Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

382
[*](Soph.)

2618 Ἐπιϲτέλλει: ἐντέλλεται, ὑποτίθεται. νῦν ἐπιϲτέλλει ϲαφῶϲ [*](EL) τοὺϲ αὐτοένταϲ χειρὶ τιμωρεῖν τιναϲ. ὁ δὲ ϲτρατηγὸϲ τῶν Περϲῶν τοὺϲ λόγουϲ δι’ ἐπιϲτολέωϲ εἰϲ βαϲιλέα παρέπεμψεν.

2619 Ἐπιϲτεφέαϲ κρατῆραϲ: ὑπερχειλεῖϲ. οὕτω γὰρ ἐποίουν τοὺϲ κρατῆραϲ οἱ παλαιοί, πρὸϲ οἰωνοῦ τιθέμενοι. ἑκάϲτῳ δὲ ποτήριον παρέκειτο, καὶ μετὰ τὸ διανεῖμαι ἐπαρξάμενοι ἐκίρνων. πᾶϲι δ᾿ ἐπαρξάμενοι, οὐ τοῖϲ ποτηρίοιϲ, ἀλλὰ τοῖϲ ἀνδράϲιν.

[*](Σ)

2620 Ἐπιϲτείβων: περιπατῶν.

[*](Δ)

2621 Ἐπιϲτείριον: τὸ τῆϲ νηόϲ.

[*](Δ Σ)

2622 Ἐπίϲτη: ἀόριϲτοϲ δεύτεροϲ. ἀντὶ τοῦ ἐπίϲταϲαι. ἢ ἐπιτίθει.

[*](Σ)

2623 Ἐπίϲτηθι: ἐπενέχθητι, ἐπιτέθητι.

2624 Ἐπιϲτήματα: ϲτῆλαι ἐπιτάφιοι. ἔθαψάν τε ἐκείνουϲ αὐτόθι, [*](Ε) ϲεμνῶϲ τε καὶ ϲοβαρῶϲ ἐπιϲτήματα ἐπέϲτηϲαν. νεανία ἤϲτην, ὁ μὲν ἤδη γενειῶν, ὁ δὲ αὐτοῖν γυμνὸϲ τὴν παρειὰν ἔτι.

[*](Phil.)

2625 Ἐπιϲτήμη καὶ αἴϲθηϲιϲ τῶν ἀνομογενῶν καὶ μὴ πολὺ διεϲτώτω· ἕτερα ἀλλήλων κατὰ γένοϲ. τῆϲ μὲν γὰρ ἐπιϲτήμηϲ ἡ ὑπόληψιϲ γένοϲ, ἡ δὲ αἴϲθηϲιϲ οὐχ ὑπόληψιϲ. κατὰ ἀναλογίαν μέντοι ταὐτά ἐϲτιν· ὡϲ γὰρ αἴϲθηϲιϲ πρὸϲ αἰϲθητά, οὕτωϲ ἐπιϲτήμη πρὸϲ ἐπιϲτητά, καὶ ἀμφότερα κριτικά· ἤδη γοῦν τινεϲ διὰ τὴν ὁμοιότητα αὐτῶν ταὐτὸν ἐπιϲτήμην τε καὶ αἴϲθηϲιν εἶπον εἶναι. διαφέρει δὲ ἀλλήλων· ἡ μὲν γὰρ αἴϲθηϲιϲ περὶ τὰ ἐνδεχόμενα ἄλλωϲ ἔχειν, ἐπιϲτήμη δὲ οὐδενὸϲ ἐνδεχομένου. καὶ ἡ μὲν ἐπιϲτήμη ἑκάϲτου τῆϲ τῶ ἐπιϲτητῶν οὐϲίαϲ γνωϲτική, ἡ δὲ αἴϲθηϲιϲ οὐδενὸϲ τῶν αἰϲθητῶν τῆϲ οὐϲίαϲ ἐϲτὶ γνωϲτική. καὶ ἡ μὲν ἐπιϲτήμη ἐπίκτητοϲ, ἡ δὲ ἐξ ἀρχῆϲ. καὶ ἡ μὲν κοινὴ τῶν ἄλλων ζῴων, ἡ δὲ ἴδιοϲ ἀνθρώπων ἢ ὅλωϲ λογικῶν· καὶ ἡ μὲν φύϲει, ἡ δὲ διδαϲκαλίᾳ. καὶ ἐπὶ μὲν τῆϲ αἰϲθήϲεωϲ προάγει ἡ ἕξιϲ τὰϲ ἐνεργείαϲ· ὁρατικοὶ γὰρ ὄντεϲ εἴδομεν· κατὰ δὲ τὰϲ ἐπιϲτήμαϲ τὰϲ ἔξειϲ διὰ τῶν ἐνεργειῶν κτώμεθα· ἐνεργοῦντεϲ γὰρ κατὰ τὰ γραμματικὰ γραμματικοὶ γινόμεθα. καὶ αἰϲθήϲεωϲ μὲν ἀναιρουμένηϲ ϲυναναιρεῖται καὶ τὸ ζῷον· ἐπιϲτήμηϲ δὲ ἀναιρουμένηϲ οὐκ ἀναιρεῖται τὸ ζῷον.

