Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

403

4349 Ἄττει: ὁρμᾷ, βαδίζει, ἐγγίζει τὸ δὲ ᾄττω, ἀπὸ τοῦ ἀΐϲϲω, [*](Σ) ἀΐττω, ᾄττω

[*](Ecl.)

4350 Ἄτη: ἡ βλάβη. Ὅμηροϲ· αὐτίκα δ᾿ εἷλ᾿ Ἄτην κεφαλῆϲ λιπαροπλοκάμοιο. [*](Hom.) ἀπὸ τῆϲ ἑαυτοῦ κεφαλῆϲ εἷλε τὴν Ἄτην· ἣ κατ᾿ ἀνδρῶν κράατα βαίνει. Ἄτη δὲ ὁ διάβολοϲ, ὁ ἀντικείμενοϲ. Σοφοκλῆϲ· ἀλλ᾿ οὖν εὐνοίᾳ γ᾿ αὐδῶ, μήτηρ ὡϲ ἥτιϲ πικτὴ, μὴ τίκτειν ἄτην ἄταιϲ. [*](Soph.) καὶ αὖθιϲ Σοφοκλῆϲ· ἐγὼ μὲν οὐδέν᾿ οἶδ᾿, ἐποικτείρω δέ νιν δύϲτηνον ἔμπηϲ, καίπερ ὄντα δυϲμενῆ, ὁθούνεκ᾿ ἄτῃ ϲυγκατέζευκται κακῇ.

4351 Ἀττήλαϲ: ὁ τῶν Σκυθῶν ἡγεμών.

4352 Ἀτημελία: ἡ καταφρόνηϲιϲ, ἡ ἀμέλεια. Ἀγαθίαϲ· τὰ γὰρ [*](Δ) μακρὰ τείχη πολλαχοῦ ὑπὸ χρόνου καὶ ἀτημελίαϲ ἐπεπτώκει, καὶ [*](Ε) διελέλυτο ἡ τοῦ μεγίϲτου ἕρματοϲ οἰκοδομία. καὶ Ἀτημελήτουϲ, [*](Σ) ἀπρονοήτουϲ, λίαν ἠμελημένουϲ.

4353 Ἀτηρότατον· Σφηξί. Πλάτων δ᾿ ἐν Φάωνι ἀτηρίαϲ. καὶ [*](Σ) Ἀτηρόν. Ἀριϲτοφάνηϲ· οὐ γὰρ ὁ γέρων ἀτηρὸν ἦν κακόν. καὶ [*](Ar.) αὖθιϲ· οἱ δὲ ἐγέλων γέλων ἀτηρόν. βλαβερόν.

[*](Ε + Δ)

4354 Ἄττιϲ παρὰ Φρυξὶ μάλιϲτα τιμᾶται, ὡϲ πρόϲπολοϲ τῆϲ Μητρὸϲ [*](Harp.) τῶν θεῶν.

4355 Ἄττιν, οὐχὶ Ἄττια. Δημοϲθένηϲ· κατάρχειϲ τοῖϲ Σάβοιϲ· [*](Σ) Ἄττιϲ Ὕιϲ, Ἄττιϲ. Θεόπομποϲ Καπηλίϲι· κολάϲομαί γ᾿ ἔϲω καὶ τὸν ϲὸν Ἄττιν.

4356 Ἀτίθαϲϲον: ἀνήμερον.

[*](Δ)

4357 Ἀττικάϲ: ἀντὶ τοῦ ὑϲτεριζούϲαϲ τοῦ καιροῦ, βραδυνούϲαϲ. [*](Ar.) Ἀριϲτοφάνηϲ· ἀλλ᾿ ὄψει ϲφόδρα αὐτὰϲ Ἀττικάϲ. οἷον μελλούϲαϲ ἐν τῷ πράγματι.

4358 Ἀττικἡ ὅτι Ποϲειδῶν καὶ Ἀθηνᾶ ἐφιλονείκηϲαν περὶ τῆϲ Ἀττικῆϲ. καὶ [*](Suid.) ζήτει ἐν τῷ γεραίτεροϲ.

4359 Ἀττικὴ πίϲτιϲ: ἐπὶ τῶν βεβαίαν φυλαττόντων πίϲτιν. καὶ [*](Prov.) Ἀττικὸϲ μάρτυϲ.

