Orationes XIII-XXX

Gregorius II

Gregorius, Orationes XIII-XXX

52

ἄνδρες Λακεδαιμόνιοι, ὅπερ ἡγούμεθα Κοριν- θίους ἐπᾶραι τοσαῦτ’ ἀναισχυντῆσαι καὶ οὕτω πολλῷ τῷ παραλόγῳ τῆς δημηγορίας χρήσασθαι καθ’ ἡμῶν, πρῶτον μὲν ἡ μηδέποτε ἀήθης αὐτοῖς ψευδολογία καὶ πρόχειρος καθ’ ὧν ἂν βούλωνται συκοφαντία καὶ λοι- δορία, δεύτερον δὲ καἰ τὸ παρ’ ὑμῖν δικασταῖς, οἳ τὴν αὐτὴν αὐτοῖς οἰκεῖτε Πελοπόννησον, ποιεῖσθαι τοὺς λόγους. τούς τε γὰρ ἀεὶ μαθόντας προτιμᾶν ἄλλο τι τῆς ἀληθείας ἐν ἀγῶνι τοιούτῳ καθισταμένους ἐν ᾧ μάλιστα καιρόν ἐστιν αὐτοῖς ἔχον τὸ ψεῦδος οὐ ῥᾴδιον παντάπασι τοῦ μαθήματος ἀμελεῖν, τούς γε μὴν τοῖς δικάζουσιν ὡς οἰκείοις οὖσι θαρροῦντας, ὡς καὶ πᾶν ὁτιοῦν ψευδομἕνους ἀνεξελέγκτους οἴεσθαι μεῖναι, μὴ πολλὰ θρασύνεσθαι καὶ παράλογα οὐκ εἰκός.

οὐ μὴν ἀλλ’ εἰ μὲν ἑωρῶμεν ὑμᾶς διατεθειμένους καθά- 20 περ ἐδόξατε Κορινθίοις πρὸ τοῦ δημηγορεῖν ἀνιέναι, τὸ δὲ ἦν ταῖς σφῶν ἡδοναῖς ὑμᾶς αὐτοὺς ἐπιτρέψαι

  • L = Codex Leidensis Gr. F. 49
  • V = Vaticanus gr. 933
  • Schm = editio Schmidtiana.
  • [*](1 ποτιδαιάται LV ut constanter 5 Κορινθίοις V 12 τί L ut constanter)
    53
    ἐπαινοῦντας μὲν ἅπανθ’ ἐξῆς ὅσα εἰρήκασι, μηδὲν δὲ τῆς ἀληθείας φροντίζοντας, οὐδὲν ἂν πλέον εἰπόντες μηδὲ πολυπραγμονήσαντες ᾠχόμεθα τὴν ἐπ’ Ἀθήνας. τί γὰρ ἂν ἦν ὄφελος λέγειν ἢ ὅλως τι πραγματεύεσθαι παρὰ δικασταῖς, ἐχθροῖς μὲν εὐλαβοῦμαι λέγειν μηδὲ ἄλλου του ἀκούσαιμι λέγοντος, τὰ πάντα δὲ κατ’ ἐπι- θυμίαν οὖσι τοῖς ἡμετέροις ἐχθροῖς; νυνὶ δ’ ὁρῶντες προθύμους ὑμᾶς ἔργον ἀνδρῶν ὀρθότατα δικαζόντων πληρῶσαι καὶ ἀκοῦσαι μὲν καὶ ἡμῶν λόγον διδόντων, διατεθῆναι δὲ καὶ τὰς γνώμας ἴσους ἀμφοτέροις, φιλίαν δὲ καὶ οἰκειότητα τὴν πρὸς Κορινθίους καὶ διαφοράν, εἴ τίς ἐστι πρὸς ἡμᾶς, τό γε νῦν εἷναι πόρρω στῆσαι τῶν λογισμῶν, ἔνα καὶ ἀμφοῖν τοῖς μέρεσιν ὀρθῶς καὶ προσηκόντως δικάζητε καὶ μηδέ τις ἐντεῦθεν λύμη τῷ δικαίῳ ἐπισυμβαίνῃ, ὅ δὴ καὶ πάντες νομοθέται τιμῶντες ἐπὶ τούτῳ τοὺς δικαστὰς ὁρκοῦντές εἰσιν, ἀνέστημεν καὶ αὐτοὶ ἐροῦντες ὑπὲρ ἡμῶν.

    πλὴν οὐχ ὥσπερ Κορίνθιοι καὶ ἡμεῖς εἰς τὰς κατ’ αὐτῶν λοι- δορίας ἐμβαλοῦμεν αὐτίκα οὔτ’ αὖ φιλίας ἀρχαίας καὶ συνηθείας ὑμᾶς ἀναμνήσομεν καὶ ὧς μετ’ ἀλλήλων συστάντες ποτὲ τοῖς Ἕλλησιν ὑπήρξαμεν ἐν καιρῷ οὐδ’ εὐεργεσίας ἡμῶν καταλέξομεν, ἃς πολλὰς οὐ χωρὶς κινδύνων καὶ κοινῶς κατεθέμεθα τοῖς πᾶσι καὶ ἰδία τοῖς ἀεὶ δεομένοις. οὔτε γὰρ εὐπρεπὲς καὶ ἄλλως ἰσχύοντας περιεῖναι τῶν ἀντιτεταγμένων λοιδορουμέ- νοῦς αὐτοῖς ἐπιέναι καὶ τό γε κατορθωμάτων ποιεῖσθαι κατάλογον ἃ μηδὲν τοῖς παροῦσι καθήκει σαθρά τις ἂν εἴη φιλοτιμία καὶ ἐπίδειξις ἄκαιρος, καὶ μάλιστα [*](3 μὴ δὲ V ut constanter 12 τ’ ὁ scripsi τῶ LV Schm cf. t. IV 391,24 17 αὐτοὶ reposui e LV αὐτοῦ 20 συνηθείας reposui e LV συνήθεις Schm)

    54
    ἡνίκα καὶ τὸ πρᾶγμα μὰ δῆλον αὐτόθεν ἐστὶ καί τινος δεῖται λόγου ἔξωθεν μαρτυρήσοντος οὐδαμῶς.

