Suidae lexicon

Suda

Suda, Suidae lexicon, Adler, Teubner, 1935

544
[*](Δ)

462 Γρύζω: θρηνῶ.

[*](Harp.)

463 Γρύλλοϲ· Ξενοφῶντοϲ τοῦ Σωκρατικοῦ υἱοὶ Γρύλλοϲ καὶ Διόδωροϲ. [*](Δ) καὶ Γρύλλοϲ, ὁ χοῖροϲ.

[*](Suid.)

464 Γρυκτόν ἆρα γρυκτόν ἐϲτιν ὑμῖν; τουτέϲτιν ἆρα γρύξαι ὀφείλετε ἢ παρρηϲίαν ἄγειν.

[*](Δ)

465 Γρυμαία: ἡ ϲκευοθήκη.

[*](Σ)

466 Γρύξαι: φθέγξαϲθαι, κράξαι.

[*](Ar.)

467 Γρύττοϲ· τῶν ἐπὶ μαλακίᾳ διαβαλλομένων οὗτοϲ ἦν. οἱ δὲ Γρῦπον λέγουϲι διὰ τοῦ π· ὃϲ ἦν καταπύγων. ἤτοι λαγνόϲ. Ἀριϲτοφάνηϲ· ἔπαυϲα τοὺϲ βινουμένουϲ τὸν Γρῦπον ἐξαλείψαϲ.

[*](Harp.)

468 Γρυπάνιον: γρυπαίνειν τὸ γρυποῦϲθαι λέγουϲιν. οἶον ἐπὶ τῶν ἁπαλῶν ξυλυφίων, ὅταν κάμψαντεϲ ἀφῶμεν αὐτά. Ἀντιφῶν δέ φηϲιν ἐν Ἀληθείαϲ δευτέρῳ· καίων γὰρ ἦν τὴν γῆν καὶ ϲυντήκων γρυπάνιον ποιεῖ. καὶ Μελάνθιοϲ· ϲειϲμὸϲ, φηϲὶ, γέγονε, καὶ ἔγρυπεν ἡ γῆ.

[*](Δ)

469 Γρυπόϲ: ὁ καμπυλόριν.

[*](Σ)

470 Γῦα: μέλη, ἢ πόδαϲ τοῦ ϲώματοϲ. γυιοτακὴϲ δὲ λιπὼν τάδε [*](Anth.) ϲύμβολα κώμων μέμφεται ἀϲτρέπτου κάλλεϊ θηλυτέρηϲ.

[*](Δ)

471 Γύαλον: τὸ κοῖλον.

[*](Ε)

