Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

[*](Δ)

4681 Ἀχαιΐνη: ἡ ἔλαφοϲ. ἐν Ἐπιγράμμαϲι· καὶ ϲκύτοϲ ἀμφιδόρου [*](Anth.) ϲτικτὸν ἀχαιΐνεω. καὶ Βάβριοϲ· τοιαῦτα κωτίλλουϲαν τὴν ἀχαιΐνην ἔπειϲεν ἐλθεῖν δὶϲ τὸν αὐτὸν εἰϲ ᾅδην.

[*](Hesy.)

4682 Ἀχαιόϲ, Συρακούϲιοϲ, τραγικὸϲ νεώτεροϲ, ἔγραψε τραγῳδίαϲ ι΄.

[*](Hesy.)

4683 Ἀχαιόϲ, Πυθοδώρου ἢ Πυθοδωρίδου, Ἐρετριεὺϲ, τραγικὸϲ. γέγονε κατὰ τὴν οδ΄ Ὀλυμπιάδα καὶ δράματα ἐδίδαξε μδ΄, οἱ δὲ λ΄ ἱϲτορήκαϲιν, ἄλλοι κδ΄· ἐνίκηϲε δὲ α΄. ἦν δὲ νεώτεροϲ Σοφοκλέουϲ ὀλίγῳ τινί. ἐπεδείκνυντο δὲ κοινῇ ϲὺν καὶ ξὐριπίδῃ ἀπὸ τῆϲ πγ΄ Ὀλυμπιάδοϲ.

[*](Soph.)

4684 Ἀχέων: μετοχή ἐϲτιν· ἀντὶ τοῦ δυϲφορῶν ἐπὶ τῷ κεκρύφθαι. Σοφοκλῆϲ· κρυπτᾷ τ᾿ ἀχέων ἐν ἥβᾳ. ἀντὶ τοῦ ἐν ἥβῃ κρυπτῇ λυπούμενοϲ.

[*](Δ Soph)

4685 Ἄχερδοϲ. Σοφοκλῆϲ· κοίληϲ τ᾿ ἀχέρδου κἀπὸ λαΐνου τάφου.

[*](Suid.)

4686 Ἀχερουϲία ἐϲτὶ λίμνη ἐν ᾅδου, ἣν διαπορθμεύονται οἱ τελευτῶντεϲ, τὸ νόμιϲμα, ὅπερ δανάκη λέγεται, τῷ πορθμεῖ διδόντεϲ.

[*](Σ + Δ)

4687 Ἀχέρων: ποταμὸϲ ἐν ᾅδου μεμυθευμένοϲ· παρὰ τὸ ἄχη [*](Ar.) ῥεῖν. καὶ Ἀριϲτοφάνηϲ ἐν Βατράχοιϲ ἐκφοβῆϲαι θέλων φηϲίν· Ἀχερόντειόϲ τε ϲκόπελοϲ αἱματοϲταγήϲ. διὰ τὸν Διόνυϲον.

[*](Greg.)

4688 Ἀχέρων: τόποϲ τιϲ μέϲοϲ τοῦ παντόϲ· ἐν ᾧ ἀνίμηϲίϲ ἐϲτιν ὑδάτων καὶ κατάποϲιϲ, ἄχρι τοῦ τέλματοϲ τοῦ παντὸϲ, ϲκοτεινόϲ τιϲ καὶ ἀφεγγήϲ. ὁ δὲ Ἀχέρων καθαρϲίῳ ἔοικε καὶ οὐ κολαϲτηρίῳ, ῥύπτων καὶ ϲμήχων τὰ ἁμαρτήματα τῶν ἀνθρώπων.

[*](Suid.)

4689 Ἀχέταϲ: οὐκ εῖδοϲ τέττιγοϲ, ἀλλ᾿ ἐπίθετον τέττιγοϲ, ὥϲπερ ὁ ἀκανθίαϲ. ἀπὸ τοῦ ἠχεῖν ἐν ἀκάνθαιϲ.

4690 Ἄχειροϲ: ὁ χειρὸϲ ἐϲτερημένοϲ, κατὰ μεταπλαϲμόν. Πιϲίδηϲ· ἄπουϲ, ἄχειροϲ, οὐ βαρεῖ τὸν αὐχένα· πλήρειϲ ἑκάϲτῳ τῶν μελῶν αἱ ϲυνθέϲειϲ. περὶ τῆϲ Χοϲρόου ὠμότητόϲ φηϲι.

