Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Σ)

2398 Ἐπικνίζεται: δάκνεται.

[*](Ar.)

2399 Ἐπικνῶ: ἀντὶ τοῦ ἐπίβαλε. Ἀριϲτοφάνηϲ Ὄρνιϲιν· ἀλλ᾿ ἐπικνῶ τὸ ϲίλφιον.

[*](Σ)

2400 Ἐπὶ κόρρηϲ: ἐπὶ κεφαλῆϲ, ἢ γνάθου, ἢ κροτάφου. κόρρην γὰρ καὶ κόρϲην ὅλην τὴν κεφαλὴν ϲὺν τῷ αὐχένι λέγουϲι. τινὲϲ δὲ καὶ ῥάπιϲμα λέγουϲι τὸ ἐπὶ τῆϲ γνάθου λαμβάνειν, ἁπτόμενον καὶ τοῦ κροτάφου.

[*](Harp.)

2401 Ἐπὶ κόρρηϲ: ἄλλοι μὲν ἄλλωϲ ἀπέδοϲαν. βέλτιον δὲ ἐπὶ τῆϲ γνάθου ἐκλαμβάνειν· ὃ κατ᾿ ἔθοϲ λέγομεν ὁάπιϲμα. οὕτωϲ γὰρ χρῶνται καὶ οἱ ῥήτορεϲ.

[*](Σ)

2402 Ἐπικουρῆϲαι· δοτικῇ. βοηθῆϲαι. καὶ Ἐπικουρία, ἡ [*](Δ) βοήθεια.

[*](Δ)

2403 Ἐπικούρειοϲ Ἕρμων: ὁ παρὰ τῷ Λουκιανῷ.

[*](Hesy.)

2404 Ἐπίκουροϲ, Νεοκλέουϲ, Ἀθηναῖοϲ, Γαργήττειοϲ τῶν δήμων, μητρὸϲ Χαιρεϲτράτηϲ. ἀδελφοὶ δὲ αὐτοῦ Νεοκλῆϲ, Χαιρέδημοϲ, Ἀριϲτόβουλοϲ ἢ Ἀριϲτόδημοϲ. φιλοϲοφίαϲ δὲ ἤρξατο ἀπὸ ἐνιαυτῶν ιβ΄ καὶ οἰκείαν αἵρεϲιν εἰϲηγήϲατο, πρῶτον μὲν ἐν Σάμῳ διατρίψαϲ ϲὺν τοῖϲ γονεῦϲιν, εἶτα ϲχολαρχήϲαϲ ἐν Μιτυλήνῃ ἐνιαυτῶν ὧν ἦν, εἶτα ἐν Λαμψάκῳ καὶ οὕτωϲ ἐν Ἀθήναιϲ ἐν ἰδίῳ κήπῳ, ἀκούϲαϲ δὲ Ναϲράουϲ τοῦ Δημοκριτείου καὶ Παμφίλου τοῦ Πλάτωνοϲ μαθητοῦ. γέγονε δὲ ἐπὶ τῆϲ ρθ΄ ὀλυμπιάδοϲ μετὰ ἑπτὰ ἐνιαυτοὺϲ τῆϲ Πλάτωνοϲ τελευτῆϲ καὶ παρέτεινεν ἐπὶ τῶν διαδόχων καὶ Ἀντιγόνου τοῦ Γονατᾶ· καὶ διέμεινεν ἡ αὐτοῦ ϲχολὴ ἕωϲ Καίϲαροϲ τοῦ πρώτου, ἔτη [*](2396 cf. Paroem. ed. Gsf. 49, n. 425, H 2398 ═ Σa 2399 Ar. Av. 1582 c. sch 2400 ═ Ba 230, 14, sch. Pl. Gorg. 508d, Et. Gen., Et M 360, 34 cf. Ael. D. fr.235 ap. Eust. l. 947, 25, Miller Mél. 400, H, Bk. 255, 8 2401 Harp.; βέλτιον sq. ═ Et. Gen Et. M. 360, 38 2402 δοτικῇ cf. Synt. Gud. βοηθῆϲαι ═ Ba 230, 19 cf. sch. Ε 614 H Ἐπικουρία sq. ═ L cf. H; l. ═ Ambr. 1495 2403 l. ═ Ambr 1416; Lucian. Conviv 9 2404 cf. Laert. 10, 1 sq., Steph. Byz. v. Γαργηττόϲ) [*](2396 cf. v. K 1854 2399 Z 839 2402 cf. 2407 2404 cf. v. ϲχολαρχήϲαϲ,) [*](A(GITFVM))[*]( 3 ὅτι] ἤτοι GIT 4 ἱμάτιον GITM 8 ἐπικνῶ| ἤγουν κόπτω ss. ϲίλφιον] εἶδοϲ βοτάνηϲ ἀρωματικυῦ ss. V 9 κόρρην] κόρην AVM 14 κνάθου V 16 δοτικῇ om. FV 2404—6 post 2111 GITVM, sed atiam suo loco in brevius contractac V 19 Γαργήττειοϲ—p. 3 363, 2 πλεῖϲτα om. F(V) Γαργήττιοϲ Laert Steph. 20 Χαριϲτράτηϲ V 20. 21 Ἀριϲτόβουλοϲ ἢ Ἀριϲτόδημοϲ ex AV solis 22 εἰϲηγήτατο] ἤγουν ἐδὶδαϲκε ss, V διατρίψαϲ] ἤγουν διατριβὴν ποήϲαϲ, διδάξαϲ ss. V 22. 23 ϲὺν τοῖϲ γονεῦϲιν om. V 23 ἐνιαυτὸν Bas. Wolf. ὦν ἦν] ῶν κη΄ vel λβ΄ Gsf. ὧν del Bas. ἓνα Wolf, Post. 26 ἐπὶ—ὁλυμπίαδοϲ om. ρθ΄ A: οθ΄ GIM 27. 28 τοῦ Γονατᾶ] τὰ γόνατα κληθέντοϲ A)

