Orationes XIII-XXX
Gregorius II
Gregorius, Orationes XIII-XXX
εἴχομεν ἂν ἀσεβείας αἰτίαν ἡμεῖς, εἰ τοῦτο διενοούμεθα καὶ σκοπὸς ἦν περιστάντας τὴν πόλιν καὶ συλλαβόντας αὐτοὺς λιμῷ καὶ σιδήρῳ καὶ πάσαις ἀνάγκαις ὠθεῖν πρὸς τοιαύτας τροφάς· ὅπου δ’ ἄνετοι ἐκεῖνοι ἐντὸς περιβόλου στρε- φόμενοι ἐκ τῶν πύργων ἄνωθεν ἀντεπισείοντες τῷ στρατοπέδῳ τὰ ὅπλα, ἡνίκα οὐ πολέμιος ἦν κατεπείγων. οὐ ξίφος ἐπανατεινόμενον, οὐ σιδήρου πληγή, οὐ πῦρ καῖον, οὐ βρόχος, οὐκ ἄλλη τις βάσανος, ἡμῶν αὐτοὺς πρὸς ἡμᾶς καὶ ἔτι μετακαλουμένων, ἱκετευόντων, βο- ώντων· σύνετε, ἄνδρες Ποτιδαιᾶται, γίνεσθε ὑμῶν αὐτῶν, φείσασθε γυναικῶν τῶν ὐμετέ- ρων, φείσασθε παίδων· τί ὑμεῖς αὐτόχειρες ἑαυτῶν ἐπιθυμεῖτε γενέσθαι; ἔστιν ἐφ’ ὑμῖν μεταβουλευσαμένοις σωθῆναι, ἔστι καὶ σκλη- ρυνθεῖσι καθάπαξ ἀπολωλέναι, εἰ ταῦθ’ ἡμῶν προτεινόντων ἔχοντες ἐκεῖνοι καιρὸν τοῦ πράττειν τὰ δέοντα ὅμως ἐσκληρύνοντο, ἕως ἑαυτοὺς ἀπώλεσαν, [*](10 cf. p. 17, 6 17 Pind. 01. Χ (XI) 37) [*](2 πατρώιον V 10 μὲν post εἴχομεν inser Schm delevi) [*](14 τροφούς V 20 συνῆτε V 25 ὑμῶν V) 5 *
28. Καὶ εἰ βούλεσθε, κύκλῳ τὴν Ἑλλάδα περιελ- θόντες ἐς ζητεῖτε, εἴ τι τοιοῦτον εἰς ἀνθρώπους Ἀθη- ναῖοι πεπράχασι, κἂν εὕρητέ που, συνεζεύχθω ἀμφό- τερα καὶ ἐξ ἔθους ἡμᾶς λέγετε ἀσεβεῖν. ἡττήθησαν καὶ Θηβαῖοι μετὰ τῶν ἄλλων Βοιωτῶν ὑπὸ τῆς πόλεως ἐν πολλοῖς, ἡττήθησαν καὶ Φωκεῖς καὶ Θετταλοὶ σὺν αὐτοῖς, ἐπειράθησαν καὶ Μακεδόνες τῆς ἡμετέρας ἰσχύος καὶ πρὸς τούτοις Θρᾷκες καὶ ἀπ’ ἀμφοῖν τῶν ἐθνῶν ἔτι πολλοὶ παρ’ ἡμῖν ἐν δεσμοῖς. ἀλλ’ οὐδεὶς οἵους οὗτοί φασιν ἡμῶν ἐπειράθη.