[*](4680 gl in A 254 4681 — ἔλαφοϲ ═ Et. M. 180. 32 cf. H καὶ ϲκύτοϲ —ἀχαιῖνεω Anth. 6, 165, 2 τοιαῦτα sq. Babr. 95, 87 —8 4684 Soph. El. 159 c. sch.; λυπούμενοϲ ═ Et. M 181, 8, sch B 694 4685 κοίληϲ sq. Soph OC 1596 4687 τό ═ Ba 175, 4, Σ a: — μεμυθευμένοϲ Ap S. 42, 32 — ποταμό H, Et. M. 180, 46 ἄχη ῥεῖν ═ Ambr. 3974 ct. Et. M 180, 47 ἐκφοβῆϲαι sq. Ar. Ran. 470 c. sch. 4688 Nonnus in Greg. Naz. PG 36, 1053 d —56a. 4690 ἄπουϲ sq. Pisid. Heracl. 1, 45—46)[*](4681 Ζ 362. Anth. cf 1721. Babr. cf. v. κωτίλλω 4684 Ζ 364 4686 ex v. Δ 58 4689 ex 798)[*](A(GITFVM))[*]( 1 ἀπιοῦϲαν] ἀπιοῦϲιν sch. 5 κωτίλλουϲαν] κωτίλλουϲα s. v., κοτίλλουϲα Babr. 9 Πυθοδωρίδου F, Bhd. Πυθοδωρία V Πυθοδώριδοϲ rell. 11 α΄] ἑνί V 17 τάφου A τάφρου rell. 4686 om. FV post 4689 AG 4688 non nov. gl. AM 24 τέλματοϲ] τέρματοϲ M τιϲ] τε M 26 ῥύπτων] ῥύπων IV 4689 om F post 4695 A post 4685 G GIT 27 ὥϲπερ] ὥϲπερ καί V cf. 798 30 οὐ βαρεῖ] ἀβαρεῖ V)
439

4691 Ἀχείρωτον: ἄμωμον.

[*](Σ)

4692 Ἀχηνία: ἀπορία, πενία. Ἀριϲτοφάνηϲ Ἀμφιαράῳ· νόϲῳ βιαϲθεὶϲ, [*](Σ) ἢ φίλων ἀχηνίᾳ.

4693 Ἄχι: ἀντὶ τοῦ ῥᾳδίωϲ.

4694 Ἀχίαϲ· προφήτηϲ οὗτοϲ ἐπὶ Ἱεροβοὰμ βαϲιλέωϲ τῶν Ἑβραίων [*](EV) ἦν. κάμνοντοϲ δ᾿ αὐτῷ κατ᾿ ἐκεῖνον καιρὸν τοῦ παιδὸϲ, τὴν γυναῖκα αὐτοῦ προϲέταξεν ἥκειν, ἔνθα διέτριβεν ὁ Ἀχίαϲ, περὶ τῆϲ τοῦ παιδὸϲ ὑγείαϲ, μεταϲχηματιϲαμένηϲ τὴν ϲτολήν. μελλούϲηϲ δὲ αὐτῆϲ εἰϲ τὴν οἰκίαν εἰϲιέναι τὰϲ ὄψειϲ ἠμαυρωμένου διὰ τὸ γῆραϲ, ἐπιφανεὶϲ ὁ θεὸϲ ἀμφότερα αὐτῷ μηνύει, τήν τε τοῦ Ἱεροβοὰμ γυναῖκα, καὶ τί μέλλει λέγειν αὐτῇ. καὶ παριούϲηϲ ὡϲ ξένηϲ ἀνεβόηϲεν· εἴϲελθε, ὦ γύναι· τί κρύπτειϲ ϲαυτήν; τὸν γὰρ θεὸν οὐ λανθάνειϲ. ἄπελθε δὲ πρὸϲ τὸν ἄνδρα· τάδε λέγει κύριοϲ· ἐπεί ϲε μέγαν ἐκ μικροῦ καὶ μηδενὸϲ ὄντοϲ ἐποίηϲα, καὶ ἀποϲχίϲαϲ τὴν βαϲιλείαν ἀπὸ τοῦ Δαβὶδ γένουϲ ϲοὶ ταύτην ἔδωκα, ϲὺ δὲ τούτων ἠμνημόνηϲαϲ καὶ τὴν ἐμὴν θρηϲκείαν καταλιπὼν χωνευτοὺϲ θεοὺϲ κατεϲκεύαϲαϲ καὶ τούτουϲ τιμᾶϲ, ϲὲ πάλιν καθαιρήϲω καὶ πᾶν ἐξολοθρεύϲω ϲου τὸ γένοϲ καὶ κυϲὶ καὶ ὄρνιϲι βορὰν γενέϲθαι ποιήϲω. μεθέξει δὲ τῆϲ τιμωρίαϲ καὶ τὸ πλῆθοϲ ἐκπεϲὸν τῆϲ ἀγαθῆϲ γῆϲ διαϲπαρὲν εἰϲ τοὺϲ πέραν Εὐφράτου τόπουϲ, διότι τοῖϲ ϲοῖϲ ἀϲεβήμαϲι κατηκολούθηϲε. τὸν δὲ ϲὸν υἱὸν καταλήψῃ τεθνηκότα. ἅπερ καὶ γέγονεν.