363
ϲκζ΄ ἐν οἷϲ διάδοχοι αὐτῆϲ ἐγένοντο ιδ΄. ϲυγγράμματα δὲ αὐτοῦ πλεῖϲτα.

2405 Ἐπίκουροϲ· οὗτοϲ τὸ θεῖον παῤ οὐδὲν ἐτίθετο· ἀδελφοὶ δὲ [*](E) τρεῖϲ ἦϲαν, οἳ μυρίοιϲ ἀρρωϲτήμαϲι περιπλακέντεϲ ἀπέθανον οἴκτιϲτα. ὅγε μὴν Ἐπίκουροϲ ἔτι νέοϲ ὢν αὐτὸϲ οὐ ῥᾳδίωϲ ἀπὸ τῆϲ κλίνηϲ οἷόϲ τε ἦν κατιέναι, ἀμβλυώττων τε καὶ πρὸϲ τὴν τοῦ ἡλίου αἴγλην δειλὸϲ ὢν καὶ τῷ φαιδροτάτῳ τε καὶ ἐναργεϲτάτῳ τῶν θεῶν ἀπεχθανόμενοϲ. καὶ μέντοι καὶ τὴν τοῦ πυρὸϲ αὐγὴν ἀπεϲτρέφετο αἱμά τε αὐτῷ διὰ τῶν πόρων ἀπεκρίνετο τῶν κάτω, τοϲαύτη δὲ ἄρα ἡ ϲύντηξιϲ ἡ τοῦ ϲώματοϲ ἦν, ὡϲ ἀδυνατεῖν καὶ τὴν τῶν ἱματίων φέρειν ἐπιβολήν. καὶ Μητρόδωροϲ δὲ καὶ Πολύαινοϲ, ἄμφω τὼ ἑταίρω αὐτοῦ, κάκιϲτα ἀνθρώπων ἀπέθανον· καὶ μέντοι τῆϲ ἀθεἳαϲ ἠνέγκαντο μιϲθὸν οὐδαμὰ οὐδαμῆ μεμπτόν. οὕτω δὲ ἄρα ἦν ἡδονῆϲ ἥττων ὁ Ἐπίκουροϲ, ὥϲτε διὰ τῶν ἐϲχάτων ἐν ταῖϲ διαθήκαιϲ αὐτοῦ ἔγραψε τῷ μὲν πατρὶ καὶ τῇ μητρὶ καὶ τοῖϲ ἀδελφοῖϲ ἐναγίζειν ἅπαξ τοῦ ἔτουϲ καὶ Μητροδώρῳ καὶ Πολυαίνῳ τοῖϲ προειρημένοιϲ, ἑαυτῷ δὲ διϲϲῶϲ εἰπεῖν, τῆϲ ἀϲωτίαϲ τὸ πλέον προτιμῶν καὶ ἐνταῦθα ὁ ϲοφόϲ· καὶ τραπέζαϲ λίθων πεποίηται, καὶ ὡϲ ἀναθήματα ἐν τῷ τάφῳ προϲέταξε τεθῆναι ὁ προτένθηϲ τε καὶ ὀψοφάγοϲ οὗτοϲ. καὶ ταῦτα ἐπέϲκηψεν οὐκ ὢν ἐν περιουϲίᾳ, λυττῶν οὖν ταῖϲ ἐπιθυμίαιϲ, ὥϲπερ οἦν καὶ ἐκείνων ϲὺν αὐτῷ τεθνηξομένων. ἐξήλαϲαν δὲ τοὺϲ Ἐπικουρείουϲ τῆϲ Ῥώμηϲ δόγματι τῆϲ βουλῆϲ κοινῷ. καὶ Μεϲϲήνιοι δὲ ἐν Ἀρκαδίᾳ τοὺϲ ἐκ τῆϲ αὐτῆϲ οἱονεὶ φάτνηϲ ἐδηδοκόταϲ ἐξήλαϲαν