καὶ τί τοὺς Ἕλληνας λέγομεν; οὐ τοὺς Ἴωνας ἡμῶν οἱ Πέρσαι κατεδου- λοῦντο; οὐκ Ἐρετριεῖς ἀναρπάστους ἐξείλοντο; οὐ μετὰ τοῦ αὐτοῦ διανοήματος εἰς Μαραθῶνα κατήρκασιν, ἴν ὡς Ἐρέτριαν καὶ τὴν Ἀττικὴν πᾶσαν διάθωνται; ἀλλὰ τούτων λαμπρῶς καὶ τότε κρατήσαντες καὶ ὕστερον ὅτε Ξέρξης ἐπῄει πᾶσαν τὴν Ἀσίαν κινῶν ἐφ’ ἡμᾶς, καὶ μετὰ ταῦτ’ ἐν Κύπρῳ καὶ Παμφυλίᾳ καὶ ἀλλαχοῦ, οὐκ ἔστιν εἰπεῖν ὧς ἐνί γε ἢ πλείοσιν αὐτῶν τοιαύτην ἐπηγάγομεν ἀνάγκην. οὐ βαρβάρῳ δεῖπνον παρεθέμεθα βάρβαρον οὐδὲ παραστησάμενοι τοὺς δημίους παίοντες, μαστιγοῦντες, σφάττοντες ἐκελεύομεν ἅπτεσθαι. οὐ τοσοῦτον τὴν ἀνθρωπείαν ἠγνοήκαμεν φύσιν ἡμεῖς [*](15 Xen. comm. IV 2, 33 17 cf. ad t. V p. 521, 10. t. IV 454, 18 R) [*](2 τῆς δ’ ἐκείνων ἀπονοίας inserui e LV om Schm 3 ὑπῆρχεν Schm 5 άθηναῖοι L sed οἱ in ras m 2. áuhnaqivn V 7 ἐξ ἔθους Schm ἐξέθους LV | λέγετε L sed λ in ras m2) [*](17 Ἐρέτριαν scripsi e V ἐρέτρειαν L Schm 20 μετα- ταῦτ᾿ V)
μὴ τοίνυν ἡμᾶς τις τῆς ἐκείνων ἀσεβείας αἰτίους, ἀλλ’ αὐτοὺς ἐκείνους λεγέτω, οἱ καὶ τὴν ἀθέμιτον ἑαυτοῖς παρέθεντο τράπεζαν καὶ τροφῆς ἐπ’ αὐτῆς ἥψαντο παρανόμου. ὅσοι δὲ ἡμῖν τούτων ἕνεκεν μέμ- φονται, τούτους δήπου φαμὲν μηδὲ τοὺς ἐν ταῖς πό- λεσιν ἄρχοντας ἐθέλειν ἀμέμπτως ἔχειν ἐᾶν, οἷς] ὅτι τινὲς εἰς δεσμωτήριον ὐπ’ αὐτῶν ἐμβαλλόμενοι πρὶν ἢ τοῖς νόμοις καὶ μετριωτέραν ἴσως δοῦναι δίκην φθάνουσιν αὐτοὶ παρανομοῦντες εἰς ἑαυτοὺς καὶ ζωῆς ἀπαλλάττοντες. ἀλλ’ οὐδαμῶς γε τοῦτο κρίνοντος ὀρθὰ λογισμοῦ. οὐ γὰρ μόνον ὅτι τινὲς ἑάλωσαν οὐδ’ ὅτι κατεσχέκθησαν ἐν δεσμοῖς σκοπεῖν δεῖ, ἀλλ’ εἰ μὴ καὶ σὺν δίκῃ ταῦτα πεπόνθασιν. εἰ δ’ ἀσεβῶς ὑφ’ ἑαυτῶν ἀπηλλάγησαν, οὐδὲν τοῦτο συμβάλλεται ὥστε τὸν κατασχόντα ἔχειν αἰτίαν· οὔκουν οὐδ’ ἡμῖν φέρει κατηγορίαν, εἰ τοὺς ἐχθροὺς νομίμως πολιορκούντων ἡμῶν ἀσεβεῖς ἐκεῖνοι γεγόνασιν εἰς ἀλλήλους παρανο- μήσαντες.