    ἢ τίς Ἰωνίαν οὐκ οἶδεν ἀποικίαν καὶ αὐτὴν ἡμετέραν οὖσαν καὶ μέρος τῆς ὑπὲρ ἀπάντων Ἀθηναίων προνοίας καλῶς ὑπ’ αὐτῶν πολισθεῖσαν τὴν πᾶσαν, ἵν ὁ ἐν- ταῦθα τῆς Εὐρώπης χῶρος ὧς ἐκ μεγάλου διαστήματος βαρβάροις ἀνεπίβατος μένῃ; τίς ἑτέρωθεν Σικελίαν αὐτήν; τίς τοὺς ἐν Μαραθῶνι κινδύνους, τοὺς ἐπ’ Ἀρτεμισίῳ καὶ Σαλαμῖνι καὶ Πλαταιᾶσιν, ἔνθα σὺν ὑμῖν Μαρδονίου τὰς πολλὰς διεφθείραμεν μυριάδας, τοὺς ὑπὲρ ὑμῶν, ὦ Λακεδαιμόνιοι, ὅτε τῶν εἱλώτων ἐπαναστάντων ἔσχατος κινδύνων τὴν Λακεδαίμονα περιέστη, τοὺς ὑπὲρ τῶν ἄλλων; τίς ταῦτα πάντα ὑμῶν ἀγνοεῖ; καὶ τί δεῖ μακρηγορεῖν ὑπομιμνήσκοντας ὑμᾶς φερούσης καὶ ταῦτα τῆς ὑπομνήσεως ἐν τῷ νῦν ἀγῶνι πλέον οὐδὲν εἰς ἡμᾶς;

    οὔκουν ἡμεῖς γε περὶ τῶνδ’ ἐθελήσομεν λέγειν, ἀλλ’ ἀποχωρήσαντες σπουδῇ, ὑπερβάντες δὲ ἄμα καὶ τὰ καθ’ ἡμῶν πολλὰ καὶ νη- πιώδη Κορινθίων διελέγχειν ἐγκλήματα ὡς οὐδ’ ὑμῶν περὶ τῶν οὕτω γελοίων λόγον ἀπαιτησόντων οὐδένα, μὴ γὰρ ἂν πρέπειν Λακεδαιμονίους ὄντας ἄρχειν τε καὶ αὐτοὺς ἀξιοῦντας ὁμοίως ἡμῖν τῶν Ἑλλήνων περὶ πόλεως ἡγεμονίδος τοιαῦτ’ ἐγκλήματα δέχεσθαι, ἐπὶ τὰ καίρια μάλιστα τῆς κατηγορίας καὶ γενναῖα καθ’ ἡμῶν δοκοῦντα τὸν λόγον τρεψόμεθα.

    [*](1 Argum. Dem. Boeot. p. 994, 18 8 Thuc. I 73, 3 11 Thuc. I 102 14 Thuc. I 68, 3)[*](5 τὴν πᾶσαν in marg L 2 9 πλαταιάσιν LV 14 ὑμῶν scripsi ἡμῶν LV Schm | τί om VL inser Schm 16 ἡμᾶς ω ω scripsi e V ὑμᾶς L Schm 25 τ(??)ν λόγον V)
    55

    6. Ἀσέβειαν προφέρουσιν ἡμῖν Κορίνθιοι, ἀσέ- βειαν, 60 ἄνδρες Λακεδαιμόνιοι, πρᾶγμα ὅπερ ἐς δεῦρο οὐ μόνον οὐκ ἐφάνη τις ἐξενεγκὼν καθ’ ἡμῶν, ἀλλ’ οὐδὲ διανοηθείς, καὶ βαρεῖς εἰσιν, ὧς ὁρᾶτε, νῦν ἐφ’ ἡμᾶς πειρ·αθέντες καὶ ταῦτα Ἀθηναίων, εἰ μὴ χρηστῶν ἀεὶ καὶ φιλανθρώπων, ὅμως τοιούτων οὐδέποτε ἐπ’ αὐτούς. ἥτις δὲ πρόφασις κεκίνηκεν ὥστ’ ἐπὶ ταῦθ’ ὁρμῆσαι, εἰ μὲν ἄλλο τι ὄν κρύπτουσιν αὐτοί, σαφῶς λέγειν οὐκ ἴσμεν, ὅ δ’ οὖν φασι καὶ ὑμεῖς ἠκούσατε λεγόν- των, Ποτίδαια, ὅτι ταύτην πολεμίαν οὖσαν παρεστη- σάμεθα, καὶ Ποτιδαιᾶται ἀλλήλων γευόμενοι. τοῦτο δὲ τι ποτέ ἐστι καὶ ὅπως συνηνέχθη καὶ τίς ἀρχῆθεν αἰτία τῷδε συμβῆναι, λέγωμεν ἤδη. εἰ δὲ μικρὸν ἀνα- γαγόντες ἐροῦμεν, οὐκ ἔξω τοῦτο καιροῦ. γένοιτο γὰρ ἂν ἐντεῦθεν καὶ ὑμῖν καλῶς ἀκροασαμένοις ἀγνοεῖν περὶ μηδενὸς καὶ ἡμῖν τὸν λόγον τὴν πρέπουσαν λαμ βάνειν ἀρχήν.

    7. Ποτίδαιαν τὴν ὑπὸ Παλλήνην, τὸ Θρᾳκικὸν ὄρος, ἴστε που πάντες. ἄποικοι Κορινθίων ἔχουσι ταύ- την. οὕτω Κορίνθιοί φασι καὶ συμφωνοῦμεν ἡμεῖς καὶ ἐθέλει περὶ τούτου οὐδεὶς ἀπιστεῖν. ταύτῃ τοι καὶ ἡ πόλις ἥδε μεγάλως σεμνυνομένη ἐκ τοῦ λέγεσθαι Κο- ρινθίων ἠγάπα τό τε γένος ἐκεῖσε ἀεὶ ἀναφέρειν τούς τε δημιουργοὺς καὶ μάλα ἀσμένως δέχεσθαι ἥκοντας ἐκεῖθεν καὶ ὅ τι προσέταττον ὧς ἑτοιμότατα κατακούειν [*](24 οὕτω Κορίνθιοι τοὺς ἐκπεμπομένους ἄρχοντας εἰς τὰς αὐτῶν ἀποικίας ὠνόμαζον LV 2 cf. ad p. 13,12; 56,12) [*](7 ὥστ’ om L sed γρ ὥστ’ in marg m 2 13 λέγωμεν scripsi λέγομεν LV Schm 15 ἂν inserui e LV om Schm | καλῶς inserui e LV om Schm 21 τούτου scripsi e LV τούτων Schm 23 τε ante τό τε inser Schm delevi 25 ὃ τι scripsi ὅτι LV Schm)

    56
    καὶ εἶναι μὲν ταύτην αὐτοῖς φιλοτιμιῶν τὴν με- γίστην, ἀρκεῖν δὲ καὶ ἀντὶ πάντων οἷς ἄνθρωποι μέγα φρονοῦσι τὴν μητρόπολιν Κόρινθον.

