Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](x + Δ)

1439 Δωδεκαδώρῳ: δώδεκα παλαιϲτῶν ὄντι. δῶρον γὰρ ἡ πα [*](Anth.) λαιϲτή. ἐν Ἐπιγράμμαϲι· Κυλληνίων αὐερύϲαντεϲ ἔρρεξαν καὶ οἱ δωδεκάδωρα κέρα ἄλλῳ μακροτένοντι ποτὶ πλατάνιϲτον ἐπάξαι.

[*](Σ)

1440 Δωδεκάκρουνοϲ: κρήνη Ἀθήνηϲιν ἦν. Θουκυδίδηϲ Ἐννεά κρουνον.

[*](Ar.)

1441 Δωδεκάκρουνον ϲτόμα· ὁ γὰρ Κρατῖνοϲ ἑαυτὸν ἐπήνεϲεν ἐν Πυτίνῃ λέγων· ἄναξ Ἄπολλον, τῶν ἐπῶν τοῦ ῥεύματοϲ καναχοῦϲι πηγαί, δωδεκάκρουνον ϲτόμα, Ἰλιϲϲὸϲ ἐν τῇ φάρυγγι ἂν εἴποιμι, εἰ μὴ ἐπιβύϲει τιϲ αὐτοῦ τὸ ϲτόμα, κατακλύϲει τοῖϲ λόγοιϲιν.

[*](Ar.)

1442 Δωδεκαμήχανον: ἐπὶ τῶν παντοδαποῖϲ καὶ ποικίλοιϲ χρω μένω ἤθεϲι. Κυρήνη γάρ τιϲ ἐπίϲημοϲ γέγονεν ἑταίρα, δωδεκαμήχα νοϲ ἐπικαλουμένη διὰ τὸ τοϲαῦτα ϲχήματα ἐν τῇ ϲυνουϲίᾳ ποιεῖν. ἔϲτι δὲ παρὰ τὸ ἐξ Ὑψιπύληϲ Εὐριπίδου· ἀνὰ τὸ δωδεκαμήχανον [*](Σ?) ἄϲτρον. καὶ Δωδεκαμήχανοϲ πόρνη, ιβ΄ ϲχήμαϲι χρωμένη, Κυρήνη τοὔνομα.

[*](Δ)

1443 Δωδεκατημόριον: ἡ δωδεκάτη μοῖρα.

[*](Σ)

1444 Δωδεκίδεϲ: θυϲίαι δώδεκα ἱερείων, ὡϲ τριττύϲ, ἡ ἐκ τριῶν.

[*](Σ)

1445 Δωδωναῖον χαλκεῖον: ἐπὶ τῶν μικρολογούντων. Δήμων γάρ φηϲιν, ὅτι τὸ τοῦ Διὸϲ μαντεῖον ἐν Δωδώνη λέβηϲιν ἐν κύκλῳ περιείληπται· τούτουϲ δὲ ψαύειν ἀλλήλοιϲ, καὶ κρουϲθέντοϲ τοῦ ἑνὸϲ ἠχεῖν ἐκ διαδοχῆϲ πάνταϲ, ὡϲ διὰ πολλοῦ χρόνου γίνεϲθαι τῆϲ ήχῆϲ τὴν περίοδον. Ἀριϲτοτέληϲ δὲ ὡϲ πλάϲμα διελέγχων δύο φηϲὶ ϲτύλουϲ εἶναι καὶ ἐπὶ μὲν τοῦ ἑτέρου λέβητα, ἐπὶ θατέρου δὲ παῖδα κρατοῦντα μάϲτιγα, ἦϲ τοὺϲ ἱμάνταϲ χαλκέουϲ ὄνταϲ ϲειομένουϲ ὑπ᾿ ἀνέμου τῷ λέβητι προϲκρούειν, τὸν δὲ τυπτόμενον ἠχεῖν. κέχρηται τῇ παροιμίᾳ Μένανδροϲ Αὐλητρίϲι. πρὸϲ Δήμωνα. εἰ δὲ πολλοὶ ἦϲαν, οὐκ ἄν ἑνικῶϲ ἐλέγετο ἡ παροιμία.

[*](Σ)

1446 Δωδωναῖοϲ: ὁ Ζεύϲ, παρόϲον ἐν Δωδώνη τῆϲ Θεϲπρωτίαϲ ἐτιμᾶτο.

[*](1437 ═ Lex. rhet. ap. Et. Gen., Σ°, Ba 204, 5 cf. sch. A 426, Ap. S. 61, 14, H 1438 ═ Ambr 1212, H, scl. Ψ 706, Ap. S. 60, 29 1439 δῶρον —παλαιϲτή cf. ad 1472 Κυλληνίων sq Anth. 6, 96, 3 —5 1440 cf. H; Thuc. 2, 15, 5 1441 sch Ar. Eq. 526; Cratin fr. 186 1442 — ἄϲτρον sch Ar. Ran. 1328 cf. H; Eur. fr. 755 1443 ═ Ambr. 1217 (in Pl. Leg. 6, 771b) 1444 cf. PH v δωδε κάδεϲ; — ἱερείων ═ Paus Att. fr. 138 ap. Eust. O. 1386, 48, H v. δωδεκηίδα 1445 cf. Steph. Byz. v. Δωδώνη; vs. 22 ἑνὸϲ—27 ἠχεῖν ═ Paus. Att. fr 139 ap. Eust. 0. 1760, 55; cf. porro Zen. VI 5; Demon, fr. 18, FHG 1, 382; Men com fr. 66, 3 1446 ═ Ba 204, 6 cf. Et. M. 293, 2 ═ sch A in Π 233; H; Ζεὐϲ ═ Ambr. 1192)[*](1437 cf. 1449 1438—9 Z 589 1439 cf. 1472 et v. P 406 1440 hinc v. E 1208, Z 588 1441 cf. v. A 4576 1443 Z 589 1444 hinc v. τριττύϲ 2 extr. 1445 hinc v. χαλκειόν, sch B rec. in Π 233)[*](A(GITFVM))[*]( 4 ἀνερύϲαντεϲ ATV 10 φάραγγι GI 20 μακρολογούντων F 23 ἠχῆϲ] ψυχῆϲ A, sch. Hom. 24 Ἀριϲτοτέληϲ omnes, Eust 1760, 57; Ἄρι ϲτείδῃ Steph Byz. cf. v. Ἐ 3154 27 τῇ] δὲ τῇ ed. pr.)
135