31. Εἰ δέ τις φιλονείκως ἔχων οὐκ ἀφίσταται τὴν πολιορκίαν λέγων εἰς ταῦτα παραβιάσασθαι, αὐτοὶ καὶ ταύτης ἔχουσι τὴν αἰτίαν. ὁρᾶτε γάρ· ἡμέτεροι ἦσαν, πάντα παθεῖν ἕτοιμοι ἤ ἡμῶν ἀποστῆναι. φίλους ἡμεῖς αὐτοὺς ἤγομεν διὰ ταῦτα. ἔργῳ τῆς ἡμῶν φιλίας ἐλάμ- [*](2 οὐδενὸς — 3 ὧν(2) inserui eLV om Schm 4 ὡμιλοῦμεν scripsi ὁμιλοῦμεν LV Schm 9 μὴ δὲ V 10 οἷς LV Schm cancellavi 18 οὐδὲν scripi e LV οὐδὲ Schm 19 οὔκουν scripsi e LV οὐκοῦν Schm 27 διαταῦτα V)
οὕτως οὐχ ἡμῶν ἔργον, ἀλλ’ ἐκείνων ἡ πολιορκία, καὶ ὁ κατασχὼν αὐτοὺς ὄλεθρος οὐκ ἄλλους εἶχε τοὺς παρεσκευακότας ἤ τοὺς ἀπολωλότας αὐτούς. ἀλογώτατα γὰρ πρὸς τὰ τῶν Ἀθηναίων ὠθίσαντες ἑαυτοὺς ξίφη ὑπ’ αὐτῶν διαφθείρονται καὶ μεγάλην ἀνάψαντες φλόγα ἁλίσκον- τᾶι ὑπ’ αὐτῆς. ἢ δοκεῖ σοι κἂν ἔνα ἡμῶν κινηθῆναι θελῆσαι ἢ τὸ περὶ τοῦ τείχους ψήφισμα γράψαι, εἰ μὴ νεώτερα ἐφρόνουν ἐκεῖνοι, εἰ μὴ πρὸς ἀποστασίαν ἔβλεπον, εἰ μὴ ἀντὶ φίλων ἐχθροί, ἀντὶ δ’ οἰκείων πολέμιοι, ἀντὶ δὲ συμμάχων αἴροντες ὅπλα καθ’ ἡμῶν ἐγένοντο; νυνὶ δ’ ἀποστάντων ἐκείνων, καὶ εἴθε γε τὸ κατ’ αὐτοὺς ἦν μόνον, ἀλλ’ ἀπώλοντο Ἀθηναίοις πρὸς τὸ ἐκείνων παράδειγμα καὶ τὰ ἐν Θρᾴκῃ πάντα καὶ Μακεδονίᾳ πράγματα καὶ οὐδὲ νῦν μετὰ τὴν Ποτι- δαίας καθαίρεσιν οἷοί τ’ ἐσμὲν ἑαυτοῖς ἐπανασώσα- σθαι, οὕτως οὖν ἐκείνων καὶ δι’ ἐκείνους τῶν ἄλλων διατεθέντων ποῦ δίκαιον μὴ κινηθῆναι μὲν ἡμᾶς, αὐτοὺς δὲ καὶ ὧν ἔπαθον χείρω πολλῷ παθόντας τυχεῖν;
χρηστοί γε ὑμεῖς, ὦ Κορίνθιοι, τὸν μὲν [*](16 cf. p. 61, 1) [*](2 αὐτοὺς in marg ὒ 24 ἐπανασώσασθαι scripsi e V ἀνασώσασραι L Schm 27 πολλῷ scripsi e LV πολλῶν Schm) [*](28 ὑμεῖς scripsi e LV ἡμεῖς Schm)