    ἀλλ’ εἰ μὲν ἐν ἅπαντι τῷ χρόνῳ διέσωζον ταυτηνὶ Πο- τιδαιᾶται τὴν γνώμην, εἶχε μὲν ἂν τοῦτο κλέος οὐ μικρὸν Κορινθίοις, εἶχε δὲ καὶ Ποτιδαιάταις αὐτοῖς ἐπ’ εὐγνωμοσύνῃ οὐ μεῖόν τι καύχημα· νυνὶ δὲ στέρξαντες ἐπὶ χρόνοις οὐ συχνοῖς τὸ ῥηθὲν ἀγα- πῶσιν ὡς τάχιστα τὴν μεταβολὴν καὶ τοὺς λάβρως ἐσθίοντας μιμησάμενοι εἰς ἀηδίαν τὸ παραυτίκα ἐνέ- πεσον καὶ ἀφίστανται μὲν Κορινθίων, ἀποπέμπουσι δὲ καὶ τοὺς δημιουργοὺς μεθ’ ὧν ἧκον ἔχοντες προσταγ- μάτων, ἀπελαύνουσι δὲ καὶ τοὺς ἄλλους οἱ παρῆσαν ἐκ Πελοποννήσου, καὶ καθ’ ἑαυτοὺς γενόμενοι οὐκ ἔστιν ὅντινα καὶ προσίεντο.

    καὶ ὅπως οὐ παραχρῆμα τότε ἢ μεθύστερον ἐπιόντες Κορίνθιοι ἢ ἔπεισαν αὖθις πρὸς αὐτοὺς μεταθέσθαι ἢ μὴ πεισθέντας ἀπώλεσαν, οὔθ’ ἡμεῖς ἔχομεν λέγειν οὔτ’ αὐτοί φασιν ἔχειν. πλὴν οὕτως ἀπορραγέντες ἐπὶ πολλοῖς τοῖς ὕστερον χρόνοις ἔβλεπον πρὸς οὐδένας, ἴσως ὅτι τῶν ἔξωθεν ἔθραττεν οὐδὲν οὐδαμῶς ἐπιτιθέμενον ἢ καὶ βιάζον, ὥστε τινὰς ὑπελθεῖν τῶν κρειττόνων καὶ παρ’ ἐκείνων ἰσχὺν λαμβάνειν, εἴ τι καὶ παραλυποίη, ἀποσοβεῖν δύνα- σθαι.

    καὶ ταῦτα μὲν ἴως οὔπω καὶ τούτοις ἴδει κινηθῆναι τὰ πράγματα, ἐπεὶ δ᾿ ἐκινήθη καὶ ἀντέ- πέσε παρ’ ἐλπίδα καὶ ἥψατο καὶ τῶνδε μεταβολὴ ὥσπερ πάντων τῶν ἀνθρωπείων, καὶ ἰσχυροὶ μὲν οἶ κύκλῳ Θρᾷκες, ἥττους δὲ οὗτοι προσδοκῶντες καὶ [*](4 ἐν scripsi e LV ἐφ’ Schm 10 τὸ παραυτίκα V sed αυ in ras m 2 11 δὲ inserui e LV om Schm 27 ἀνθρωπείων scripsi e LV ἀνθρωπίνων Schm 28 καὶ cancellavit Schm)

    57
    ὅσον οὔπω τὰ ἔσχατα πείσεσθαι οὐκ οὔσης δυνάμεως ἀνταρκεῖν οὐδ’ ἐπικουρίας ὅθεν δήποτε οὐδέ τινος χρηστοτέρας ἐλπίδος τί ποιοῦσι; τολμῶσιν ἔργον ὁ δὴ καὶ τότε σωφρονοῦντας ἴσχυσε σῶσαι καὶ νεωτερίσαν- τας νῦν ἀπολέσαν ἔχει. εἰς γὰρ τὰς Ἀθήνας ἥκοντες, καί γε μηδεὶς ἐνταῦθα Κορινθίους ἀληθεύειν οἰέσθω διατεινομένους ὧς ἄρ ἡμεῖς ἦμεν ἀπάτῃ μετιόντες αὐτούς, οὔτε γάρ, μὰ τοὺς θεούς, ἀπατῶντες οὔτ ἄλλως πείθοντες ἠβουλήθημεν πρὸς ἡμᾶς μεταθέσθαι, ἀλλ’ εἰς Ἀθήνας ἐλθόντες μηδενὸς ἑτέρου κινήσαντος ὅτι μὴ αὐτοὶ ἑαυτοὺς καὶ παρελθόντες εἰς βουλευτήριον ἐνεχείριζον σφᾶς αὐτούς.

    δεήσεις δὲ παραλείπομεν λέγειν ὂν παντάπασιν ἵξω καιροῦ καὶ παρακλήσεις καὶ ἱκεσίας ὅσας δὴ ἐποιοῦντο ἰδίᾳ μὲν πρὸς τοὺς δυνα- τωτάτους ἡμῶν, δημοσίᾳ δὲ πρὸς τοὺς πάντας, ὥστ’ αὐτοὺς ἐθελῆσαι προσίεσθαι. ἀλλ’ ἐπειδήπερ ἡμεῖς τὴν πρώτην οὐκ ἐδεχόμεθα, οὐχ ὑπεχώρουν, ἐνέκειντο δὲ πολὺ μᾶλλον δεόμενοι, καὶ ὧς οὐδ’ οὕτως ἡμῶν οὐδὲ εἰς προσεῖχε σφίσιν οὐδὲ κατένευεν, ἔτι θερμοτέρων ἀνθήπτοντο λόγων. καὶ τελευτῶν ‘ εἰ εἰ μὴ ὑμεῖς, ἔφα- ’σαν, δέχεσθε, ἀλλ’ ἡμεῖς γε τοὺς βαρβάρους ἡμῖν ἐπιστήσομεν. σκοπεῖτε οὖν ὁπότερον αἱρε- τώτερον, ἢ ὑμῶν ἡμᾶς εἶναι καὶ κατακούειν Ἕλληνας Ἑλλήνων ἢ ἐφ’ ὕβρει κοινῇ τοῦ Ἑλλη- νικοῦ γένους βαρβαρικοῖς ὑποκύπτειν προσ- τάγμασι᾿.