1447 Δωδώνη: πόλιϲ ἐν τῇ Θεϲπρωτίδι Πελαϲγίᾳ. ἐν ᾗ ἵϲτατο δρῦϲ, [*](Σ) ἐν ᾗ μαντεῖον ἦν γυναικῶν προφητίδων. καὶ εἰϲιόντων τῶν μαντευομένων ἐκινεῖτο δῆθεν ἡ δρῦϲ ἠχοῦϲα· αἱ δὲ ἐφθέγγοντο, ὅτι τάδε λέγει ὁ Ζεύϲ. καὶ ἀνδριὰϲ ἵϲτατο ἐν ὕψει ῥάβδον κατέχων, καὶ παῤ αὐτὸν λέβηϲ ἵϲτατο· καὶ ἔπαιεν ὁ ἀνδριάϲ τὸν λέβητα, ἐξ οὗ ἦχόϲ τιϲ ἐναρμόνιοϲ ἀπετελεῖτο. αἱ δὲ τῶν δαιμόνων φωναὶ ἄναρθροί

[*](Greg.)

1448 Δωήκ: ὄνομα κύριον. ὁ Σύροϲ.

1449 Δῷμα: ὁ οἶκοϲ. καὶ Δωμάτιον, οἰκημάτιον.

1450 Δωνατικὴ διάδοϲιϲ: ἡ διδομένη παρὰ τοῦ βαϲιλέωϲ τοῖϲ ϲτρατεύμαϲι.

1451 Δῷρα θεοὺϲ πείθει καὶ αἰδοίουϲ βαϲιλῆαϲ· οἱ μὲν [*](Σ) Ἡϲιόδειον οἴονται τὸν ϲτίχον, εἴρηται δὲ καὶ Πλάτωνοϲ ἐν τρίτῃ Πολιτείᾳ.

1452 Δῶρα καὶ δωρεαὶ διαφέρει: δωρεαὶ μὲν γὰρ αἱ ϲιτήϲειϲ καὶ αἱ προεδρίαι καὶ αἱ ἀτέλειαι καὶ τὸ ἱερᾶϲθαι καὶ ὅϲα ἄλλα λαμπρύνει ἄνδραϲ, δῶρα δὲ χρυϲόϲ, ἄργυροϲ, ἵπποι, ἀνδράποδα καὶ ὅϲα ἑρμηνεύει πλοῦτον. ἀπὸ τοῦ δῶρα οὖν δωρὰ καὶ πλεοναϲμῷ τοῦ ε΄ δωρεά. ἢ οὕτωϲ· δῶρα μὲν τὰ ἐπὶ δωροδοκίᾳ διδόμενα, [*](Ar.) δωρεὰ δὲ ἐπὶ τιμῆϲ.

1453 Δωρεά: δόϲιϲ ἀναπόδοτοϲ· ἔϲτι δὲ ἡ δόϲιϲ γένοϲ τῆϲ δωρεᾶϲ.

[*](Phll.)

1454 Δωρήκ: ὄνομα κύριον.

1455 Δωρηϲάμενοϲ χρήμαϲι μεγάλοιϲ: ἀντὶ τοῦ δωροδοκήϲαϲ.

1456 Δωρητόν: τὸ ὡϲ δῶρον διδόμενον. ἡ τραγῳδία· ὅϲοϲ παρ᾿ [*](Soph.) ὑμῖν ὁ φθόνοϲ φυλάϲϲεται· οἷον τῆϲδέ γ᾿ ἀρχῆϲ οὕνεχ᾿, ἣν ἐμοὶ πόλιϲ δωρητὸν οὐκ αἰτητὸν εἰϲεχείριϲε, ταύτηϲ Κρέων ὁ πιϲτὸϲ οὑξ ἀρχῆϲ φίλοϲ, λάθρα μ᾿ ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται.

1457 Δωρητόϲ: ὁ δῶρα λαμβάνων.

1458 Δωριάζειν: παραγυμνοῦϲθαι· Δωρικὸν γάρ ἐϲτι τὸ παραφαίνειν [*](Σ) τὸ ϲῶμα, διὰ τὸ μηδὲ ζώναϲ ἔχειν, τὸ πολὺ δὲ χιτῶναϲ φορεῖ· ἐν δὲ Σπάρτῃ καὶ τὰϲ κόραϲ γυμνὰϲ φαίνεϲθαι.