ἀλλὰ τι ταῦτ’ ἐρωτῶ; ὅπως ἂν ἠνέγκατε, δῆλον ἡμῖν ἐτέ- ρωθεν γέγονε, καὶ τὰ πρὸς Κερκυραίους ὑμῖν πρα- χθέντα καλῶς μαρτυρεῖ. ἐπλεῖτε γὰρ ἐπ’ ἐκείνους αἰτίαν ἔχοντες οὐδεμίαν τοιαύτην καὶ ἐναυμαχεῖτε καὶ ναῦς αὐτῶν τὰς μὲν ἐλαμβάνετε κενάς, τὰς δὲ αὐτοῖς ἀνδράσι κατεδύετε καὶ αὐτήν γε τὴν νῆσον, εἰ γ’ ἐδύνασθε, οὐκ ἂν ἀπέστητε καταδῦσαι. εἶτα δεινὸν ἡγεῖσθε, εἴπερ, ὧς ὑμεῖς, καὶ ἡμεῖς ἑτέρωθεν ἐχρησάμεθα τοῖς ἐχθροῖς; καὶ Κορινθίους μὲν οὐδὲν ἄδικόν φασι Κορίνθιοι, ἄν τις ἐναντιῶται, ἀφανίζειν εὐθύς, ἀλλ’, εἴ τις ὑπὲρ τούτου γρύξει, πολλὴν εἶναι τὴν παραίτησιν ὅτι πολέμιος ἦν, ὅτι παρασπονδῶν, ὅτι βλάπτων· Ἀθηναῖοι [*](17 Thuc. I 50 1 25 Dem. p. 85,22; 248,20) [*](1 καὶ scripsi e LV ἢ Schm 4 ἡμᾶς L sed ἡ in ras m2) [*](7 ἐκπεπώκαμεν V 10 ὧς inserui e LV om Schm | ἵν᾿ scripsi e V ἴνα L Schm τας(1) V 19 κατεδύετε scripsi e V κατεδύσατε L Schm 20 ἀπέστη τε V 22 Κορινθίους scripsi e LV Κορινθίοις Schm)
καὶ πῶς οὐκ ἀλόγιστον τοῦτο; ἐγκαλεῖν ἴδει καὶ μέμφεσθαι προσηκόντως, ὢ Κορίνθιοι, ἡνίκα μηδὲν κακὸν εἰς ἡμᾶς εἰργασμένους ἐκείνους ἐπεθέμεθα αὐτοὶ καὶ ἐβλάπτομεν μόνῃ τῇ τοῦ ἀδικεῖν ἀκολουθοῦντες ἐφέσει· ἐπεὶ δ’ ἐκεῖνοι βλάπτειν ἤρξαντο πρῶτοι, πῶς δὲ βλάπτειν; ἐκ τοῦ τὰ συγκείμενα ἀθε- τῆσαι καὶ σπονδῶν ἀλογῆσαι καὶ ἀτιμάσαι μὲν ἡμῶν τὴν περὶ αὐτοὺς πρόνοιαν, ἀτιμάσαι δὲ καὶ τὴν σπου- δήν, ματαιῶσαι δὲ καὶ τοὺς πόνους καὶ τὰς ἐλπίδας καὶ εἰς ἄκραν περιφρόνησιν τῶν ἡμετέρων γενέσθαι, οὐκ ἂν ἔχοι λόγον ἡ μέμψις, ἂν ἡμεῖς ἐπεξήλθομεν. ὁρᾶτε γὰρ καὶ τὸν κοινὸν πᾶσιν ἀνθρώποις νόμον, ὧς οὐκ ἐπ’ ἄλλους ἢ τοὺς τοιούτους προτρέπει τὰ ὅπλα κινεῖν, καὶ τὸν βλάπτοντα δὲ ἀντιβλάπτειν καὶ ἀντι- μισεῖν τὸν μισοῦντα καὶ τὸν ξύοντα ἀντιξύειν οὐχ ὑπάρχειν ἑτέρου ἢ τούτου τοῦ δόγματος.