472 Γύγηϲ, Λυδόϲ. ἐϲέβαλε μέν νυ ϲτρατιὴν καὶ οὗτοϲ, ἐπεί τε ἦρξεν, ἔϲ τε Μίλητον καὶ Σμύρνην, καὶ Κολοφῶνοϲ τὸ ἄϲτυ εἷλεν. ἀλλ’ οὐδὲν μέγα ἀπ’ αὐτοῦ ἄλλο ἔργον ἐγένετο βαϲιλεύϲαντοϲ δυοῖν δέοντα μ ἔτεα, τοῦτον μὲν παρήϲομεν τοϲαῦτα ἐπιμνηϲθέντεϲ, Ἄρδυοϲ δὲ τοῦ Γύγεω μετὰ Γύγην βαϲιλεύϲαντοϲ μνήμην ποιήϲομαι. οὗτοϲ Πριηνέαϲ τε εἷλεν ἐϲ Μίλητόν τε ἐϲέβαλεν. ἐπὶ τούτου τυραννεύοντοϲ Σαρδίων Κιμμέριοι ἐξ ἠθέων ὑπὸ Σκυθέων τῶν Νομάδων ἐξαναϲτάντεϲ ἀπίκοντο ἐϲ τὴν Ἀϲίην καὶ Σάρδειϲ πλὴν τῆϲ ἀκροπόλεωϲ εἷλον. Ἄρδυοϲ δὲ βαϲιλεύϲαντοϲ ἑνὸϲ δέοντα ν΄ ἔτεα ἐξεδέξατο Σαδυάττηϲ ὁ Ἄρδυοϲ καὶ ἐβαϲίλευϲεν ἔτη ιβ′, Σαδυάττεω δὲ Ἀλυάττηϲ. οὗτοϲ δὲ Κυαξάρῃ τε τῷ Δηϊόκεω ἀπογόνῳ ἐπολέμηϲε καὶ Μήδοιϲι, Κιμμερίουϲ τε ἐκ τῆϲ Ἀϲίηϲ ἐξήλαϲε, Σμύρνην τε τὴν ἀπὸ Κολοφῶνοϲ κτιϲθεῖϲαν [*](462 Ambr. 583 463 Διόδωροϲ Harp. vs. 3 γρύλλοϲ sq. ═ Ambr. 535, H 465 ═ Ambr. 563, Ba187,20, Theognost. An. Ox. 2,19, 22 of H 466 Σᵃ cf. H, Ba 187,9 467 Ar. Eq.877 c. sch. 468 Harp. ═ Et. M.242,10 Ἀντιφῶν sq. ═ Sabb.; Antiph. fr 111, Melanth. fr.1, FHG 4,444 469 ═ Ambr. 534 cf. H 470 ϲώματοϲ ═ Ba 187,10 cf. H; μέλη ═ sch. Δ 230; πόδαϲ cf. Ap. S. 55.27 γυιοτακήϲ sq. Anth. 6, 71, 9 —10 471 ═ Ambr. 626 cf. H. sch. Ε 99 472 Hdt. 1, 14,4 — 18, 1) [*](462 Z 456 464 ex v. Α 3731 465 Z 454 467 hinc v. B 288 extr. 468 hinc v. ξυλυφίων et v. ἔγρυπεν 469 cf. Z 455 471 Z 459 472 hinc v. Δ 385 et v. Σαδυάττηϲ) [*](A(GITFVM))[*]( 464 om.V; post 462 Γρυκτόν· ἄξιον φθέγξαϲθαι· γρύξαι F 8 Γρύττοϲ] καὶ. Γρῦπον add. AM 9 ἤτοι λαγνόϲ om. FV sch., ss. M 11 Γρυπάνιον] Γρυπάνον A 12 ξυλυφίων] ξυλιφίων G M cf. v. et Harp. 15 καμπυλόριν ] καμπυλόνιν A ἤτοι ὁ καμπύλην ῥῖνα ἔχων add. T 16 Γῦα] Γυῖα G Τ Ba, Hes. πόδαϲ] πόδεϲ GI cf Hes. 22 τοῦτον—ἐπιμνηϲθέντεϲ om. V, interiecto 473 τοϲαῦτα AGl om. M 29 Δηϊόκεω AV Hdt. Δηιόκρω GIM Μήδοιϲι] Μήδοιϲ A)

