Appendix Proverbiorum

Appendix Proverbiorum

Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Πρωκτὸς λουτροῦ περιγίνεται: ὅταν τις μὴ δύνηται ἀπονίψασθαι, ἀλλ’ ἡ κοιλία αὐτῷ ἐπιφέρηται· ** τῶν ἀνωφελῶν.

Πτωχοῦ οὖλαι † ἀεὶ κεναί.

Πύθου χελιδόνος: διότι ὀδυρταὸν τὸ ζῶον.

Ῥᾷον ἢ τὸ Ὄνειον ὑπερέβήσαν οἱ Βοιωτοί: ἐπὶ τῶν τοὺς ὅρους καὶ τὸ μέτρον ὑπερβαινόντων· Ὄνειον γὰρ ὄρος, πρὸς ὃ οἱ τῶν Βοιωτῶν ὁρίζονται ὅροι.

Ῥέας πόντος: Ἰόνος κόλπος περὶ Ἀδρίαν, ἔνθα τιμᾶται * * ὁ Βόσπορος.

Ῥήγματα ἀντὶ σχημάτων: ἐπὶ τοῦ παραπολαύοντος τινός, δι’ ὧν πράττει.

Σαοὺλ ἐν προφήταις: οὗτος ἐχρίσθη ὑπὸ Σαμουὴλ εἰς βάσιλέα καὶ προφήτην· καὶ ἰδὼν αὐτόν τις ἔφη· Καὶ Σαοὺλ ἐν προφήπαις; Καὶ ἐστὶ πὰροιμία· λαμβάνεται δὲ ἐπῖ τῶν μὴ ἀξίων.

Σαρδαναπάλου τρυφηλότερος. Καταγηράσαὶς Τιθωνοῦ βαθύτερος. Κινύρου πλουσιώτερος. Δὶς παῖδες οἱ γέροντες: ὁ γὰρ Τιθωνὸς τὸ γῆρὰς ἀποθέμενος κατ’ εὐχὴν εἰς τέττιγα μετίβαλεν·

ὁ δὲ Κινύρας ἦν ἀπόγονος Φάρμη†, βασιλέως Κυπρίων, πλούτῳ διαφέρων. Σαρδανάπαλος δὲ, Ἀσσυρίων βασιλεὺς, ὃς ἐπ’ ἀκολασίᾳ καὶ τρυφῇ κατέλυσε τὴν ἰδίαν ἀρχήν. ἦν δὲ υἱὸς Ἀνακυνδαράξου, βασιλέως Νίνου, χώρας Περσικῆς, καλλωπιζόμενος αἰσχρῶς καὶ τοῖς οἰκείοις μὴ ὁρώμενος, εἰ μὴ εὐνούχοις καὶ κόραις. Πεπυρπολημένου δὲ τοῦ οἴκου, ἔνδοθεν εὑρεθεὶς ἀπέθαγε· καὶ ἔστιν ἐπίγραμμα ἐπὶ τῷ τάφῳ αὐτοῦ Ἀσσυρίοις γράμμασι· Σαρδανάπαλος Ἀνακυνδαράξρυ παῖς, Ταρσόν τὲ καὶ Ἀγχιάλην ἔδειμεν ἡμέρῃ μιῇ· Ἔσθιε, πῖνε, ὄχευε, ὡς τά γε ἄλλα οὐδὲ τούτου ἐστὶν ἄξια· τουτέστι τοῦ τῶν δακτύλων ἀποκροτήματος· τὸ γὰρ ἐφεστὸς τῷ μνήματι ἄγαλμα, ὑπὲρ τῆς κεφαλῆς ἔχον τὰς χεῖρας πεποίηται, ὡς ἂν ἀποληκοῦν τοῖς δακτύλοις. Ταὐτὸν καὶ ἐν τῇ Ἀγχιάλῳ τῇ πρὸς Ταρσὸν ἐπιγέγραπται, ἥτις νῦν καλεῖται Ζεφύριον.

Σήπινον γερόντιον: ἐπὶ τῶν ἀσθενῶν.

Σιλφίου λειμών: εἶδός τι τῆς Διβύης σίλφιον· καὶ παροιμία τὸ Βάττου σίλφιον.

Σινδαρωνξύεσθαι. μέμνηπαι ταύτης Φερεκράτης. Ἔστι δὲ ἀπὸ τοῦ τοὺς ἄνδρας σίνεσθαι.

Σινωπίσαι: ἐπὶ τοῦ ἀσχημονῆσαι· ἀπὸ ἑταίρας τινὸς ἐκ Σινώπης.

Σιφνιάζειν: ὡς Κρητίξειν καὶ Λεσβιάζειν, ἀπὸ νήσου Σίφνου καλουμένης. Ἔστι δὲ τὸ ἅπτεσθαι τῆς πυγῆς δακτύλῳ· Λεσβιάζειν δὲ τὸ παρανομεῖν στόματι.

Σκύθης τὸν ὄνον: ἐπὶ τῶν λόγῳ μὲν ἀκκιζομένων, ἔργῳ δὲ ἐφιεμένων. Ἰδὼν γάρ τις νεκρὸν ὄνον.

ἔφη [πρὸς Σκύθην παρόντα], Λεἶπνόν τοι, ὦ Σκύθα. Ὁ δὲ ἐβδελύξατο πρῶτον· αὖθις δὲ πολυπραγμονήσας περὶ αὐτὸν ἐπονεῖτο.

Σκυθῶν ἐρημία: ἐπὶ τῶν ἐρημουμένων ὑπὸ τινῶν. Καὶ τὰ ἐρημότερά φασὶ τῆς Σκυθίας ἐρημίας εἶναι.

Σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ.

Σνμβαλούμενος: κατ’ ἔλλειψιν καὶ αὕτη. Ἐνδεῖ γὰρ εἰς ἔρωτα. Μέμνηται ταύτης Ἀλέξανδρος.

Σύμβουλός ἐστιν ὁ χρόνος τῶν πραγμάτων.

Τὰ ἐκ παλαιοῦ: λείπει τὸ Τύρου· Τῦρον γὰρ τὴν παλαιὰν Ἀλέξανδρος ὁ Μακεδὼν πολλῇ χειρὶ ἐπελθὼν διέθηκε τὰ χαλεπώτατα, ὥστε τὴν πόλιν κατασκάψαι, τοὺς δὲ πολίτας οὓς μὲν ἀνασκολοπίσαι, οὓς δὲ κατακαῦσαι. Ἐκ τοῦτου γοῦν ἡ παροιμὶα ἐρὶ τῶν κακῶς

Τὰ ἐκ τῶν ἀμαξῶν: ἐπὶ τῶν ἀσελγέστερα σκωπτόντων

τάττουσι ταύτην. Ἀθήνησι γὰρ ἐν τοῖς Διονυσίοις μεθυσθέντες κωμάζουσι, μεθ’ ἡμέραν δὲ τοὺς ἀπαντῶντας σκώπτουσι ἐφ’ ἁμαξῶν καθήμενοι.