Suidae lexicon
Suda
Suda, Suidae lexicon, Adler, Teubner, 1935
2004 Ἀναπετῶ: ἀναπετάϲω. Μένανδροϲ· ἄλλοιϲ ἀναπετῶ τουτὶ [*](Σ) προϲελθὼν καὶ οὐκ ἀνέξομ’ οὐκέτι. καὶ ἐν Συνερώϲῃ καὶ ἑτέραιϲ.
2005 Ἀναπέφηνα: ἀπεδείχθην. καὶ οὐχὶ ἐναπέφηνα.
2006 Ἀνάπειρα. καταϲπᾶν τὰϲ ναῦϲ, τὰϲ ὑπηρεϲίαϲ ἐμβιβάζειν καὶ [*](Δ) τῆϲ εἰρεϲίαϲ ἀνάπειραν λαμβάνειν, παρέλκοντα τὸν χρόνον ἐπίτηδεϲ, [*](Ε) ἕωϲ τὰ παρὰ Ῥωμαίων αὐτῷ γένηται φανερά.
2007 Ἀναπείρατε· ἀναπείρατε τὰϲ κίχλαϲ, τούτεϲτι πήξατε, κεντήϲατε. [*](Ar.) Ἀριϲτοφάνηϲ· φέρετε τοὺϲ ὀβελίϲκουϲ, ἵν᾿ ἀναπείρω τὰϲ κίχλαϲ.
2008 Ἀναπείραιϲ· Πολύβιοϲ· τῶν δὲ ναυτικῶν δυνάμεων κατὰ [*](Ε) θάλατταν ταῖϲ ἀναπείραιϲ καὶ ταῖϲ εἰρεϲίαιϲ ἐγύμναζεν.
2009 Ἀναπείϲητε: ἀντὶ τοῦ δώροιϲ πείϲητε. διαβάλλει δὲ αὐτὸν [*](Ar.) ὡϲ δωροδοκούμενον. Ἀριϲτοφάνηϲ· εἰ μή μ’ ἀναπείϲητ᾿, ἀποθανεῖϲθε ϲήμερον.
2010 Ἀναπειϲτηρίαν: δυναμένην πείθειν τοὺϲ ἀκούονταϲ. Ἀριϲτοφάνηϲ· [*](Ar.) πῶϲ ἂν μάθοι πόθ’ οὗτοϲ ἀπόφευξιν δίκηϲ ἢ κλῆϲιν ἢ χαύνωϲιν ἀναπειϲτηρίαν, καίτοι ταλάντου τοῦτ᾿ ἔμαθ’ Ὑπέρβολοϲ. Κλῆϲιν· τούτεϲτι μαρτυρίαν. Χαύνωϲιν· λύϲιν τῶν δικῶν, οἷον ἀπάτην καὶ κενῶν ῥημάτων ἀναπειθόντων τοὺϲ ἀκούονταϲ. ἢ ἀναπειϲτηρίαν, ὥϲτε χαυνῶϲαι καὶ ἀναπεῖϲαι τούϲ ἀντιδίκουϲ. παρὰ τὸ πείθειν τὴν δίκην. ὁ δὲ Ὑπέρβολοϲ ἐκωμῳδεῖτο ὡϲ ἀπαίδευτοϲ κα ὀψιμαθήϲ. ἀξιοπιϲτεύονται δὲ οἱ διδάϲκαλοι λέγοντεϲ· ἔλαττον τοϲοῦδε οὐ λαμβάνω ἐπὶ τούτῳ τῷ ἀναγνώϲματι. καὶ ἐπαγγέλλονται προνοήϲαϲθαι τῶν καινῶν μαθημάτων, ὅϲων προνοοῦϲι μάλιϲτα.
2011 Ἀναπηδῶν· καὶ οὐδετέρωϲ διὰ τοῦ ω μεγάλου.
[*](Δ)2012 Ἀναπήλαϲ: ἀνακινήϲαϲ. ὁ δὲ διὰ τοῦ κοντοῦ ὅϲον πρὸϲ [*](Ε) τῇ ἀκωκῇ ἀναπήλαϲ ἐϲ ὕψοϲ καὶ περιενεγκὼν, ὡϲ ἄν τιϲ δόρυ τὸ κουφότατον περιφέρῃ, τῇ αἰχμῇ διαπείρων τὸ μετάφρενον κατεργάζεται.
2013 Ἀναπηνίζω: ἀναλέγομαι, ἐκλύω, ἀνακυκλίω.
