Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Hom.)

1 ϲυγχώρει.

[*](Δ)

2 Ἐάγη: ἐθραύϲθη, ἐκλάϲθη.

[*](Σ)

3 Ἔαδή: ἄγε δή.

[*](Δ)

4 Ἐαδότα: ἀρέϲκοντα. ἥδω ἥϲω ἢδα, διαλύϲει ἕαδα, ἑαδὼϲ ἑαδότοϲ ἑαδότα.

[*](Σ)

5 Ἐακότεϲ: παρῃτημένοι, ἀποπεπαυκότεϲ.

[*](Δ Σ)

6 Ἑάλω: ἥλω, ἐκρατήθη. καὶ Ἑάλωκεν, ἐλήφθη. καὶ Ἑαλωκὼϲ [*](Δ) καὶ Ἑαλωκότων καὶ Ἑάλωϲαν.

[*](Σ)

7 Ἐάν· ὁλοκλήρωϲ οἱ περὶ Θουκυδίδην τότε λέγουϲιν ὅτε προτέτακται ὁ η, ὅταν δὲ μὴ οὕτωϲ ἔχη τάξεωϲ, ϲυνῃρημένωϲ λέγει. ἐν δευτέρᾳ· ἢ ἐὰν οἱ πολέμιοι νηῖτῃ ϲτρατῷ ἐπιπλέωϲιν. ἢ ἐὰν βιαϲθῇ ὑπάρχει τοῖϲ ἀποϲτήϲαϲι πολεμίοιϲ.

[*](Δ)

8 Ἑανόν: τὸ λεπτόν.

[*](Hom.)

9 Ἑανῷ λιτί: οὕτω κέκληκε τὸν λεπτόν. καὶ αὖθιϲ· ἁ μεγάλα [*](Anth.) δ’ Αἴγυπτοϲ ἑανῷ δάψατο χαίτην.

[*](Σ)

10 Ἔαρ: εὐκραϲὶα τοῦ ἀέροϲ· ὥρα τοῦ ἔτουϲ κατὰ τὴν πρὸϲ ἡμᾶϲ [*](Ecl.) τοῦ ἡλίου πορείαν. κλίνεται δὲ ἔαροϲ καὶ κράϲει ἦροϲ· καὶ ἡ δοτικὴ ἔαρι καὶ κράϲει ἦρι. ἔαρ λέγεται καὶ τὸ αἷμα διὰ τὸ ἐν τῷ [*](Call.) ἔαρι πλεονάζειν. ἦχι κονίϲτραι ἄξεινοι λύθρῳ τε καὶ εἴαρι πεπλήθαϲι. πλεοναϲμῷ τοῦ

[*](Ar.)

11 Ἔαροϲ χρῄζει: ἐπειδὴ παλαιὸν χιτῶνα ἔχει. καὶ Ἀριϲτοφάνηϲ· δεῖϲθαι δ’ ἔοικεν οὐκ ὀλίγων χελιδόνων. μία γὰρ χελιδὼν ἔαρ οὐ ποιεῖ.