36. Ἁλλ’ ἴσως μηδὲ τοὐλάχιστον ἡμῖν παρεξελθοῦσι τοῦ δικαίου δοτέον εἶναι δίκην παρακελεύεσθε καὶ νόμον τοιοῦτον καθ’ ἡμῶν καινοτομεῖν βούλεσθε, Ποτιδαιάταις δὲ καὶ τὰ μέγιστα παρανομοῦσι μηδ’ εἶναι συνόλως αἰτίαν. καὶ μὴν Λακεδαιμονίοις μικρά ποτε βλάψασι τὴν Ἀττικὴν ἐκ τοῦ πλείονος ἀνταπἐδο- μεν πᾶσαν ἐν κύκλῳ τὴν Πελοπόννησον περιπλεύσαν- τες ἀεὶ καὶ λυμηνάμενοι. καὶ Κορινθίους, ἐπειδήποτε [*](16 Suid. s. v. ξυήλην Eustath. ad II. λ 564 p. 863, 4. Mich. Apostol. prov. XVII 20 cum nota Leutschii 24 Thuc. III 40, 6) [*](4 εἰργασμένους] πρὸς τὸ ἐβλάπτομεν ῥῆμα τὴν προηγησα- μένην αἰτιατικὴν συντακτέον LV2) [*](2 γράφονται Schm γράψονται; L γράψονται· V 18 μὴ δὲ V 19 παρακελεύεσθαι et 20 βούλεσθαι V 21 ταμέγιστα V | μὴ δ’ V 25 ἀεὶ scripsi e V αὐτοὶ L Schm)
ἀλλ’ ἐκείνους μὲν οὐκ ἔστι λέγειν ὧς οὐ δίκαια πεπόνθασιν ἀγνώμονας γεγενημένους καὶ ἀντὶ φίλων εἰς ἀποστασίαν καὶ ἔχθραν ἀπαλλαγέντας, γένοιτο δὲ παραπλήσια παθεῖν καὶ οἶς παραπλησίως ἐκείνοις ἄδικος ἀγνωμοσύνη δικαίας στοργῆς προτετί- μηται. εἴη μὲν γὰρ ἂν τοῦτο μάλιστα προσῆκον τῷ βίῳ καὶ πᾶσαν μὲν πονηρίαν, πρὸ πάσης δὲ τὴν ἀγνω- μοσύνην ἐξαιρεθῆναι, ὃ δὴ κακὸν ἔσχατον ἔμοιγε ὡς καὶ ἀσεβείας ἐγγύτατα βαῖνον. καὶ γὰρ ὥσπερ ἀσεβῶν ἕνεκεν ἡ παρὰ τῶν κρειττόνων οὐ κάτεισιν εἰς ἀνθρώ- πους εὐεργεσίαι οὕτω δὴ καὶ τῷ μίσει τῶν ἀχαρίστων φιλανθρωπίᾳ πρὸς ἕτερον οὐδεὶς ἀνθρώπων κεχρῆσθαι βούλεται. καὶ τό γε τῶν τοιούτων μέρος, κωλύεται [*](2 ἶσον V 6 λέγω scripsi e LV λέγει Schm 8 τοῦ inserui e LV om Schm 12 καταβαλομένοις scripsi e V καταβαλλομένοις L Schm 13 ὀλιγωρίας scripsi e LV κατη- γορίας Schm 24 τῶν κρειττόνων scripsi coll p. 82, 19 et 60,1 τοῦ κρείττονος LV Schm 25 rco inserui e LV om Schm)
οὕτω μὴ εἶναί φημι χείρους ἀγνω- μόνων ἀνθρώπων ἐν τοῖς οὖσιν ὀφθῆναι πᾶσαν διὰ μιᾶς ταύτης ἐπεισενεγκόντας τῷ κοινῷ πονηρίαν. καὶ οὐδὲν δι’ αὐτοὺς τὰ τῶν ἀνθρώπων ὅτι μὴ ἔχθραι καὶ πόλεμοι καὶ ἀπιστία καὶ ὑποψία καὶ δόλος καὶ ψεῦδος καὶ πᾶν εἶδος κακοῦ, καὶ οὐδαμοῦ ἡ ἀλήθεια καὶ τὸ γνησίως προσιέναι ἀλλήλοις· οὐ γὰρ ἔστιν ὅστις μὴ πλαττόμενος μηδὲ σοφιζόμενος ἀναστρέφεται. διὰ τοῦτο μηδ’ ἐλεεῖν εἶναι δίκαιον τοὺς τοιούτους μηδὲ φείδε- σθαι, ἀγρίως δὲ μᾶλλον πρὸς αὐτοὺς τοὺς πάντας ὁρᾶν καὶ ἐξελαύνειν ἀπάσης ἣν οἰκοῦσιν ἄνθρωποι γῆς, φιλανθρωπίαν, ὅσον τὸ κατ’ αὐτούς, ἐκ τοῦ βίου καὶ ἐπιείκειαν ἐξορίσαντας, τὸ ἀκοινώνητον δὲ καὶ θηριῶδες ἐπεισαγαγόντας. τὸ γὰρ τοιοῦτον ἀδίκημα παρορώμενον ἀτιμώρητον οὐ πολλοῦ τινος χρόνου δεήσεται τοῦ μὴ τῆς λύμης ἀναπλῆσαι τοὺς πάντας.