    ταῦτ’ ἔλεγον καὶ ἡμεῖς ἐνεδίδομεν [*](10 Thuc. I 58) [*](3 ἔργον inserui e LV om Schm 7 μετιόντες scripsi e LV μετιόντας Schm 8 θεοὺς in lac 4 litt inser L rubr λόγους V cf. ad p. 60, 1 12 ἑαυτούς V 17 οὐχ] οὐ V 19 κατένευεν scripsi e LV κατένευσεν Schm 25 προστάγμασι scripsi e LV πράγμασι Schm)

    58
    καὶ ὡμολογοῦμεν δέχεσθαι καί, τί γὰρ ἦν ἄλλο ποι- ῆσαι, εἰ μὴ ἐμέλλομεν βαρβάροις ἐκδοῦναι τὸ καὶ ἐδεχόμεθα δύο ταῦθ’ ὁμοῦ ἐνθυμούμενοι, ὧς οὐδὲν ἄν, εἰ δεξαίμεθα, Κορινθίους ἀγανακτήσειν πολλῶν ἐτῶν ἤδη γεγονυίας τῆς ἀποστάσεως καὶ ὧς μᾶλλον ἂν ἀγαπήσειν, εἰ μεθ’ ἡμῶν καὶ ὅλως Ἑλλήνων Ποτι- δαιᾶται συσταῖεν, ἢ τοῖς φύσει πολεμίοις συστῆναι βαρβάροις. τοῦτο μὲν γὰρ εἶναι μετ’ ἀδελφῶν συστῆ- ναι καὶ τοὺς αὐτοὺς εἰδότων θεοὺς ἱερῶν τε καὶ θυσιῶν καὶ πανηγύρεων τῶν αὐτῶν κοινωνούντων, ἐκεῖνο δὲ μετὰ τῶν ἀλλοτρίων τοῦ γένους καὶ ὅσον πλεῖστον ἀφεστηκότων. οὔκουν αὐτούς γε τοὐναντίον ᾠήθημεν παθεῖν, βαρὺ καὶ ἀφόρητον ἡγήσασθαι τὸ γεγενημένον καὶ ἡμᾶς δι’ ἔχθρας, ὡς οὐδέποτ’ οὐδέ- νᾶς ἀνθρώπων, ἔχειν. λέγομεν δέ, ὧς νῦν ἡμῖν τὰ πράγματα παρέσχον μαθεῖν, ἐπειδήπερ, εἰ ταῦτα καὶ τότε τοῖς ἔνδον ἐφρόνουν λογισμοῖς, οὐκ ἴσμεν λέγειν σαφῶς, οἷς δ’ ἄν τις ὅμως ἐκ τῶν ἔξωθεν εἴκασεν, οὐδὲν ἀηδὲς πεπονθόσιν ἐῴκεσαν.

    13. Πλὴν ὅσα μὲν ἐντεῦθεν ἀναλῶσαι συνέβη τῷ δήμῳ, τοῦτο μὲν τριήρεις παρασκευάζοντι, τοῦτο δὲ καὶ στρατιὰν τὴν μὲν ἀπὸ τῶν ξένων μισθουμένῳ, τὴν δ’ οἴκοθεν συναθροίζοντι, παραιτοῦμαι λέγειν. ὑμεῖς δέ, ὦ πρὸς θεῶν, λογίζεσθε. τὸ γὰρ χωρίον Ποτί- δάια Ἑλληνικὸν μέν, ὅμως ἐν μέσῃ κεῖται Θρᾴκῃ. πολλοῦ δὲ τοῦ μεταξὺ πλόος ὄντος πολλὴν ἡμῖν τὴν δαπάνην, πλείστην δὲ καὶ τὴν φροντίδα παρεῖχε. καὶ φόβος δὲ ἄμα προσῆν μήποθ’ οὓς ἐδεξάμεθα σώσοντες 1 ὡμολογοῦμεν scripsi e LV ὁμολογοῦμεν Schin 14 ἔχ- θραν V 22 τὴν δ’ Schm τήν δ’ LV 24 θεῶν scripsi θεοῦ LV Schm cf. ad p. 60, 1 27 τὴν inserui e LV om Schm

    59
    λάθωμεν ἀπολέσαντες. οὗ χάριν καὶ ἐφειδόμεθα οὐδε- νὸς τῶν εἰς δύναμιν ἡκόντων, ἀλλ’, ὅπως ἀποχρῶσα ᾖ φυλακή, πολλοὶ μὲν ἐκεῖσε πλέοντες ἦσαν οἱ στρα- τιῶται, πολλοὶ δὲ εἰκότως καὶ οἱ μισθοὶ συνέπλεον καὶ τἀναλώματα καὶ ὅσα τείνει πρὸς σωτηρίαν.

    ὑστέ- ῥεῖ δὲ οὐδὲν εὐδαίμονας εἶναι Ποτιδαιάτας ἡσυχῆ καθημένους ἐπὶ τοῖς σφετέροις καλοῖς. καὶ ἦσαν εὐδαί- μονες ἐκεῖνοι διὰ τοὺς Ἀθηναίους, ὥσπερ ἀμέλει ἄθλιοι δι’ ἐκείνους ἡμεῖς ἀναλίσκοντες, ἐκπλέοντες, στρατεύ- οντες, πολεμοῦντες, καὶ ταῦτα οὐχ ἴνα ἡμᾶς αὐτοὺς περιποιησώμεθα, ἀλλ’ ὅπως ἑτέροις τὰ ἐνόντα φυλά- ξαιμεν. ἅ δὲ τέως ἀπένεμον ἀντὶ τούτων Ποτιδαιᾶται τῷ δήμῳ, αἰσχύνη καὶ λέγειν. οὕτω φαύλη τις ἦν δωρεά, μᾶλλον δὲ σκιὰ δωρεᾶς ἢ οὐδὲ τοῦτο. εὐγνω- μονεῖν ἔφασαν καὶ τῆς εὐεργεσίας αἰσθάνεσθαι καὶ δι’ ὀνομάτων τούτων· σωτῆρες, φύλακες, κηδεμόνες ἡμῶν Ἀθηναῖοι, ἃ κἂν δυοῖν ὀβολοῖν πρίαιτό τις, τὸ πᾶν ἡμῖν ἀπεπλήρουν. καὶ τοῦτο δὲ ἄρα ὑπὸ φιλαν- θρωπίας ἀποχρώντως ἔχειν ἐδόκει καὶ διὰ τῆς ὁμο- λογίας τῆς χάριτος τὸ πᾶν ἀπέχειν ὑπελαμβάνομεν. κἂν εἰ μέχρι τέλους ᾑροῦντο εὐγνώμονες εἷναι, οὐκ ἄν ποθ’ ἡ παροῦσα ἐδέχετο τύχη οὐδὲ μετεκινήθη αὐτοῖς τῶν ἐνόντων οὐδέν. ἢ πολὺ πρότερον ἡμεῖς τοῦθ’ ὑπέστημεν ἂν ἢ ἐκεῖνοι προισταμένων ἡμῶν.