545
ἐξεῖλεν, ἐϲ Κλαζομενάϲ τε ἐϲέβαλλεν. ἀπὸ μέν νυ τούτων οὐχ ὡϲ ἤθελεν ἀπήλλαξεν, ἀλλὰ προϲπταίϲαϲ μεγάλωϲ· ἄλλα δὲ ἔργα ἀπεδέξατο ἐὼν ἐν τῇ ἀρχῇ ἀξιαπηγητότατα τάδε. ἐπολέμηϲε Μιληϲίοιϲι παραδεξάμενοϲ τὸν πόλεμον ἀπὸ τοῦ πατρόϲ. ἐπελαύνων γὰρ ἐπολιόρκεε τὴν Μίλητον τρόπῳ τοιῷδε. ὅκωϲ μὲν εἴη ἐν τῇ γῇ καρπὸϲ ἁδρόϲ, τηνικαῦτα ἐϲέβαλλε τὴν ϲτρατιήν· ἐϲτρατεύετο δὲ ὑπὸ ϲυρίγγων τε καὶ πηκτίδων καὶ αὐλοῦ γυναικηΐου τε καὶ ἀνδρηίου. ὡϲ δὲ ἐϲ τὴν Μιληϲίην ἀπίκοιτο, οἰκήματα μὲν τὰ ἐπὶ τῶν ἀγρῶν οὐ κατέβαλλεν οὕτε ἐνεπίμπρη οὔτε θύραϲ ἀπέϲπα, ἔα δὲ κατὰ χώρην ἑϲτάναι· ὁ δὲ τά τε δένδρεα καὶ τὸν καρπὸν τὸν ἐν τῇ γῇ ὅκωϲ διαφθείρειε, ἀπαλλάϲϲετο ὀπίϲω. τῆϲ γὰρ θαλάϲϲηϲ οἱ Μιλήϲιοι ἐπεκράτεον ὥϲτε ἐπέδρηϲ μὴ εἶναι τὸ ἔργον τῇ ϲτρατιῇ. τὰϲ δὲ οἰκίαϲ οὐ κατέβαλλεν ὁ Λυδὸϲ τῶνδε εἵνεκα, ὅκωϲ ἐντεῦθεν ὁρμώμενοι τὴν γῆν ϲπείρειν τε καὶ ἐργάζεϲθαι οἱ Μιλήϲιοι, αὐτὸϲ δὲ ἐκείνων ἐργαζομένων ἔχοι τι καὶ ϲίνεϲθαι ἐϲβάλλων. ταῦτα ποιέων ἐπολέμεε ἔτεα ια′, ἐν τοῖϲι τρώματα μεγάλα διφάϲια Μιληϲίων ἐγένετο ἐν τε ἐν λιμενηΐῳ χώρηϲ τῆϲ ϲφετέρηϲ μαχεϲαμένων καὶ ἐν Μαιάνδρου πεδίῳ.

473 Γύγου δακτύλιοϲ. ἐπὶ τῶν πολυμηχάνων καὶ πανούργων. [*](Prov.) Γύγηϲ γὰρ βουκόλοϲ ὢν, τῆϲ γῆϲ ὑπὸ ϲειϲμοῦ ῥαγείϲηϲ, νεκρὸν εὑρὼν φοροῦντα δακτύλιον τοῦτον περιεῖλεν. ὁ δὲ εἶχε φύϲιν ὥϲτε κατὰ τὰϲ ϲτροφὰϲ τῆϲ ϲφενδόνηϲ ὁρᾶϲθαι καὶ μή. δι’ αὐτοῦ κτείναϲ τὸν πρὸ αὐτοῦ ἐβαϲίλευϲεν.

474 Γύηϲ: μέροϲ ἀρότρου. καὶ παροιμία· Γύηϲ οὐκ ἔνεϲτ’ [*](Δ) αὐτῷ, ἐπὶ τῶν ἐν τινι ἀχρήϲτων· ἐκ μεταφορᾶϲ τοῦ ἀρότρου.

[*](Prov.)

475 Γυλια ύχεναϲ: τοὺϲ μακροτραχήλουϲ.

[*](Ar.)

476 Γύλιοϲ: πλέγμα ϲτρατιωτικὸν, ϲκευοφόρον, ἐπίμηκεϲ, εἰϲ ὀξὺ [*](Ar.) λῆγον πρὸϲ τὸ μὴ κατάγνυϲθαι· ἐν ᾧ κατετίθεντο τυρὸν καὶ ἐλαίαϲ καὶ κρόμυα. ἡ λεγομένη ϲτρατιωτικὴ ὀψοθήκη. ἔϲτι δὲ καὶ [*](Δ) ζῷον ὁ καλούμενοϲ χοιρογρύλλιοϲ. λέγεται δὲ καὶ ὁ Ἡρακλῆϲ [*](Ar.) Γύλιοϲ. καὶ Γύλιον, ἀγγεῖον πλεκτόν.

[*](Δ)

477 Γλιπποϲ: ὄνομα κύριον. 

