Appendix Proverbiorum

Appendix Proverbiorum

Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Οὐδ’ ὅσον ἀηδόνες ὑπνοῖ: ἐπὶ τῶν ἀγρυπνούντων· δήλη γὰρ οὖσα ἡ ἀηδὼν ἀγρυπνεῖ.

Οὐκ ἀγαπᾷ γραῦς θανοῦσα, ἀλλὰ καὶ προςεκφέρειν κελεύει: ἐπί τῶν οὐκ ἀρκουμένων οἷς ἔλαβον, ἀλλὰ καὶ πλείω ζητούντων.

Οὐ καὶ χελῶναι διὰ μιᾶς πᾶσαι πλέαι: ἐπὶ τῶν διά τινος εὐεργετουμένων. Φασὶ γὰρ ὁπόταν μία χελώνη πίῃ, αἱ λοιπαὶ ἀπὸ τῆς οὐρᾶς αὐτῆς πίνουσι. Τὸ οὖν πλέαι ἀντὶ τοῦ πεπληρωμέναι.

Οὐκ ἄξιον τὸ πρᾶγμα τῆς ἀγρυπνίας: ἐπὶ τῶν μεγάλα μοχθούντων ἐπὶ εὐτελεῖ.

Οὐκ ἀπείρῳ προςέβαλες: ἐπὶ τῶν οἰομένων μὲν ἐξαπατᾶν, φωραθέντων δέ.

Οὐκ ἄσκιον: εἴρηται ἐπὶ τῶν τὰ κενὰ δεδοικότων· Κράτης Ἥρωσιν· Οὐκ ἀσκίῳ γ’ ἐμορμολύττετ’ αὐτούς.

Οὔτε γῆς οὔτε οὐρανοῦ ἅπτεται: ἐπὶ τῶν περιττῶν καὶ μηδὲν πρὸς τὸ πρᾶγμα συντελούντων.

Ὀψὲ θεῶν ἀλέουσι μύλοι, ἀλέουσι δὲ λεπτά: ἐπὶ τῶν ὀψιαίτατα καὶ βραδέως παρεχόντων δίκην, ὧν ἐπλημμέλησαν.

Ὄψ’ ἦλθες, ἀλλ’ ἐς τὸν Κολωνὸν ἵεσο: ἐπὶ τῶν καθυστεριζόντων καὶ βραδέως ἐρχομένων, παρόσον τῶν μισθωτῶν τοὺς ὀψὲ ἐλθόντας πάλιν ἀπέλυον ἐπὶ τὸ μισθωτήριον· τὸ δὲ ἦν ἐπὶ τῶν Κολωνῶν.

Ὄψις ἀδήλων τὰ φαινόμενα: παροιμία.

Πάνθ’ ὅμοια καὶ Ῥοδῶπις ἡ καλὴ: ἡ Ῥοδῶπις ἑταίρα ἦν περὶ Ναύκρατιν τῆς Αἰγύπτου, ἧς καὶ Σαπφὼ μνημονεύει καὶ Ἡρόδοτος. Τοὺς οὖν πολὺ ἀπολέσαντας ἀργύριον διὰ τὸ διάφορον τῆς μίξεως, πρὸς τὰς ἄλλας γυναῖκας συνορῶντας ἐπιφωνῆσαι τὸ λεγόμενον.

Πάνθ’ ὑπὸ μίαν Μύκονον: ἐπὶ τῶν μιᾷ δίκῃ καταδικασθέντων.

Παραλύομαι: ἐπεὶ ὑπὸ τῶν πλουσίων οἱ πένητες παραλύονταί.

Παρασάγγης: μέτρον ὁδοῦ λ σταδίων, σχοῖνος δὲ ξ, ὡς δέ τινες, πεντήκοντα.

Παρὼν ἀποδημεῖς.

Πέρδικος καπηλεῖον: χωλὸς κάπηλος ὁ Πέρδιξ. Ὅθεν ἔνιοι τὴν παροιμίαν διαδοθῆναι φασὶ, καὶ τὸ Πέρδικος σκέλος.

Πηλέως μάχαιρα: σωφροσύνης γέρας ἡ μάχαιρα τῷ Πηλεῖ δέδοται, Ἡφαιστότευκτος οὖσα.

Πλίνθον πλύνεις, Χαμαὶ ἀντλεῖς, Φακὸν κόπτεις, Θάλασσαν ἀντλεῖς: ἐπὶ τῶν ἀδυνάτων.

Πόνῳ πονηρός: ἤτοι κατ’ ἐπίτασιν ὁ φαῦλος, ἢ διὰ τὸν πόνον κατ’ ἐνέργειαν ὁ ἐπίπονος.

Πράσου φύλλῳ τὸ τῶν ἐρώντων δέδεται βαλάντιον: ἐπὶ τῶν δι’ ἔρωτα πολλὰ ἀναλισκόντων καὶ ἀσωτευομένων. Ἀσθενὲς γὰρ τὸ τοῦ πράσου φύλλον καὶ οὐκ ἀντέχον.