    ὃ δ’ οὖν αὐτοὺς ἀπώλεσε καὶ τὰς ἐνεστώσας ἐπή- νεγκε συμφοράς, ἡ πρὸς ἀγνωμοσύνην μεταβολὴ καὶ ἡ [*](3 ἦσαν scripsi e LV ᾖσαν Schm 12 ἀπένεμεν V 16 τούτων scripsi τοῦ LV Schm 18 δὲ ἄρα inserui e LV om Schm 19 καὶ scripsi e LV ἣ Schm 23 ἡμεῖς in- serui e LV om Schm 25 ὃ scripsi e V ὁ L Schm | έπή- νεγκε scripsi e LV ἀπήνεγκε Schm)

    60
    ἀλλοίωσις, ἣν ἡμεῖς οὐ, μὰ τοὺς θεούς, ἐπεπόνθειμεν, αὐτοὶ δ’ ἐκεῖνοι ἀμνηστίαν μὲν σχόντες τῆς προνοίας ἡμῶν δι’ ἧς ἐσώζοντο, κόρον δὲ τῆς ἐντεῦθεν εὐδαι- μονίας, καὶ πάθος κακασίτων νοσήσαντες, πάσας μὲν ἀρχάς, ὡς ἐκεῖνοι τροφάς, μεταλλάττοντες, πρὸς ἁπάσας δὲ ὁμοίως ἀηδῶς ἔχοντες. τῷ ὄντι γὰρ μέγαν ὄλβον στέγειν οὐκ ἠδυνήθησαν. καὶ ἐπειδήπερ ἐχρῆν αὐτοὺς κακῶς παθεῖν, ὁμοῦ μὲν διενοοῦντο ἡμῶν ἀποστῆναι, ὁμοῦ δ’ ἀφίσταντο, ὁμοῦ δὲ Κορινθίους προσεκαλοῦντο καὶ ἐπενέβαλλον οὐδένα χρόνον μεταξὺ νοήματός τε καὶ ἔργων.

    16. Πρὸς οὖν ταῦτα τίς οὐκ ἂν ἔπαθεν ἀκούσας τὸ κοινὸν πάντων ἀνθρώπων καὶ ὀργῇ ληφθεὶς ὥρ- μησεν εὐθὺς ἀφανίσαι; ἀλλ’ οὐχ ἡμεῖς γε τᾷ τότε, εἰ καὶ τὸ πρᾶγμα ὑπῆρχε σφόδρα ὀδυνηρὸν καὶ ἀφόρητον καὶ πολλὴν ἡμῖν φέρον συγγνώμην. κἂν εἰ μέχρι τοῦ σφάττειν αὐτοὺς ἐκινήθημεν, οὔκουν οὐδ’ ἐκηρύττομεν παραυτὰ τῆς ἀγγελίας ἐκπλεῖν, στρατεύεσθαι, κινεῖν τὰ ὅπλα ἐπὶ τοὺς ἀγνώμονας, τοὺς ἀχαρίστους, τοὺς παρασπονδήσαντας, τοὺς ἀλιτηρίους καὶ θεῶν τῶν ἐπὶ τοῖς ὅρκοις κληθέντων καὶ ἡμῶν, οἱ μετὰ τοὺς θεοὺς ἐσῴζομεν, ἀλλ’ εἰς βουλευτήριον ἀνιόντες καὶ ψήφισμα θέντες, ὃ δὴ καὶ ὑμᾶς εἰπεῖν πᾶσαν ὑπερβάλλειν φιλανθρωπίαν, τὸ δὲ ἦν Ἀθηναίους αἱρεῖσθαι σώζειν Ποτιδαιάτας καὶ αὖθις, μόνον εἰ βου- [*](6 Pind. Ol. Ι 57) [*](1 θεοὑς Schm λόγους V sed in marg γρ νόμους lac. 4 litt L cf. p. 57,8; 58,24; 64,10; 73,24; 77,11 et 12 et 23 3 ἧς scripsi e LV ὧν Schm 6 tvqonti L 10 ἐπενέβαλλον scripsi e V épenqebalon L ἐνέβαλον Schm 14 τῷ Schm τω LV num ἐν τῷ? 15 σφόδρα ὑπῆρχεν V)

    61
    λομένοις αὐτοῖς ἐστι καθελοῦσι τὸν κύκλῳ περίβολον ἀτείχιστον τὴν πόλιν οἰκεῖν, ταύτ’ ἐψηφισμένοι τοὺς ἐροῦντας αὐτὰ καὶ πρὸς Ποτιδαιάτας ἐξεπέμπομεν πρέσβεις καὶ σὺν τοῖς πρέσβεσι στρατιάν, ἔν’, εἰ μὴ λόγοις σύνθωνται πεισθέντες, τῷ γοῦν φόβῳ τῶν ὅπλων ὑποκύψωσι βιασθέντες.

    οὐ πολὺς ὁ μετὰ ταῦτα χρόνος, καὶ παρῆσαν οἱ πρέσβεις, συμπαρῆν ὁ στρατός, λόγοι ἐγίγνοντο καὶ ἀπειλαὶ μετὰ τῶν λόγων. Ποτιδαιᾶται δ’ ἑτέρωθεν ἑώρων, ἤκουον, ἐγέ- λων· πάντα ἦν μακρὸς λῆρος αὐτοῖς, καὶ ὦ παῖδες, ἔλεγον, Ἀθηναῖοι, εἰ δοκεῖτε πείθοντες ἡμᾶς ἢ βιάζοντες παραστήσασθαι. τότε πρὸς τούτοις καὶ οἱ ἐν γειτόνων ὁρῶντες Ὀλύνθιοι κατακούειν Ἀθηναίων ἀφίστανται· καὶ τὸ κακὸν δὴ τοῦτο, ὥσπερ ἄλλο τι νόσημα, προβαῖνον ἅπτεται καὶ Χαλκιδέων, καὶ αὐτοὶ συναφίστανται. τότε δὴ καὶ Ἀλέξανδρος φίλος ὢν ἐκ προγόνων τῷ δήμῳ πολέμιος γίνεται, καὶ πάντα ἡμῖν ἐνόσει τὰ ἐν Θρᾴκῃ πράγματα ἐκ Ποτιδαίας τὴν πρώτην ἀρξάμενα.