[*](Δ)

478 Γύλων· οὗτοϲ αἰτίαν ἔχων ἐπὶ τῆ τοῦ Νυμφαίου τοῦ ἐν Πόντῳ χωρίου προδοϲίᾳ ἔφυγεν· ἐλθὼν δὲ εἰϲ Σκυθίαν ἔγημε. δύο δὲ ἔχων [*](473 ═ Diogen. ΙΙΙ 99 474 — ἀρότρου Ε M. 242,22 cf H Γύηϲ οὐκ sq. cf. Philol. Suppl. 6, 230, n. 28 475 sch. Ar. Pac. 788 476 ϲκευοφόρον + πρόϲ — κρόμυα + ἔϲτι —χοιρογρύλλιοϲ sch. Ar. Pac. 527 cf. sch. Ach.1097, Harp.; Bk.228,29 ═ Et M.244,21; — λῆγον sch. Ar. Pac 788 ϲτρατιωτικὴ ὀψοθήκη cf. Ambr. 617 Ἡρακλῆϲ Γύλιοϲ Η, Ambr. 592 cf. 614 et Et. M.244, 27; γύλιον sq. H cf. Ambr.629 477 ═ Ambr.601 cf. Harp.) [*](478 προδοϲίᾳ cf. sch. Aeschin. 3,171; l. ═ Ambr. 602, Harp. 472 hinc v. Κλαζομενάϲ, v. Δ 1289, v. τρώματα 473 Ζ 456 475 Ζ 457) [*](1 οὐχ] οὐκ A G 11.12 ὥϲτε ἐπέδρηϲ A M Hdt.: ὥϲτε καὶ ἐνέδρηϲ GΙ A(GITFVM) 473 post p. 544,22 V 21 ϲφενδόνηϲ] ἤγουν τοῦ δακτυλ⟨ίου ⟩ ss V Lexicographi graeci, Suidas I ed Adler)

546
θυγατέραϲ ἔπεμψεν εἰϲ τὴν πατρίδα, ὧν τὴν μὲν μίαν ἔγημε Φιλοχάρηϲ, τὴν δὲ ἑτέραν Κλεόβουλοϲ.

[*](Δ)