[*](4349 ═ ἐγγίζει Ba 161, 8, Σᵃ ᾄττω sq. cf. Et. M. 168, 5 ═ An. Ox. 2, 333, 28 4850 — βλάβη ═ H cf. sch. Β 111, Apion; αὐτίκα—vs. 4 Ἄτην Τ 126 c. sch. BT; ἥ—βαίνει Τ 93 ἀλλ—ἄταιϲ Soph. El. 233—5; ἐγώ sq. Soph. Ai. 121—3 4352 l. cf. Ambr. 3661 Ἀγαθίαϲ—οἰκοδομία Agath. 5, 13 p. 305 ἀτημελήτουϲ sq. ═ Ba 159, 20, Σa cf. Et. M 163, 50; ἠμελημένουϲ cf. H, Ambr. 3604, 3677 4353 ἀτηρίαϲ ═ Ba 159, 22 (Phryn. fr. 271); Ar. Vsp. 1299; Pl. com. fr. 182 vs. 15 οὐ—κακόν Ar. Vsp. 1299 vs. 16 οἱ—ἀτηρόν fort. lambl. cf. fr. 21; βλαβερόν ═ H cf. Ambr. 3597, 3654, sch. Pl. Crat. 395b, Phryn. p. 31, 13 4354 Harp. ═ Ba 161, 20 4855 — Ἄττια + Θεόπομποϲ (fr. 27) sq. ═ Ba 161, 28; κατάρχειϲ—Ἄττιϲ alt. Dem. 18, 260 4356 ═ H, Ambr. 3676, Ba 159, 25. Σa cf. gl. Dionys., PG 4, 24, Ambr. 3603 4357 ἀλλ᾿ sq. Ar. Lys. 56 c sch. 4359 Macar. Il 60 61, Philol. Suppl. 6, 260, n. 251.)[*](4350 Soph. Ai. cf. v. ἔμπηϲ 4351 Z 331 4352 Z 334 4357 Z 334 4358 ex v. Γ 195)[*](6 ἥτιϲ] εἴ τιϲ A πικτή] πι τή A πιϲτή pr. Soph., ζήτει ss. M A(GITFVM) 12 ἕρματοϲ] κτίϲματοϲ GIT ἐρύματοϲ Agath. 14 Σφηξί Kust. Σφιγξί omnes, Ba 20 γ᾿ ἔϲω] ϲ᾿ ἐγώ Pors. 22 Ἀτίθαϲον] Ἀτίθαϲον Mac Ba, Σa cf. v. τιθαϲϲόν 23 ὑϲτεριζούϲαϲ pr. ϲτεριζούϲαϲ omnes, Zon. 4358 ex M (post 4334))
404
[*](Σ)

4360 Ἀττικιϲμόϲ: ἡ πρὸϲ τοὺϲ Ἀττικοὺϲ οἰκειότηϲ καὶ εὔνοια· ὡϲ [*](Harp.) Λακωνιϲμόϲ, ἡ πρὸϲ τοὺϲ Λάκωναϲ. καὶ Ἀττικοῖϲ γράμμαϲι, Δημοϲθένηϲ κατὰ Νεαίραϲ, ἀντὶ τοῦ παλαιοῖϲ. τὴν γὰρ τῶν κδ΄ ϲτοιχείων γραμματικὴν ὀψέ ποτε παρὰ τοῖϲ Ἴωϲιν εὑρεθῆναι.

[*](Ε)