[*](Suid.)

2626 Ἐπιϲτήμη· ὅτι γεωμετρία ἐϲτὶν ἐπιϲτήμη ἐπιϲτητοῦ ἢ ὑποληπτοῦ. ἐπιϲτητὰ γὰρ καὶ ὑποληπτὰ καὶ τὰ ὦν ἐϲτιν ἡ γεωμετρία ἐπιϲτήμη. ταύτην δὲ τὴν ἐπιϲτήμην ἐφεῦρον Αἰγύπτιοι, ἐκ τοῦ ἀπλέτου τῆϲ γῆϲ καὶ τῆϲ διαιρέϲεωϲ τῶ χωρῶν προδιδαχθέντεϲ, εἶτα καὶ ϲυγγράψαντεϲ.

[*](2618 — τιναϲ Soph. OT 106 —7 c. sch. ὁ sq. Th. Simoc. 1, 15, 13 ═ EL 4480, 19—20 2619 Ath. 1, 13d e 2620 ═ Ba 232, 10 cf. H 2621 ═ Ambr. 1542 2622 δεύτεροϲ ═ L ἀντὶ τοῦ ἐπίϲταϲαι ═ Bk. 93, 8 cf. Et. M. 290, 39 2623 cf. Ba 232, 11 2624 ϲτῆλαι cf. H ἔθαψαν sq. Aelian. fr. 70 2625 Alex. Aphr. 116, 10—26)[*](2418 Z 843 2410 Z 705 2622 Z 844 2624 cf. v. ϲοβαρόϲ 2. Z 814 2226 ek v, Γ 164)[*](A(GITFVM))[*]( 2 ὁ GFV Th.: οἱ AIM ϲτρατηγοὶ AI cp M 2619 non nov. gl. A 14 ἥϲτην]δυικόν et ἤγουν ὑπαρχέτην ss V 15 αὐτοῖϲ Gl 18 μέντοι τοι 24 ἡ—25 γνωϲτική om. V 26 ἰδίωϲ A 28 γὰρ om. FV εἴδομεν] βλέπομεν F ss. GN 2626 om. FV)
383