    Τοῖς δὲ δὴ τοιούτοις μὲν οὖσιν αὐτοῖς, τοιού- τῶν δὲ καὶ πραγμάτων ἡμῖν γεγενημένοις αἰτίοις τίνα τις ἐπενεγκὼν τιμωρίαν ἔδοξεν ἂν τὴν δικαίαν ἐπενεγ- κεῖν; ἄλλοι μὲν οὖν ἴσως πάντες φαῖεν ἂν μηδ’ εἶναι τὴν δικαίαν ἐνταῦθα, ὑπερβάλλειν γὰρ πολὺ τὸ ἀδί- κημα, ὡς καὶ αὐτὸν θάνατον μικρὸν εἶναι πρὸς τοῦτο [*](1 Thuc. I 56 15 Thuc. I 58 16 Thuc. I 57) [*](3 καὶ delendum? 4 τοῖς inserui e LV om Schm 7 μέτα LV 11 εἰ δοκεῖτε scripsi e LV ἐδοκεῖτε Schm 12 τούτοις scripsi coll. p. 68, 11 τούτους LV Schm | καὶ — 14 ἀφίστανται inserui e LV om Schm 15 χαλκιδαίων L 18 ἐν scripsi coll. p. 70,22 ἐπὶ LV Schm 23 μὴ δ’ V)

    62
    νομίζειν· ἡμεῖς δὲ τοσοῦτον ἀπέσχομεν μὴ τῆς συνῆ, θους κἀνταῦθα μνημονεῦσαι φιλανθρωπίας ὥστε καὶ τοῖς στρατήγ’ οἶς, οἷ μετὰ τοὺς πρώτους ἧκον ἄλλην ἐπὶ Ποτίδαιαν ἄγοντες στρατιάν, καὶ οὓς μετὰ τού- τοὺς ἐπέμπομεν τρίτον ἐπὶ τὴν αὐτὴν κομίζοντας στό- λον, τούτοις πᾶσι παρηγγυῶμεν μὴ κακοῦν μηδὲ βλά- πΤειν μηδέν, φυλακῆς δὲ μόνον ἐπιμελουμένους, ὧς ἂν μὴ λαθών τις εἰσίῃ μηδ’ αὖθις ἐξίη, λόγοις πρὸς ἡμᾶς μετακλίνειν πειρᾶσθαι. ἀλλ’ αὐτούς γ’ ἔθραττε τῶν ὁρωμένων οὐδέν, οὐ στρατὸς προσκαθήμενος, οὐχ ὅπλα δεικνύμενα, οὐ τριήρεις τριήρεσιν ἐπιπλέουσαι, οὐχ ὅ τι ἂν εἴποι τις τῶν δεινῶν. οὕτω μὲν ἡμῖν ἡμέρως εἶχε τὰ πρὸς αὐτούς, οὕτω δὴ καὶ αὐτοὶ ἀμε- ταθέτως εἶχον τῆς γνώμης. ὅθεν καὶ περιλαβὸν αὐτοὺς τὸ στρατόπεδον κύκλῳ εἰς ἀκριβῆ πολιορκίαν καθίστη.

    καὶ ἃ μὲν ἑαυτοὺς ἔδρασαν συγκλεισθέντες, εἴθ’ ὅσια εἴτ’ ἀνόσιαι εἰδεῖεν αὐτοί· ἅ δὲ τέως ἡμεῖς διε- πραξάμεθα, ἐπειδὴ τῷ μακρῷ χρόνῳ παρεστησάμεθα, οὔτε βαρβαρικὰ καὶ οἷα παθεῖν αὐτοὺς δίκαιον ἦν, οὔθ’ ὁποῖα ὁ νόμος στρατιωτῶν βούλεται. οὐ γὰρ δή- που συλλαβόντες ἐκινήσαμεν ἐπ’ αὐτοὺς ὅπλα οὐδ’ ὡς ἐχθροῖς ἐχρησάμεθα οὐδ’ ἐζημιώσαμεν οὐδένα εἰς τὴν ζωήν, ἅπαντας δὲ σῶς κελεύσαντες τῆς πόλεως ἀπιέναι [*](3 τοῖς στρατηγοῖς scripsi e V τοὺς στρατηγοὺς L Schm) [*](5 κομίζοντες V | στόλον scripsi e LV στόχον Schm 6 μὴ δὲ V 7 ἐπιμελομένους V 8 μὴ δ’ LV 10 στρα- τηγὸς V ὅ τι scripsi ὅτι LVSchm | ἡμῖν V sed ι in ras m 2) [*](13 ἡμέρως V sed ἡ in ras m 2 | τὰ inserui e LV om Schm) [*](14 τὰ ante αὐτούς Schm delevi 18 παρεστησάμεθα V sed μέθᾳ in marg m 2 19 οὔτε βαρβαρικὰ καὶ in marg V 2 | οἷα V sed οἶ in marg et ἁ in ras m 2 | παθεῖν V sed πα et εἰν in ras m 2 | αὐτοὺς V sed αὑ in ras et οὑς suprascr m 2 22 ἐζημιώσαμεν V sed ζ in ras m 2 23 ἅπαντες V)

    63
    τοὔδαφος κατελίπομεν ἑαυτοῖς τήν τ’ ὀργὴν ἐξηνέγκα- μεν οὐδ’ ἐφ’ ἴνα Ποτιδαιατῶν, ἀλλ’ ἐπὶ τὴν ἀναίσθη- τον φύσιν, καὶ τοὺς ὑπευθύνους ἐάσαντες ζῆν δίκην παρὰ τῶν ἀναιτίων εἰσεπραττόμεθα. καὶ τοῦτ’ ἴσως ἡμῶν τὸ ἀσέβημα, ὅτι τοῦ γένους φεισάμενοι ὑφή- κάμεν τοῦ δικαίου καὶ τὴν ἀξίαν οὐκ ἐλαμβάνομεν.

    20. Ἀλλ' οὐχὶ τοῦτό ἐστιν οὗ δὴ χάριν ἐπὶ τὴν κατηγορίαν ἀναστῆναι Κορίνθιοί φασιν, ἄλλο δέ, ὅπερ ὡς μὲν εὔηθες, ὡς δὲ καὶ γελοῖον, οὐ πολλῶν ἂν εἴη λόγων δεικνύναι. τί δέ φασι; πόλεμος ὅν ἐκίνησαν Ἀθηναῖοι περιειστήκει Ποτίδαιαν, καὶ ἐπο- λιορκεῖτο, ἐπέβη δὲ λιμὸς καὶ Ποτιδ.αιᾶται ἀλλήλων ἐγεύσαντο· καὶ ἐκ τούτου ἀσεβεῖς Ἀθηναῖοι. ὑμεῖς δ’, ὦ Κορίνθιοι, πῶς οὐκ ἀσε- βεῖς διὰ τοῦτο; ὅτι πρόφασιν εἰσηνέγκατε οὐδεμίαν οὐδὲ μετέσχεν ὑμῶν οὐδεὶς τοῦ μιάσματος; οὐδ’ ἡμεῖς εἰσηνέγκαμεν οὐδὲ μετέσχομεν, ὥσθ’ ὂν ἂν τρόπον ὑμᾶς αὐτοὺς ἀπολύητε αἰτίας, τὸν αὐτὸν δήπουθεν καὶ ἡμᾶς. ἀμφότεροι γὰρ οὗπερ ἐγκα- λεῖτε μακρὰν ἐπίσης ἐσμέν. οὐκοῦν καὶ πόρρω αἰτίας ὁμοίως. τί λοιπὸν ἀλόγως ἐπὶ τὴν κατηγορίαν ἐκφέ- ρεσθε εἰδότες καὶ ταῦτα σαφῶς ὡς ὅ τι ἂν ὑμεῖς, εἴ τις ἐγκαλεῖ, περὶ τῶνδε ἐρεῖτε, τοῦτ’ αὐτὸ καὶ ἡμῖν ἐκ τοῦ ἴσου λόγου παρέσται εἰπεῖν;