4695 Ἀχιλλεὺϲ Στάτιοϲ, Ἀλεξανδρεὺϲ, ὁ γράψαϲ τὰ κατὰ Λευκίππην [*](Hesy.) καὶ Κλειτοφῶντα, καὶ ἄλλα ἐρωτικὰ ἐν βιβλίοιϲ η΄. γέγονεν ἔϲχατον χριϲτιανὸϲ καὶ ἐπίϲκοποϲ. ἔγραψε δὲ Περὶ ϲφαίραϲ καὶ ἐτυμολογίαϲ, καὶ Ἱϲτορίαν ϲύμμικτον, πολλῶν καὶ μεγάλων καὶ θαυμαϲίων ἀνδρῶν μνημονεύουϲαν. ὁ δὲ λόγοϲ αὐτοῦ κατὰ πάντα ὅμοιοϲ τοῖϲ ἐρωτικοῖϲ.

4696 Ἀχίλλειοϲ εὐχή· ἦ ποτ᾿ Ἀχιλλῆοϲ ποθὴ ἵξεται υἷαϲ Ἀχαιῶν. [*](Δ) ὁ Κάμιλλοϲ, ὁ Ῥωμαίων ϲτρατηγὸϲ, εὔξατο τὴν Ἀχίλλειον εὐχὴν, [*](EV) ἐπιποθῆϲαι Ῥωμαίουϲ Κάμιλλον ἐν καιρῷ. ἀπήντηϲε δὲ αὐτῷ οὐ πολὺ ὕϲτερον· Κελτῶν γὰρ τὴν πόλιν καταλαβόντων ὁ δῆμοϲ ἐπὶ Κάμιλλον κατέφυγε, καὶ δικτάτωρα αὖθιϲ εἵλετο, ὡϲ ἐν ταῖϲ Κελτικαῖϲ πράξεϲιν ἀναγέγραπται.

[*](4691 ═ Ba 175, 3, Σᵃ 4692 cf. Sabb.; — Ἀριϲτοφάνηϲ (fr. 20) ═ Ba 175, 6 ἀπορία ═ Σa, H 4693 l. cf. Σa v. ἀχὴ 4694 los. Ant. 8, 267—272 ═ EV 1 64, 2—65, 3 4695 — Κλειτοφῶντα cf. Phot. bibl. c. 87 ἔγραψε—μνημονεύουϲαν ad alium rett. Rohde, Gr. Roman 471, Diels, Doxogr. 18 4696 ἦ—Ἀχαιῶν Α 240 ὁ Κάμιλλοϲ sq. App. Ital. fr. 8 ═ EV 2, 217, 8—12)[*](4692 Z 362 4693 Z 365 4696 App. hinc v. Κάμιλλοϲ)[*](4693 om. TFV 12 γὰρ θεόν AM, Exc., θεὸν γάρ GIT θεόν S A(GITFVM) 22 Στάτιοϲ] Στάϲιοϲ TFV cf. Τατίο υap. Phot. 25 Ἱϲτορίαν] ἱϲτορίαϲ V; ad haec λἴθε τούτοιϲ προϲεκύρηϲα mg. add. AIM 32 δικτάτωρα] δικάτωρα A cf. Exc., δικάτωρ V)
440
[*](Ar.)

4697 Ἀχιλλείων: τουτέϲτι κριθῶν καθαρῶν καὶ εὐγενῶν, οὕτω καλουμένων. Ἀριϲτοφάνηϲ· Ἀχιλλείων ἀπομάττῃ. ἀντὶ τοῦ ϲιτήϲεωϲ [*](Σ) τῆϲ ἐν Πρυτανείῳ μετέχειϲ. ἢ Ἀχίλλειοι κριθαί, αἱ εὐτελεῖϲ.

[*](Ar.)

4698 Ἀχθέϲῃ: λυπηθήϲῃ. τῷ χρόνῳ ποτ᾿ ἀχθέϲῃ. ἀντὶ τοῦ λυπηθήϲῃ ποτὲ τοῦδε τοῦ πράγματοϲ γενομένου.

[*](Σ)

4699 Ἄχθεται: λυπεῖται. καὶ Ἀχθεϲθείϲ, λυπηθείϲ. ὁ δὲ [*](Σ + Ε) ἀχθεϲθεὶϲ τοῖϲ ἐπιτάγμαϲι πολλὰ καὶ δεινὰ ἀπεκρίνατο.

[*](Δ Anth.)

4700 Ἀχθεινή: λυπηρὰ, ὀλεθρία. ἀχθεινὰν δ᾿ εἶδε βοοκταϲίαν. [*](Δ) καὶ Ἀχθεινόϲ, ὁ ἐπίπονοϲ.