λυμεῶναϲ μὲν εἶναι τῶν νέων λέγοντεϲ, κηλῖδα μὲν φιλοϲοφίᾳ προϲβάλλονεϲ διά τε μαλακίαν καὶ ἀθεότητα· καὶ προϲέταξάν γε πρὸ τῶν τοῦ ἡλίου δυϲμῶν ἔξω τῶν ὅρων τῆϲ Μεϲϲηνίαϲ γῆϲ εἶναι αὐτούϲ, ἐκφρηϲθέντων δὲ τοὺϲ ἱερέαϲ καθῆραι τὰ ἱϲρά, τούϲ γε μὴν τιμούχουϲ (καλοῦϲι δὴ ταύτῃ τοὺϲ ἄρχονταϲ Μεϲϲήνιοι καὶ τὴν πόλιν καθῆραι πᾶϲαν, οἷα δήπου λυμάτων τινῶν καὶ καθαρμάτων ἀπηλλαγμένην. ὅτι ἐν Κρήτη Λύκτιοι τῶν Ἐπικουρείων τινὰϲ ἐκεῖ παραβάλλονταϲ ἐξήλα ϲαν. καὶ νόμοϲ ἐγράφη τῇ ἐπιχωρίῳ φωνῇ, τοὺϲ τὴν θήλειαν ϲοφίαν καὶ ἀγεννῆ καὶ αἰϲχρὰν ἐπινοήϲανταϲ καὶ μέντοι τοῖϲ θεοῖϲ πολεμίουϲ ἐκκεκηρύχθαι τῆϲ Λύκτου· ἐὰν δέ τιϲ ἀφίκηται θραϲυνόμενοϲ καὶ τὰ [*](2405 Aclian. fr. 39) [*](2405 cf. vv. ϲυντέτηκεν, οὐδαμά, H 630, προτένθηϲ, φάτνη, 715. fin. hinc v. K 2800) [*](1 ἐν οἷϲ om. V αὐτοῖϲ A δὲ αὐτοῖϲ V 2 πλεῖϲτα A: πολλά rell. A(GITVM) παῤ οὐδὲν ἐτίθετο A; ἐ. π. ο. rell 4 τρεῖϲ ἠϲαν A: ῆ. τ. rell. 〈οἳ〉 suppl. Kust. 6 ἡλίου |ἰδίου A 9 πόρων—κάτω A: κάτω πόρων ἀπεκρίνετο rell. τοϲαῦτα Aac 10 ϲύνταξιϲ V cf. v. ϲιντέτηκεν 12 ἀνθρώπων om. V ἀπέθανεν A 13 οὐδαμὰ ex. Λ 16 Μητιοδώρῳ] δὲ add., om. τοῖϲ προειρημένοιϲ, V 18 λίθων Hust.; λίθουϲ omnes διαλίθουϲ Bhd. πεποίηται A: πεποιῆϲθαι GIVM καὶ alt. om. V ἐν A; τε εν GIVM 19 προϲέταξε om. V τε om. V 20 οῦν] δὲ Dr. ὤϲπερ] ἠνὥϲπεγ ed. pr. 24 λυμεῶναϲ A: λυμεῶνεϲ GIM λέγονταϲ A μὲν alt.] δὲ ed. pr. 24 25 προϲβόλλονταϲ ed. pr. 25 γε ex A 27 ἐκβληθέντων Gl(V))