    οὐ τοίνυν ἀσκέ- πτως ἐφ’ ὁντιναοῦν, ἀλλὰ τὸν ἁμαρτάνοντα τὴν αἰτίαν τρεπτέον. τοῦτο μὲν γὰρ δίκαιον καὶ προσῆκον ἅτε καὶ τοῖς νόμοις ὡς μάλιστα δοκοῦν καὶ πᾶσιν ὰνθρώ- ποις λυσιτελῶς ἔχον ἀνακοπτομένης οὐ μικρῷ τινι μέρει κακίας ἐντεῦθεν, ἐκεῖνο δὲ πράττειν πρὸς τῷ [*](22 ὅ τι scripsi ὅτι LV Schm 25 ἐφοντιναοῦν V 29 ἐκεῖνο scripsi e LV ἐκεῖνοι Schm)

    64
    ἀλόγιστον εἶναι καὶ συμφέρει οὐδέποτε οὐδενί. ὥστε τοὺς ἀδικοῦντας, τοὺς ἀλογοῦντας τῶν νόμων, τοὺς ὁπωσοῦν ἁμαρτάνοντας αἰτιατέον ἐστὶ καὶ ἐπὶ βῆμα ἀκτέον, ἑτέρους δὲ ἀντ’ αὐτῶν οὐδαμῶς. εἰ γὰρ μή, δύο τὰ χείριστα ἐντεῦθεν συμβήσεται· οἵτε γὰρ ἀδι- κοῦντες ἀεὶ τὸ δοῦναι δίκην ἐκφεύξονται οἴ τ’ αὖ ἐπιεικεῖς καὶ χρηστοὶ τὰ τῶν ἀνοσίων πείσονται, ὥστε μήτε πονηρίαν ἐπιλείψειν τὸν βίον καὶ ἀρετὴν τὰ μέ- γιστα ζημιοῦσθαι, ὅπερ δὴ καὶ παντὸς μᾶλλον φυλάτ- τεσθαι προσήκει, ἵνα μὴ θᾶττον ἄνω κάτω τἀνθρώπεια γένηται.

    ἥ, πρὸς θεῶν, ἀρεστὸν ὑμῖνι εἴ τις ἱερό- συλος ἢ λωποδύτης ἐν Κορίνθῳ ἐγένετο, ἐκεῖνον μὲν χαίρειν ἐᾶν, ὑμᾶς δὲ τοὺς ἄλλους ἀντ’ ἐκείνου εἰσάγειν, ἔνα μὴ μόνον ἄδικον ᾖ τὸ πρᾶγμα, ἀλλὰ καὶ σφόδρα γελοῖον; εἰ γὰρ Κορίνθιοι δι’ ἐκεῖνον τὸν ἔνα ἰερόσυ- λοι πάντες, δεῖ δὲ καθ’ ὑμᾶς μεταβαίνειν τὴν αἰτίαν ἀεί, εἶεν ἂν τοιοῦτοι καὶ Ἀργεῖοι καὶ οἱ πλησιόχωροι Μαντινεῖς καὶ οἱ ἐν Ἀθήναις ἡμεῖς καὶ πάντες ἄνθρω- ποι, καὶ οὐδένες ἀνθρώπων. ὁ γὰρ δεχόμενος τὴν αἰτίαν ἐπ᾿ ἄλλον ἀεὶ μεταπέμψει, ἡ δὲ φερομένη οὔτε εἴς τινα ἑστήξει καὶ πάντας ἐπελεύσεται, ὧς εἶναι ἀνάγκην ἀποκριθῆναι τὸν λόγον εἰς αἴνιγμα. ἀλλὰ τοῦτο παντάπασιν ἄτοπον. ἄτοπον δήπου καὶ τὸ ἡμᾶς ἀσεβεῖς εἶναι διὰ Ποτιδαιάτας ἠσεβηκότας. εἰ δ’ ἐπὶ πλέον βιάζετε, ὁδῷ προβαῖνον ἐλεύσεται τὸ ἔγκλημα καὶ ἐπὶ τοὺς Κορινθίους ὑμᾶς, καὶ ἀντεγκαλέσομεν τότ’, εὖ ἴστε, σφοδρότερον οὐδὲν ἀνιέντες.

    ἀλλ’ οὐχ οὕτω δεῖ παίζειν. ἄνθρωποι γὰρ πάντες οἷς μέλει [*](1 ἀλόγίστωο V 9 μᾶλλον scripsi e LV μάλιστα Schm 11 θεῶν scripsi θεοῦ LV Schm cf. ad p. 60,1 17 αἰτίαν ἀεί. scripsi e LV αἰτίαν, ἀεὶ Schm | ἂν inserui e LV om Schm | οἱ inser L om V)

    65
    τοῦ δικαίου οὐχ ἕτερον ἀνθ’ ἑτέρου εἰσάγουσιν εἰς τὰς δίκας, ἀλλ’ ὅστις ἠδίκηκεν ἀγώγιμός ἐστι παρ’ αὐτοῖς, ὁ δ’ αὐτὸς καὶ κληρονομῶν τῆς αἰτίας. εἰ τοίνυν Ποτιδαιᾶται ἀλλήλων ἐγεύσαντο, ἀσεβεῖς ἂν εἶεν καὶ προώλεις ὀλέσειαν αὐτοὺς οἱ θεοί, ἡμῖν δὲ τοῦ σφῶν μύσους τοσοῦτον μετεῖναι δοκεῖ, ὁπόσον καὶ τοῖς ἐν Ἐκβατάνοις καὶ Σούσοις καὶ πλεῖστον διῳκι- σμένοις αὐτῶν.