4361 Ἀττικόϲ, ἐπίϲκοποϲ Κωνϲταντινουπόλεωϲ μετὰ Ἀρϲάκιον, τὸν ἀπὸ τοῦ Χρυϲοϲτόμου ἐπιτροπεύϲαντα, τὸ μὲν γένοϲ ἦν ἐκ Σεβαϲτείαϲ τῆϲ Ἀρμενίαϲ· ἐκ νέου δὲ φιλοϲοφεῖν ἐπαιδεύθη ὑπὸ μοναχοῦ τῆϲ Μακεδονίου αἱρέϲεωϲ. οἱ δὲ τότε ἐν φιλοϲοφίᾳ διαπρέποντεϲ ἀνὰ τὴν Σεβάϲτειαν ἐκ τῆϲ Εὐϲταθίου διατριβῆϲ ἦϲαν· ὃν ἐπίϲκοπον καὶ ἡγεμόνα τῶν ἐνθάδε ἀρίϲτων μοναχῶν ἔγνωμεν. ἤδη δὲ εἰϲ ἄνδραϲ τελῶν πρὸϲ τὴν καθολικὴν ἐκκληϲίαν μετέθετο. φύϲει δὲ μᾶλλον ἢ μαθήϲει φρόνιμοϲ ὢν ἐγένετο τῶν πρακτέων ἐπήβολοϲ, ἐπιβουλεύειν τε καὶ πρὸϲ ἐπιβουλὰϲ ἀντίϲχειν ἱκανὸϲ, τὸ δὲ ἦθοϲ ἐπαγωγὸϲ ὡϲ πολλοῖϲ κεχαριϲμένοϲ εἶναι, μέτριοϲ δὲ πρὸϲ τοὺϲ ἐπ᾿ ἐκκληϲίαϲ λόγουϲ, ὡϲ μήτε γραφῆϲ ἀξίουϲ νομίζεϲθαι τοῖϲ ἀκροαταῖϲ, μήτε παιδείαϲ παντελῶϲ ἀμοίρουϲ. ἐμμελὴϲ γὰρ ὢν, εἴ πῃ καιρὸν ἦγε, τοὺϲ παῤ Ἕλληϲιν εὐδοκιμωτάτουϲ ϲυγγραφέαϲ ἠϲκεῖτο· καὶ τῷ δοκεῖν ἰδιώτηϲ εἶναι, περὶ τούτων διαλεγόμενοϲ καὶ τοὺϲ ἐπιϲτήμοναϲ πολλάκιϲ ἐλάνθανεν. ἐλέγετο δὲ πρὸϲ τοὺϲ ὁμοδόξουϲ ϲπουδαῖοϲ εἶναι, τοῖϲ δὲ ἑτεροδόξοιϲ φοβερόϲ· καὶ ῥᾳδίωϲ μὲν αὐτοῖϲ, ἡνίκα βούλοιτο, θέοϲ ἐμποιεῖν, αὖθιϲ δὲ μεταβαλλόμενοϲ πρᾶοϲ φαίνεϲθαι. καὶ τοῦτον μὲν τοιόνδε γενέϲθαι φαϲίν. οὗτοϲ ὁ Ἀττικὸϲ μετὰ τὸ πεπαιδεῦϲθαι εὐλαβήϲ τε καὶ φρόνιμοϲ ἦν· διὸ καὶ τὰϲ ἐκκληϲίαϲ ἐπ αὐτοῦ ϲυνέβη εἰϲ μέγα ἐπιδοῦναι. οὐ γὰρ μόνον τοὺϲ οἰκείουϲ τῆϲ πίϲτεωϲ ϲυνεκρότει, ἀλλὰ καὶ τοὺϲ αἱρεϲιώταϲ τῇ φρονήϲει κατέπληττε· καὶ ϲκύλλειν μὲν αὐτοὺϲ οὐδαμῶϲ ᾑρεῖτο, φοβῶν δὲ πάλιν ἐπράϋνεν. ἀλλὰ μὴν οὔτε λόγων ἠμέλει, ἐπόνει γὰρ περὶ τὰ τῶν παλαιῶν ἀναγνώϲματα, διανυκτερεύων ἐν αὐτοῖϲ· διὸ καὶ οὐκ ἐξεφωνεῖτο παρὰ τῶν φιλοϲόφων ϲοφιϲτῶν. ἦν δὲ τοῖϲ ἐντυγχάνουϲι χαρίειϲ καὶ ἐπαγωγὸϲ, καὶ τοῖϲ λυπουμένοιϲ ϲυνεϲτύγναζε, καὶ κατὰ τὸν Ἀπόϲτολον, τοῖϲ πᾶϲι τὰ πάντα ἐγίνετο. καὶ πρεϲβύτηϲ μὲν ὢν ἐκμαθὼν οὓϲ καὶ ἐπόνει λόγουϲ ἐπ᾿ ἐκκληϲίαϲ ἐδίδαϲκε· μετὰ δὲ ταῦτα ϲὺν τῇ φιλοπονίᾳ καὶ παρρηϲίαν κτηϲάμενοϲ ἐξ αὐτοϲχεδίου καὶ πανηγυρικώτατα ἐδίδαϲκε καὶ χαίρειν τῇ γραμματικῇ φράϲαϲ ἐπὶ τὸν ἀϲκητικὸν ἐτράπη βίον. οὐ μὴν τοιοῦτοι ἦϲαν οἱ λόγοι ὡϲ παρὰ τῶν ἀκροατῶν ϲπουδάζεϲθαι ἢ γραφῇ παραδίδοϲθαι.

[*](4366 ═ Ba 161, 26, Phryn. fr. 276 Ἀττικοῖϲ sq. Harp. ═ An. Ox. 2, 491, 11. Ba 161, 22; Dem. 59, 76 4361 — vs. 22 φαϲίν Soz. h. e. 8, 27; vs. 22 οὗτοϲ vs. 33 ἐδίδαϲκε + vs. 35 οὐ sq. Socr. h. e. 7, 2 vs. 34 χαίρειν—βίον cf. Socr. h. e. 7, 17)[*](4360 hinc v. Λακωνιϲμόϲ 4361 Socr. 7, 2 cf v. ἐξεφωνεῖτο; 7, 17 cf. v Παῦλϲ.)[*](A(GITVM))[*](8 Μακεδονίου l, Soz. Μακεδονίαϲ GTM Μακεδονείαϲ V, cp. A 12 ἐπήβολοϲ T, Soz. ἐπήβουλοϲ A ἐπίβουλοϲ GIM 24 ϲυνεκρότει] ϲφόδρα add. A 27 περί] παρά A, om. V cf. v. ἐξεφωνεῖτο 28 ἐξεφωνεῖτο] ἐξεφονεῖτο ἐξενοφωνεῖτο Socr. 34 γραμματικῇ] γραφῇ M cf. Socr. et v. Παῦλοϲ 36 ἤ] οἶον V)
405

4362 Ἀτιμαγέλου: μὴ ϲυναγελαζομένου. κέραϲ βουμολγὸϲ ταύρου [*](Anth.) κλάϲϲεν ἀτιμαγέλου.