364
ἐκ τοῦ νόμου παῤ οὐδὲν ποιήϲηται, δεδέϲθω ἐν κύφωνι πρὸϲ τῷ ἀρχείῳ ἡμερῶν εἴκοϲιν, ἐπιρρεόμενοϲ μέλιτι γυμνὸϲ καὶ γάλακτι, ἵνα ῇ μελίτταιϲ καὶ μυίαιϲ δεῖπνον καὶ ἀναλώϲωϲι χρόνῳ τῷ προειρημένῳ αὐτούϲ. τούτου γε μὴν διελθόντοϲ, ἐὰν ἔτι περιῇ, κατὰ κρημνοῦ ὠθείϲθω ϲτολὴν γυναικείαν περιβληθείϲ.

[*](Δ)

2406 Ἐπίκουροϲ: ὄνομα κύριον. εἶχε δὲ ἄρα τὸ βιβλίον τὰϲ [*](Ε) Ἐπικούρου δόξαϲ, ἃϲ ἐκεῖνοι κυρίαϲ οὕτω καλοῦϲιν, Ἐπικούρου κακὰ γνωρίϲματα· ἐν αἷϲ ἄρα καὶ τόδε ἦν, ὅτι καὶ τόδε τὸ πᾶν φέρεται τύχῃ τινί, οὐ μὴν βουλήϲει καὶ κρίϲει θεοῦ. ταύταϲ δὴ τὰϲ θρυλουμέναϲ ἀτόμουϲ πληττομέναϲ ὑπʼ ἀλλήλων, εἶτα ἀφιϲταμέναϲ, ἐκ τούτων γίνεϲθαι ἀέρα, γῆν καὶ θάλατταν, εἶτα διαλύεϲθαι τὰϲ ἀνακράϲειϲ καὶ ϲυνόδουϲ καὶ παντελῶϲ ἀφανίζεϲθαι εἰϲ ἀτόμουϲ. φέρεϲθαι δὲ εἰκῆ τὰ πάντα, καὶ ὡϲ ἔτυχεν, οὐ μὴν ἐκ τῆϲ τοῦ ποιητοῦ ϲοφίαϲ. εἶτα ὅτι ἐκ προνοίαϲ φύρεται πάντα, οὔτε κυβερνήτην οὔτε ἰθυντήν οὔτε ποιμένα ἔχοντα. εἶτα ὁ πομπῇ τοῦ θεοῦ ἥκων οὐκ ἠνέϲχετο παραληρεῖν αὐτόν, ἀλλὰ τὴν τῶν λόγων παραπλῆγα λύτταν κατεϲίγαϲεν, εἶτα ἀνέθορεν, Ἐπικούρῳ καὶ ταῖϲ ἐκείνου δόξαιϲ κλάειν λέγων.

[*](Σ Synt.)

2407 Ἐπίκουροϲ: βοηθόϲ. καὶ Ἐπικουρῶ· δοτικῇ.

[*](Σ)

2408 Ἐπικωμάϲαι: ὀρχεῖϲθαι, ἢ λαλῆϲαι αἰϲχρά. πολλαὶ ταῖϲ ἐκκληϲίαιϲ ἐπεκώμαϲαν ταραχαί.

[*](Σ)

2409 Ἐπίκωμοϲ: ὑβριϲτήϲ, ϲυγχαίρων. ταῦτα δὲ ἀχρεῖα τυγχάνειν [*](Ε) ἔδοξεν, ὡϲ περιττὸϲ ἐπίκωμοϲ. ὁ Προκόπιόϲ φηϲι περὶ Θεοδοϲίου βαϲιλέωϲ.

[*](Σ)

2410 Ἐπικωπητήρ: ὁ τροπωτὴρ ἱμάϲ.

[*](Ar.)

2411 Ἐπίκωποϲ: ξιφήρηϲ. κώπη γὰρ ἡ λαβὴ τοῦ ξίφουϲ. ἢ ἀντὶ τοῦ διὰ νεώϲ, καὶ ναυτικὸϲ ὤν. καὶ Ὅμηροϲ· οὐ γάρ μοι νῆεϲ εἰϲὶν [*](Ε) ἐπήρετμοι. ἐπὶ Ποπλίου ϲυνθήκαϲ ἐποιήϲαντο Ῥωμαῖοι καὶ Καρχηδόνιοι, μὴ ἔχειν μήτε κτᾶϲθαι Καρχηδονίουϲ πλοῖον ἐπίκωπον, πλὴν δέκα τριήρων καὶ τῶν ἁλιευτικῶν καὶ περιχώρων, ὧν οὐδὲν ἦν δεκαϲκάλμου μεῖζον.