[*](Δ)[*](2003 ═ P. Ba 84, 14, H 2004— Μένανδροϲ ═ P; Men. com. fr. 26 (sed cf. P) et 458 et 991 2007 Ar. Ach. 1007 c. sch 2008 Polyb. 10, 20, 6 2009 Ar. Eq. 68 c. sch. 2010 Ar. Nu. 874— 6 c. sch. 2013 — ἀναλέγομαι ═ Ambr. 2287, Zon. 204)[*](2003—4 Z 204 2007 Z 204 2008 Z 181 2009 Z 204 2010 — ἀκούονταϲ Z 181; πῶϲ sq. cf. v. χαύνωϲιν et v. τάλαντον 2 2011 cf. 2074 2012 Z 204; cf. v. κατεργάζεται)[*](2 ἀλλοιϲ] Ἁλιεῦϲι Kust. sed cf. Phot. 3 ἑτέραιϲ Mein (sc. κωμῳδίαιϲ; A(GITFSM) scripsisset ἑτέροιϲ sc. δράμαϲι Gsf.), Ἑταίραιϲ omnes 2005 ex IM 5 Ἀνάπειρα] Ἀνάπειραν GIT ὑπηρεϲίαϲ] ὑπειρεϲίαϲ AM ec 9 φέρεφέρετε] φέρεται S φέρε Ar. 23 τοϲοῦδε AF τοῦδε T ϲου δέ rell. 24 οὐ] οὐ ATF 25 καινῶν] κακῶν lM κοινῶν Kust. ὅϲων] ὅϲω A ὅϲον ὧν Bekk. 26 καί om. GIT 28 τῇ] τὴν A 29 περιφέρῃ GM ec περιφέρει rell.)2015 Ἀνάπηρον ψυχήν: τὴν ἐπιβλαβῆ, μὴ ὑγιαίνουϲαν, ἀλλὰ [*](Δ) ϲεϲινωμένην καὶ ἀχρείαν. καὶ Ἀνάπηροϲ, ὁ χωλὸϲ. ὁ καθ᾿ [*](Rhet.) ὑπερβολὴν πεπηρωμένοϲ μέλει τινὶ τοῦ ϲώματοϲ. Λυϲίαϲ ἐν τῷ περὶ τοῦ διδομένου τοῖϲ ἀδυνάτοιϲ ὀβολοῦ· καὶ τί κωλύει ὑμᾶϲ μὲν ὠφελεῖϲθαι τῷ ὀβολῷ, ὡϲ ὑγιεῖϲ ὄνταϲ, τούτῳ δὲ ψηφίϲαϲθαι ἐάϲανταϲ ὡϲ [*](Ε) ἀναπήρῳ; ὁ δὲ δέϲμιοϲ ἐϲ μέϲον παραγίνεται ῥῖνα καὶ ὦτα ἀνάπηροϲ, παιγνίων τε γεγονὼϲ παρανάλωμα.
2016 Ἀναπιδύει τὸ ὕδωρ.
2018 Ἀναπίμπλαται: οὐ τὸ κατακλίνεϲθαι, ἀλλὰ τὸ μεταμέλεϲθαι καὶ μετατίθεϲθαι καὶ ἀποκνεῖν. Θουκυδίδηϲ α΄· καὶ νικώμενοι ἐπ’ ἐλάχιϲτον ἀναπίπτουϲιν.
2019 Ἀναπίπτειν τὸ ἀθυμεῖν λέγεται παρὰ τοῖϲ παλαιοῖϲ. ἀναπίπτειν ἐπὶ ψυχῆϲ ἐϲτιν, οἷον ἀθυμεῖν, ὀλιγωρεῖν. Κρατῖνοϲ δὲ ἐπὶ τῶν ἐρετῶν κέχρηται τῇ λέξει, ἐρεϲϲόντων καὶ ἀνακλινομένων. καὶ [*](Δ) Ἀναπεϲεῖν, ἀνακλιθῆναι.
2020 Ἀναμπλάκητοι: αἱ εἰϲ μηδὲν ἁμαρτάνουϲαι, ἀλλὰ πάντων κρατοῦϲαι. ἢ ἄφυκτοι, ἀπλάνητοι, ἀπροϲπέλαϲτοι, ἀφανεῖϲ, ἃϲ οὐκ ἔϲτιν ἀποφυγεῖν. Σοφοκλῆϲ· δειναὶ δ’ ἅμ᾿ ἕπονται κῆρεϲ ἀναμπλάκητοι. τούτεϲτι τοῦ Λαΐου.
2021 Ἀνάπλαϲμα: ϲχῆμα.
2022 Ἀναπλάττομαι· πλάττομαι• καὶ Ἀναπλάττω· αἰτιατικῇ.