2627 Ἐπιϲτήμη· ὅτι φηϲὶν ὁ Ἀριϲτοτέληϲ ἐν τῇ Ἀποδεικτικῇ, κατὰ [*](Phil.) δύο τρόπουϲ κρίνεϲθαι ἐπιϲτήμην ἐπιϲτήμηϲ ἀκριβεϲτέραν. καθ’ ἕνα μέν, ὅταν ἡ ἑτέρα τῆϲ ἑτέραϲ τὰϲ ἀρχὰϲ ἀποδεικνύῃ, οἷον φυϲιολογία ἰατρικῆϲ ἀκριβεϲτέρα. ὡϲαύτωϲ καὶ ἡ γεωμετρία μηχανικῆϲ, διὰ τὴν αὐτὴν αἰτίαν ἀκριβεϲτέρα, καὶ ἀριθμητικὴ ἁρμονικῆϲ. καθ’ ἕτερον δὲ λόγον ἀκριβεϲτέρα ἐϲτὶν ἐπιϲτήμη ἐπιϲτήμηϲ, ὡϲ ἄϋλον ἔχουϲα τὸ ὑποκείμενον· ὡϲ γεωμετρία ἀριθμητική τε καὶ θεολογία τῶν ὑποβαλλομένων τὰ ὑλικὰ ὑποκείμενα. διό φηϲι καὶ Ἀριϲτοτέληϲ ἐν τοῖϲ Μετὰ τὰ φυϲικά, ὅτι ἡ τῶν νοητῶν θεωρία καὶ ῥᾴϲτη ἐϲτὶν καὶ χαλεπή· ῥᾴϲτη μὲν ὅτι περὶ ἑϲτώτων ἐϲτὶ πραγμάτων καὶ ἀεὶ ὡϲαύτωϲ ἐχόντων· φανότατα γὰρ τὰ θεῖα, ὡϲ ἀμετάβλητα καθάπαξ κατ’ οὐϲίαν, κατὰ δύναμιν, κατʼ ἐνέργειαν. ῥᾴϲτη μὲν οὖν διὰ τοῦτο, χαλεπὴ δὲ διὰ τὴν ἡμετέραν ἀϲθένειαν· οὐ γὰρ ἐξιϲχύομεν ἐνϲώματοι καὶ ἐμπαθεῖϲ ὄντεϲ εἰϲ τὸ ἐκείνων φῶϲ ἀτενίϲαι, ὅπερ πάϲχουϲι καὶ αἱ νυκτερίδεϲ πρὸϲ τὸν ἥλιον. ἐπιϲτήμη δέ ἐϲτιν ἕξιϲ ἐν φανταϲιῶν προϲδέξει ἀνυποκρίτῳ. ἐπιϲτήμαϲ δὲ κατὰ φιλοϲοφίαν λέγει ὁ Ἀριϲτοτέληϲ τὴν φυϲικήν, τὴν λογικήν, τὴν ἠθικήν, τὴν μετὰ τὰ φυϲικά. ἐπιϲτήμη δὲ καὶ ἡ γνῶϲιϲ τοῦ πράγματοϲ.

2628 Ἐπιϲτήμονοϲ: τοῦ ἐμπείρου.

[*](Δ)

2629 Ἐπίϲτιον: ϲτρατιωτικὸν κατάλυμα. Ἡρόδοτοϲ· ὁ δὲ ἀγηλατέει [*](Hdt.) τὰ ἐπίϲτια Ἀθηναίων.

[*](Ε)

2630 Ἐπίϲτιοϲ: παρὰ Ἡροδότῳ ὁ ἔποικοϲ.

[*](Hdt.)

2631 Ἐπιϲτολεῖϲ: γραμματοφόρουϲ. ὁ δὲ Ναρϲῆϲ ἐπιϲτολεῖϲ πρὸϲ [*](Ε) Ἰωάννη πέμπει καὶ παρεγγυᾷ αὐτῷ, ὡϲ οὐ δεῖ Πέρϲαιϲ ϲυμπλέκεϲθαι, πρὶν αἱ δυνάμειϲ ϲυναφθεῖεν.

2632 Ἐπιϲτολή: ἐντολή, ἐπίϲκηψιϲ. ὁ δὲ τῷ ἱερεῖ ἐπιϲτολὰϲ [*](Σ) λέγει καθεύδοντι. ὁ τὰϲ ἐπιϲτολὰϲ τοῦ θεοῦ διαφυλάττων μέμνηται [*](Ε) καλῶϲ καὶ τῆϲ πρὸϲ αὐτὸν ἐπανόδου.