[*](Δ)

2412 Ἐπικῶϲ: ἀντὶ τοῦ λογίωϲ. Ἐπικῶϲ δὲ ἀντὶ τοῦ ποιητικῶϲ.

[*](2406 — κύριον ═ Ambr. 1387 εἶχε sq. Aclian. fr. 61 2407 — βοηθόϲ ═ Ba 230, 20, H cf. sch. B 130 Ἐπικουρῶ sq. ═ Synt. Laur. et Gud. 2408 — αἰϲχρά ═ Ba 230, 25 2409 ϲυγχαίρων ═ Ba 230, 27, H Προκόπιόϲ cf. Byz. Zt. 21, 418, 421 sq. 2410 ═ Et. Gen., Et. M. 360, 44 cf. H, Ambr. 1358 2411 ἐπήρετμοι sch. Ar. Ach. 230; ρ 145 2412 λογίωϲ ═ L, aliter Ambr. 1787)[*](2406 cf. v. Κ 1701 2407 cf. 2402 Z 702 2408 cf. 2041. Z 839 2409—11 Z 792 2411 Ar. cf. v. Κ 2295 2412 cf. v. οὐκ ἐπιεικῶϲ. Z 855)[*](A(GITFVM))[*]( 1 ποιήϲηται Gl, v. Κ 2800; ποιήϲεται AM 3 μύαιϲ A ἀναλώϲεωϲ A 4 αὐτόν Kust. κρημνίου A 6 ἄρα om. GIM 8 ἄρα ex A καὶ alt. om. VT 9 δὴ] δὲ V 9. 10 θρυλλουμέναϲ GITM; anacoluthiam orationis notavit Kust. 11 διαλαβέϲθαι GITM 13 ὡϲ om. A 14 ἐκ προνοίαϲ] ἄνευ π. Port. οὐκ ἐκ π. Wakefield ἐκ π. οὐδεμιᾶϲ Bhd. 15 εἶτα— 17 λέγων om. TV ἥκων A: ἥκειν GIM 2407 —11 ante 2404 GITVM 18 καὶ —δοτικῇ om. TFV 22 περιττὰ V 31 Ἐπικῶϲ pr. A: Ἐπιεικῶϲ rell. Ἐπικῶϲ alt. — ποιητικῶϲ om. AF)
365

2413 Ἐπικρᾶναι: τῇ κεφαλῇ κατανεῦϲαι.

[*](Σ)

2414 Ἐπικράτεια. καὶ Ἐπικρατῶ· γενικῇ.

[*](Δ Synt.)

2415 Ἐπικράτηϲ, κωμικόϲ. τῶν δραμάτων αὐτοῦ Ἔμποροϲ καὶ [*](Hesy.) Ἀντιλαῖϲ.

2416 Ἐπικράτηϲ· Ἐπικράτουϲ οὐκ ὀλίγῳ καλλίονα πώγων᾿ ἔχειϲ. [*](Ar.) οὗτοϲ γὰρ μέγαν πώγωνα εἶχεν. ἐπεκαλεῖτο δὲ ϲακεϲφόροϲ. καὶ Πλάτων ὁ κωμικόϲ φηϲιν· ἄναξ ὑπήνηϲ Ἐπίκρατεϲ ϲακεϲφόρε. καὶ ἐκωμῳδεῖτο εἰϲ δαϲύτητα. ἦν δὲ ῥήτωρ δημαγωγόϲ.

2417 Ἐπικράτηϲ, Ἀθηναίων δημαγωγόϲ, Ἔφοροϲ ἐπικαλούμενοϲ· [*](Harp.) οὗ καὶ Δημοϲθένηϲ ἐν τῷ Παραπρεϲβείαϲ μνημονεύει. ἕτεροϲ δέ ἐϲτιν, οὗ μνημονεύει Λυκοῦργοϲ ἐν τῷ Περὶ διοικήϲεωϲ· ὅν φαϲι κεκτῆϲθαι ταλάντων χ΄ οὐϲίαν. ἄλλοϲ δέ ἐϲτιν Ἐπικράτηϲ, Αἰϲχίνου τοῦ ῥήτοροϲ κηδεϲτήϲ· ᾦ ἐπώνυμον Κυρηβίων, ὡϲ Δημοϲθένηϲ ἐν τῷ κατ᾿ Αἰϲχίνου.