    24. Ἀλλ’ ἐπολιορκεῖτε, φασίν, αὐτοὺς κἀν τῇ πολιορκίᾳ τοῦτο συνέπεσεν. ἐπολιορκοῦμεν μὲν οὖν καὶ μάλα δικαίως. ἐχθροὶ γὰρ ἦσαν καὶ πολέμιοι, καί, ὥσπερ φίλοις οὖσιν ὑπέστημεν τρόπῳ παντὶ βοη- θεῖν, οὕτως εἰς τοὐναντίον ἀποκριθεῖσι πολεμοῦντες οὐδὲν ἐπράττομεν τῶν ἀδίκων. εἰ μὲν γὰρ μηδὲν ἡμᾶς ἀδικήσασι μηδέ τι κακὸν διαθεμένοις ἠράμεθα πρὸς αὐτοὺς πόλεμον, ἦν ἂν τοῦτο περιφανῶς ἄδικον, πρὸς οὓς ἦν ἡμῖν οὐδὲν διάφορον, στρατεύειν ἐθέλειν καὶ μάχην ἀπροφάσιστον συνιστᾶν, καί γε ὅστις ἡμᾶς τού- του χάριν μετῆλθε τιμωρούμενος, δικαιότατα παρ’ ἡμῖν ὐγε κριταῖς πάντων μᾶλλον ἔδρασεν ἄν· ἐπεὶ δ’ ατοὶ μηδενὸς καλοῦντος μηδὲ βιάζοντος προσήλθοσαν, ἱκέ- τευσαν, ἐδεήθησαν, ἔτυχον ἡμῶν οἴων ἠβούλοντο, εἶτ’ εἰς ἀποστασίαν εἶδον πᾶσαν τὴν περὶ αὐτοὺς Ἀθη- [*](5 Dem. p. 332,22; 395,7 7 cf. p. 24, 9 13 cf. p. 74,23) [*](15 ἀδικήσασι] ἀντὶ γενικῆς ἡ δοτικὴ ἐνταῦθα VL2) [*](2 ὅστις — 3 αὐτοῖς inter Libanii locos laudat Plan fol 38 παρὰ τοῖς κριταῖς Plan | ὅδ’ V 7 πλεῖστον scripsi e LV πλεῖστα Schm 13 εἰς τοὐναντίον ἀποκρυθεῖσι respicit Plan l. l. atferens φίλος ὢν εἰς τοὐναντίον ἀπεκρίθη 15 ἀδικήκασι V | μὴ δέ V 21 μὴ δὲ V 22 ἠβούλοντο scripsi e LV ἐβούλοντο Schm 23 ἀποστασίαν scripsi e LV coll p. 70,17; 73, 17 ἀπόστασιν Schm)

    66
    ναίων σπουδὴν παρὰ φαῦλον θέμενοι, ποῦ δίκαιον μὴ πόλεμον κινεῖν ἐπ’ αὐτοὺς καὶ δίκην ἀξίαν τῆς ὑπερ- οψίας λαμβάνειν;

    οὐκοῦν, ἄνδρες Ἕλληνες, καὶ ἐκινοῦμεν τὸν πόλεμον καὶ δίκην ἐλαμβάνομεν ἀξίαν μὲν οὐδαμῶς, ἀλλ’ ἣν ἐνομίζομεν ἀποχρῆναι. καὶ τὸ πρᾶγμα ὧς ἐννομώτατον ἦν, κωλύει γὰρ τοὺς τοιούτους ἀμύνεσθαι οὔτε νόμος οὐδεὶς οὔτε θεὸς οὔθ’ ἡ κοινὴ τῶν ἀνθρώπων συνήθεια. μάλιστα μὲν οὖν καὶ τὰ ἀπὸ τῶν θεῶν παραδείγματα, οἷς αὐτοὶ καὶ σκηπτοῖς ἄνωθεν καὶ χαλάζῃ βάλλουσι καὶ ὕδασι πνίγουσι καὶ πᾶσι τρόποις τοὺς ἀνοσίους καὶ ἀγνώμονας τῶν ἀνθρώ- πων κολάζουσι, διδασκαλία πρὸς τὴν τῶν ἐχθρῶν ἐστι τιμωρίαν οἴ τ’ αὖ νόμοι ἐπὶ τούτῳ καθίζοντες δικα- στὰς κολάσεων τε εἴδη καὶ τρόπους ἀναδιδάσκοντες πολλὴν ποιοῦνται τὴν προτροπήν, ὡς, εἰ τινες κακῶς ἔδρασαν κακῶς καὶ ἀπόλωνται. καὶ ἀνθρώπων δὲ κἂν τοὺς ἀσθενεστάτους εἴποις καὶ μετριωτάτους και- ρὸν ἔχοντας μετιέναι τοὺς ἀδικοῦντας οὐκ ἂν τὴν ἐπιχείρησιν παραιτήσασθαι. οὕτως ἁπανταχόθεν προ- τετραμμένον ἐστὶν ἀμύνεσθαι τοὺς ἐχθρούς, καὶ κεκώ- λυται οὐδαμῶς.

    ὃ δὴ καὶ ἡμεῖς ἐποιοῦμεν, θάτερον δὲ οὐδαμῶς, λέγω τὸ οὕτω τραφῆναι παρασκευάσαι. καὶ γὰρ οὔτε παράδειγμα τοῦ τοσούτου μύσους ἑωρῶμεν γεγενημένον, πρὸς ὅπερ εἰκὸς ἦν ἀπιδόντας μιμήσασθαι, κἂν ἄλλοι τινὲς μυρίοι πρὸς ταύτην ἐξέκλιναν τὴν μανίαν, ἀλλ’ Ἀθηναίοις γε οὐ πρὸς φύσεως μέχρι τοσούτου τὴν ὀργὴν παρεκτείνειν, οὔκουν οὐδ’ εἰ [*](1 σπονδὴν V ὡς inserui e LV om Schm 14 ἀναδι- δάσκοντες scripsi e LV διδάσκοντες Schm 17 εἴποις scripsi e V εἴπῃς L Schm 25 μυρίοι inserui e LV om Schm 26 ἀλλ’ — 27 παρεκτείνειν citat Plan 1. 1.)

    67
    πᾶσαν ἐφάνη τις πρὸς αὐτοὺς ἐνδειξάμενος βλάβην. ὃ δ’ οὖν αὐτοῖς πάτριον καὶ τὸν ἅπαντα χρόνον οἰκεῖον, εὐεργετοῦσι μὲν προθυμεῖσθαι τὸ δίκαιον ὑπερβαίνειν, κολάζουσι δέ, ὁπηνίκα τούτου καιρός, μὴ ἀκριβολογεῖ- σθαι, ἀλλὰ καὶ τοῦ μετρίου ὑφίεσθαι διὰ χρηστότητα. ὥστ’, εἰ καὶ Ποτιδαιάτας ἐπολιορκοῦμεν, μετρίαν σκο- ποῦντες εἰσπράξασθαι δίκην τοῦτ’ ἐποιοῦμεν, ἀλλ’ οὐχ ὅπως εἰς ἀνάγκην τοῦ νεκρῶν ἅπτεσθαι συνελάσωμεν καὶ πείσωμεν ἀντὶ πολεμίων, τί λέγω πολεμίων; ἀντὶ θηρίων ἀλλήλοις γενέσθαι.