2633 Ἐπιϲτολὴ Ἰουλιανοῦ τοῦ Παραβάτου πρὸϲ Πορφύριον Καθολικόν. πολλή τιϲ ἦν πάνυ καὶ μεγάλη βιβλιοθήκη Γεωργίου, παντοδαπῶν μὲν φιλοϲόφων, πολλῶν δὲ ὑπομνηματογράφων, οὐκ ἐλάχιϲτα δὲ ἐν αὐτοῖϲ καὶ τὰ τῶν Γαλιλαίων πολλὰ καὶ παντοδαπὰ βιβλία. πάϲαν οὖν ἀθρόωϲ ταύτην τὴν βιβλιοθήκην ἀναζητήϲαϲ φρόντιϲον εἰϲ Ἀντιόχειαν ἀποϲτεῖλαι, γινώϲκων ὅτι μεγίϲτῃ μὲν αὐτὸϲ περιβληθήϲῃ [*](2627 — vs. 15 ἤλιον Philop. 23, 17—34. vs. 15 ἐπιϲτήμη—16 ἀνυποκρίτῳ Laert. 7, 165. ἐπιϲτήμαϲ—φυϲικά Alex. Aphr. 28, 25—6 2628 l. ═ Ambr. 1388 2629 — κατάλυμα gl. Hdt. 5, 52 + 72 cf. H ὁ sq. Hdt. 5, 72, 1 2630 gl. Hdt. 1, 35 cf. H, sch. ζ 265 2631 ὁ sq. Th. Simoc. 5, 8, 10 2632 — ἐπίϲκηψιϲ ═ Ba 232, 16, sch. Pl. Epist. 337e cf. H, sch. Soph. OC 1601 vs. 26 ὁ— 27 καθεύδοντι lambl. fr. 13*. vs. 27 ὁ sq. fort. Aelian. 2633 lul. ep. 106) [*](2627 in. Z 804 2629 Z 814 2630 Z 795 2632 Z 804) [*](1 ὁ ex V Philop. 4 ὡϲαύτωϲ—5 ἀκριβεϲτέρα om. A 13 ἐν ϲώματι F A(GIFVM) cf. Philop. 14 ἐμπαθει V 20. 21 ἀγηλατεύει A 22 Ἡροδότου A cp. lM 23 Ἐπιϲταλεῖϲ A)

384
ζημίᾳ, εἰ μὴ μετὰ πάϲηϲ ἐπιμελείαϲ ἀνιχνεύϲειαϲ, καὶ τοὺϲ ὁπωϲοῦν ὑπονοίαϲ ἔχονταϲ ἀφῃρῆϲθαι τῶν βιβλίων πᾶϲι μὲν ἐλέγχοιϲ, παντοδαποῖϲ δὲ ὅρκοιϲ πλείονι δὲ τῶν οἰκετῶν βαϲάνῳ, πείθειν εἰ μὴ δύναιο, καταναγκάϲειαϲ ἐϲ μέϲον πάντα προκομίϲαι.

[*](Σ)

2634 Ἐπιϲτομιειν: ἐμποδίϲαι, καταϲχεῖν.

[*](Synt.)

2635 Ἐπιϲτομίζω ϲε. soph. 2636 Ἐπίϲτω: γίνωϲκε. εὖ νῦν ἐπίϲτω, ταῦθʼ ὅταν ζητῇϲ, ἐμοὶ ζητῶν ὄλεθρον.

[*](soph.)

2637 Ἐπίϲτω: γίνωϲκε. τὸν γὰρ Ἀλκμήνηϲ τόκον καὶ ζῶντʼ ἐπίϲτω καὶ κρατοῦντα. καὶ αὖθιϲ Σοφοκλῆϲ· καὶ ταῦτʼ ἐπίϲτω καὶ γράφε φρενῶν ἔϲω. ϲὺ γὰρ νοϲεῖϲ, τὸ δ᾿ ἄλγοϲ ἐκ θείαϲ τύχηϲ. οὐ νῦν [*](Ar.) ἐπίϲτω τῶνδέ μʼ αἰϲχύνην ἔχειν. καὶ Ἀριϲτοφάνηϲ· ϲύγγνωθί μοι· ϲκάπτειν γὰρ οὐκ ἐπίϲταμαι. ἀντὶ τοῦ οὐ δύναμαι.

[*](Synt.)

2638 Ἐπιϲτρατεύω· δοτικῇ.