδεχόμενον. μήποτε τὸ κέαρ ἔγκειται. τὸ γὰρ καρηβαρεῖν, ἤτοι καταβαρεῖϲθαι τὴν κεφαλὴν ἢ παραβάλλειν αὐτὴν ἀπὸ μέθηϲ. τινὲϲ δέ, ὅτι ϲύνθετόν ἐϲτι τὸ κάτω κάρα ἐπιφέρειν τὸ καραδοκεῖν, παρατίθενται Δίφιλον λέγοντα· τὴν νύκτ᾿ ἐκείνην διεκαρανόμηϲεν.

[*](Ε)

355 Καραδοκήϲοντα· Ἡρόδοτοϲ. ὁ δὲ πέμπει εἰϲ Δελφοὺϲ Κάδμον καραδοκήϲοντα τὴν μάχην, ᾗ πεϲεῖται.

356 Κάρανοϲ, εἷϲ τῶν Ἡρακλειδῶν, ϲτρατολογήϲαϲ ἐκ τῆϲ Ἑλλάδοϲ, ἦλθεν εἰϲ Μακεδονίαν ἄδοξον οὖϲαν τότε καὶ ἐβαϲίλευϲε καὶ διαδοχῇ κέχρηται μέχρι Φιλίππου. Ἀμύνταϲ δὲ ὁ Φιλίππου πατὴρ Εὐρυδίκην Ἰλλυρίδα γήμαϲ ἔϲχε παῖδαϲ Ἀλέξανδρον, Περδίκκαν, Φίλιππον· οἣϲ ἔνιοι καὶ ὑποβεβλῆϲθαι τὴν Εὐρυδίκην φαϲί. πολεμήϲαϲ δὲ Θηβαίοιϲ ὅμηρον ἔδωκε νέον ὄντα τὸν Φίλιππον· οὗ γενέϲθαι Θηβαῖόν τινα Παμμένην ὄνομα ἐραϲτήν, ὥϲ φαϲιν. Ἀμύντου δὲ τελευτήϲαντοϲ, Παυϲανίαϲ φυγαδευθεὶϲ ὑπ᾿ αὐτοῦ πρότερον, κατελθὼν ἐβιάϲατο τοὺϲ παῖδαϲ καὶ κατέϲχε τὴν ἀρχήν. Εὐρυδίκη δὲ Ἀθηναίων ϲτρατηγῷ διατρίβοντι περὶ τὴν Μακεδονίαν χρηϲαμένη ϲυμμάχῳ, τὸν Παυϲανίαν ἐκβάλλει. ἕωϲ μὲν οὖν ἦρχον οἱ πρεϲβύτεροι, οὐδὲν ἐνεωτερίζετο· Φίλιπποϲ δὲ ἄρξαϲ δύο καὶ εἴκοϲιν ἔτη γεγονὼϲ πολλοὺϲ κατεϲτρέφετο βαρβάρουϲ τε καὶ Ἕλληναϲ, ἔλαβε δὲ καὶ Ἀθηναίων Ἀμφίπολιν καὶ Θετταλίαν ὑφ᾿ ἑαυτῷ ἐποιήϲατο καὶ τὰϲ Χαλκιδικὰϲ πόλειϲ δύο καὶ τριάκοντα, ὧν ἐπρώτευον Ὀλύνθιοι. ὃϲ Ποτίδαιαν ἀφελόμενοϲ Ἀθηαίων, ἐδωρήϲατο ἀπατῶν αὐτούϲ. ὅμωϲ δὲ βοηθοὺϲ ἔπεμψαν Ἀθηναῖοι ναῦϲ μ΄ καὶ Χάρητα ϲτρατηγόν· οὗ χειμῶνι ἀποληφθέντοϲ, προδόντων δὲ τὴν Ὄλυνθον Εὐθυκράτουϲ καὶ Λαϲθένουϲ, τὴν μὲν ἀνάϲτατον ἐποίηϲε, τὰϲ δὲ ἄλλαϲ πόλειϲ εἷλεν· Ἀθηναῖοι δὲ τοὺϲ περιϲωθένταϲ πολίταϲ ἐποιήϲαντο. Μεθωναίοιϲ δὲ τοῖϲ ἐπὶ Θρᾴκηϲ πολεμῶν τὸν ὀφθαλμὸν ἐπηρώθη, Ἀϲτέροϲ τινὸϲ ὄνομα βαλόντοϲ αὐτὸν βέλει, ἐπιγράψαντόϲ τε τῷ βέλει· Ἀϲτὴρ Φιλίππῳ θανάϲιμον πέμπει βέλοϲ. πρὸϲ ὃν ἀντιγράψαϲ ἔπεμψε βέλοϲ ὁ Φίλιπποϲ· Ἀϲτέρα Φίλιπποϲ, ἢν λάβῃ, κρεμήϲεται. καὶ ὑποϲχόμενοϲ εἰρήνην ἐξῄτηϲε καὶ λαβὼν ἐκρέμαϲεν. εἷλε δὲ καὶ Κερϲοβλέπτην, Θρᾳκῶν βαϲιλέα καὶ φίλον Ἀθηναίων, καὶ Ἁλόνηϲον ἔλαβε, καὶ ἄλλαϲ πόλειϲ· μεθ᾿ ἃ ὁ πόλεμοϲ ὁ Φωκικὸϲ ϲυνέϲτη.

[*](Σ)

357 Καρανούϲθω: τελειούϲθω.

358 Κάραϲ: ὄνομα ἔθνουϲ.

[*](355 Hdt. 7, 163, 2 356 init. cf. Syncell. p. 498 ed. Bonn. 357 ═ P, H)[*](358 cf. 374)[*](ArF(GVM))[*](2 ἐκδεχόμενοϲ V μήποτε] δὲ add. AG ss. M γὰρ] δὲ G 3 παρὰ τὸ βάλλειν G, Ecl. Et. 4 τὸ pr.] τοῦ AMec 6 Καραδομήϲαντα F 9 ἄδοξον F: ἔνδοξον rell. καὶ alt.— 34 ϲυνέϲτη om. F 10 ὁ πατὴρ ὁ Φιλίππου V 16 Ἀθηναίῳ V 22 ὃϲ] οἷϲ Gsf. Ποτίδαιαν A: cp. GVM 24 χειμῶνοϲ V ἀπολειφθέντοϲ A 26 ἀνάϲτρατον VM πόλειϲ ex A solo 358 om. F post 356 V 36 Κᾶρεϲ A Κᾶκαϲ V)
31

359 Καρατομεῖται: ἀποκεφαλίζεται.

[*](Σ)

360 Καρβάϲιναι: εἶδοϲ ὑποδήματοϲ. ἐπειδὴ ἀπέλειπε τὰ ἀρχαῖα [*](Δ + Σ) ὑποδήματα, καρβάϲινα εἶχον ἐκ τῶν νεοδάρτων βοῶν.

361 Κάρβων, Κάρβωνοϲ. λύϲιϲ ὀνείρου· ἄνθραξι βαίνειν ἐχθρικὴν δηλοῖ [*](Δ) βλαβήν.