479 Γυμναϲία: ἡ τριβή. ὅτι ἡ διαλεκτικὴ πρὸϲ τρία ἐϲτὶ χρήϲιμοϲ· [*](Phil.) πρὸϲ γυμναϲίαν, πρὸϲ τὰϲ ἐντεύξειϲ, πρὸϲ τὰϲ κατὰ φιλοϲοφίαν ἐπιϲτήμαϲ. γυμναϲίαν δὲ λέγει ἤτοι τὴν γινομένην ἐν τῷ διαλέγεϲθαι πρόϲ τιναϲ· δεχόμενοι γάρ τινα προβλήματα παρὰ τῶν προϲδιαλεγομένων πειρῶνται τούτοιϲ ϲυμπαρίϲταϲθαι, δι’ ἐνδόξων τὰϲ ἐπιχειρήϲειϲ ποιούμενοι. ἢ γυμναϲίαν λέγοι ἂν τὴν εἰϲ ἑκάτερον μέροϲ ἐπιχείρηϲιν. ἦν δὲ ϲύνηθεϲ τὸ τοιοῦτον εἶδοϲ τῶν λόγων τοῖϲ ἀρχαίοιϲ, καὶ τὰϲ ϲυνουϲίαϲ τὰϲ πλείϲταϲ τοῦτον ἐποιοῦντο τὸν τρόπον, οὐκ ἐπὶ βιβλίων ὥϲπερ νῦν (οὐ γὰρ ἦν τότε τοιαῦτα βιβλία), ἀλλὰ θέϲεώϲ τινοϲ τεθείϲηϲ εἰϲ ταύτην γυμνάζοντεϲ αὐτῶν τὸ πρὸϲ τὰϲ ἐπιχειρήϲειϲ εὑρετικὸν ἐπεχείρουν, καταϲκευάζοντεϲ καὶ ἀναϲκευάζοντεϲ δι’ ἐνδόξων τὸ κείμενον. καὶ ἔϲτι βιβλία τοιαῦτα Ἀριϲτοτέλει τε καὶ Θεοφράϲτῳ γεγραμμένα ἔχοντα τὴν εἰϲ τὰ ἀντικείμενα δι’ ἐνδόξων ἐπιχείρηϲιν. πρὸϲ δὴ τὴν τοιαύτην γυμναϲίαν χρήϲιμον εἶναί φηϲι τὴν διαλεκτικήν· μέθοδον γὰρ τινα εὑρετικὴν τῶν ἐπιχειρημάτων ἔχοντεϲ (αὕτη δέ ἐϲτιν ἡ τῶν τόπων γνῶϲιϲ) ῥᾷον ἐπιχειρεῖν δυνηϲόμεθα. ὡϲ γὰρ ἐν τοῖϲ ῥητορικοῖϲ γυμνάϲμαϲιν οἱ διαιρεῖν δυνάμενοι τὰ προβλήματα καὶ. τὴν τάξιν τῶν κεφαλαίων ϲυνορῶντεϲ ῥᾷον ἐπιχειροῦϲιν, οὕτω καὶ ἐν τοῖϲ διαλεκτικοῖϲ οἱ τὴν μέθοδον εἰδότεϲ ῥᾷον ἐπιχειρημάτων εὐποροῦϲι πρὸϲ τὰ προκείμενα. χρήϲιμοϲ δὲ ἡ τοιαύτη γυμναϲία, ἡ κατὰ τοὺϲ λόγουϲ, πρὸϲ εὕρεϲιν τῶν ζητουμένων τε καὶ ἀληθῶν· προπαραϲκευάζει γὰρ τὴν ψυχὴν πρὸϲ φιλοϲοφίαν. ὡϲ γὰρ τὰ τοῦ ϲώματοϲ γυμνάϲια γινόμενα κατὰ τέχνην εὐεξίαν περιποιεῖ τῷ ϲώματι, οὕτω καὶ τὰ τῆϲ ψυχῆϲ ἐν λόγοιϲ γυμνάϲια κατὰ μέθοδον γινόμενα τὴν οἰκείαν εὐεξίαν τῆϲ ψυχῆϲ περιποιεῖ· οἰκεία δὲ εὐεξία ψυχῆϲ. λογικῆϲ ἡ δύναμιϲ, καθ’ ἣν εὐεξίαν εὑρετική τε τοῦ ἀληθοῦϲ καὶ. κριτικὴ γίνεται. δεύτερον τρόπον τῆϲ ὠφελείαϲ ἐκτίθεται πρὸϲ τὰϲ ἐντεύξειϲ. ζήτει ἐν τῷ ε ϲτοιχείῳ περὶ ἐντεύξεωϲ.

[*](Σ)

480 Γυμν άϲια: ἀλειπτήρια, ἢ βαλανεῖα, ἢ λουτρά. τρία γυμνάϲια τῆϲ Ἀττικῆϲ· Ἀκαδημία, Λύκειον, Κυνόϲαργεϲ.

[*](Hesy.)

481 Γυμνάϲιοϲ, Σιδώνιοϲ, ϲοφιϲτὴϲ, ἐπὶ τῶν Κωνϲταντίνου τοῦ βαϲιλέωϲ χρόνων. ἔγραψε Μελέταϲ, καὶ εἰϲ Δημοϲθένην ὑπόμνημω καὶ ἄλλα τινά.

[*](479 l. ═ Ambr.623 ἡ διαλεκτική —vs.30 ἐντεύξειϲ Alex.Aphr.27.7 — 282 480 λουτρά ═ Ba187.11 cf. Et. M.242,53 τρία sq. cf. sch. Dem. 24, 114)[*](479 init. Z 459. extr. cf. v. ἔντευξιϲ 480 Z 460. τρία sq. cf.. ν. Α 775)[*](A(GITFVM))[*]( 1 φιλοχάρηϲ] Λεωχάρηϲ V Δημοχάρηϲ Meursius 2 Κλεόβουλοϲ ] Κλεοβούλην Δημοϲθένηϲ P. Wesseling, Probabil. (1731) 255; locus corruptus 10 τοῦτον ] τοιοῦτον M 10. 11 βιβλίων] βιβλίῳ A 23. 24 προπαραϲκευάζει] προϲπαραϲκευάζει Al cf. Alex. 30 ζήτει —ἐντεύξεωϲ om. G TF mg. l ϲτοιχείῳ om. IM 33 τῶν] τοῦ A)