4363 Ἀτιμάζω· αἰτιατικῇ. τὸ καταφρονῶ, τὸ ἀναδύομαι. Αἰλιανόϲ· [*](Δ) ταῦτά τοι οἱ Διόϲκουροι οὐκ ἠτίμαϲάν οἱ φανῆναι πάλιν. καὶ [*](Ε) Ἀτιμῆϲαι, ἀτίμωϲ ὑβρίϲαι. ὁ δὲ Δημοϲθένηϲ ἐδέετο ϲυγγνῶναι τῷ παιδὶ καὶ μὴ αὐτὸν ἀτιμῆϲαι.

4364 Ἀτίμητοϲ ἀγών: ἐφ᾿ ᾧ τίμημα ὡριϲμένον ἐκ τῶν νόμων οὐ [*](Harp) κεῖται, ἀλλ᾿ οἱ δικάζοντεϲ ἐτιμῶντο τί δεῖ παθεῖν ἢ ἀποτῖϲαι. ὁ δὲ τιμητὸϲ, ᾧ πρόϲεϲτιν ἀπὸ τῶν νόμων ὡριϲμένον τίμημα. 4365 Ἄτιμοϲ: ἀνήκουϲτοϲ. καί μ᾿ ὁ Φοῖβοϲ ἄτιμον ἐξέπεμψε. περὶ [*](Soph.) ὧν γὰρ ἀπῆλθεν, οὐκ ἤκουϲεν. ἰδίᾳ Δημοϲθένηϲ ἐν Φιλιππικοῖϲ [*](Harp.) τὸν ἀτιμώρητον λέγει· τουτέϲτιν, ὃν ἄν τιϲ ἀποκτιννὺϲ οὐχ ὑπόκειται ἐπιτιμίῳ, ἀλλ᾿ ἔϲτι καθαρὸϲ αἰτίαϲ· ὁ οἷον τὸν ἄτιμον ἑλών.

4366 Ἀτιμότερον: ἀντὶ τοῦ εὐτελέϲτερον, ἀτεχνότερον. μηδένα [*](Δ + x) μηδοτιοῦν τῶν ἐρέϲθαι δεομένων εἴπῃϲ μηδὲν, ἔϲτ᾿ ἂν ἀφίκωμαι. εἰ δὲ μή μοι προϲέξοιϲ, ἐρεῖϲ δὲ ἄκοντοϲ, ἀτιμότερόν με θήϲειϲ. εἰν ἀΐδᾳ γάρ μιν ὁ Θερϲίτηϲ οὐδὲν ἀτιμότεροϲ.

[*](Anth.)

4367 Ἀτιμώρητοϲ: ἀβοήθητοϲ, ἢ θαυμαϲτόϲ. ἐϲτι δ᾿ ὅτε καὶ ὁ [*](Σ) κακόϲ. ἐπὶ οὖν τοῦ ἀβοηθήτου Αἰλιανόϲ· οὐ μὴν ἀτιμωρήτουϲ ἐγένετο μεῖναι τοὺϲ παῖδαϲ τοὺϲ ἀλοηθένταϲ, ἑτεραλκὴϲ γὰρ ἡ νίκη γενομένη τῶν πληϲίον ἦν.

4368 Ἄτλαϲ: ὁ μυθευόμενοϲ τὴν γῆν καὶ τὸν οὐρανὸν βαϲτάζειν. καὶ ϲιδηρέουϲ Ἄτλαντοϲ ὤμουϲ. καὶ παροιμία· Ἄτλαϲ τὸν οὐρανόν.[*](Anth.) λείπει ὑπεδέξω. ἐπὶ τῶν μεγάλοιϲ πράγμαϲιν ὑποβαλλομένων [*](Prov.) καὶ κακοῖϲ περιπιπτόντων.

4369 Ἀτλήτῳ: ἀνυπομονήτῳ. ἐν Ἐπιγράμμαϲι· παίγνιον ἀτλήτου [*](Σ) θηρὸϲ ἔχουϲα κάρη. καὶ Ἀτλητῶν, μὴ καρτερῶν, μὴ φέρων, [*](Anth.) δυϲαναϲχετῶν. πάρειμ᾿ ἀτλητῶν.

[*](Soph.)