καὶ τὸ μετὰ ταῦτα πῶς ἄν τις ἐθελήσει τινὶ συν- θέσθαι ἢ μεταδοῦναι τῶν ἑαυτοῦ; πῶς τίς τινος ἀντι- λήψεται καὶ καταπονουμένῳ χεῖρα ὀρέξει; τίνι βοηθή- σει; τινα προσλήψεται εἰδὼς ἀντὶ τοῦ χάριν ὀφείλειν τὸν εὖ πάσχοντα εἰς πολέμιον αὐτίκα ἀλλ’ ἐῶ τοὺς ἄλλους, αὐτοὶ δέ γε ἡμεῖς οἵτινες εἰώθα- μεν ἀεὶ σώζειν, εἵ τις δεόμενος ἵκετο, πῶς ἔτι τῆς ἐκ [*](23 cf. p. 65, 13. Thuc. II 49, 1. Ι 3, 4) [*](2 ἀλλαξαμένους scripsi e LV ἀλλαξαμένοις Schm 7 ὑποψία scripsi e V ὑπεροψία L Schra 10 μὴ δὲ V | δια- τοῦτο V 11 μὴ δ’ V | μὴ δὲ V 19 τομεταταῦτα LV | ἐθελήσει scripsi coil. p. 78,25 ἐθελήσῃ LV Schm 21 χεῖρα scripsi e LV χεῖρας Schm 23 ἀποκριθήσεται ἔται V)
ταύτῃ τοι καὶ τοῖς δικαίοις εὖ παθεῖν διὰ τοὺς ἀμνήμονας εὐεργεσίας περιέσται ζημιοῦσθαι, καὶ τὸ κακὸν δὴ τοῦτο λυμανεῖται πᾶσι τοῖς ἀγαθοῖς, ὧς εἶναι δέον ἓν τοῦτο σπούδασμα πάν- τὰς ποιεῖσθαι ἀνθρώπους, εἴ τίς που καὶ παραφανείη πάθει τοιούτῳ κάτοχος ὤν, πάσῃ δυνάμει ἐκτρίβειν πειρᾶσθαι κἀκ τοῦ μέσου ποιεῖν. ὃ δὴ καὶ ἡμᾶς καλῶς λογισαμένους Ποτιδαιάτας μετελθεῖν οὐκ ἀξίως μὲν τῆς ἐκείνων λώβης, ὅμως τῆς γε τῶν Ἀθηναίων φύ- σεως οὐ πολὺ ἄποθεν, καὶ ἅμα καλῶς ἂν ἔχοι καὶ ἀποχρώντως ἡμῖν, εἰ τοῖς μικροῖς παιδευθέντες ἀγαθοὶ γενόμενοι περιεῖεν τῷ βίῳ ἢ παντάπασιν ἐκτριβέντες ἐκστῆναι τῶν ὄντων. εἰ δὲ καὶ οὕτως κακίας οὐκ ἀφέξονται, ἀλλ’ ᾧ γε τὴν ἀξίαν τοῦ τολμήματος ἀπο- τίσουσι δίκην ὧς τάχιστα παραστήσεται.
41. Πλὴν οὕτως τῆς εἰς ἐκείνους τιμωρίας ἐλλιπῶς ἐχούσης οὐκ ἀγαπῶσι Κορίνθιοι, ἀλλὰ μετεληλύθατε, φασίν, ἀνοσίως καὶ ἀπανθρώπως αὐτούς. πῶς, ὦ χρηστοί, ἀνοσίως καὶ ἀπανθρώπως; οὐκ ἦσαν ἡμῖν ἐχθροί; οὐ καθ’ ἡμῶν συνέστησαν; οὐκ ἐν εὐχῆς ἐποι- οῦντο μέρει πᾶν ὁτιοῦν τῶν δεινῶν τυχεῖν ἡμᾶς ὑπο- [*](1 ἑξόμεθα — 2 καταφεύγοντας inserui e LV om Schm 5 τοσοῦτον scripsi e LV οὕτω Schm 6 δυεῖν scripsi e V δυοῖν L Schm 12 τοιούτῳ scripsi e LV τούτῳ Schm 20 τοῦ τολμήματος inserui e V om L Schm)
ἄνευ δὲ ὧν εἰρήκαμεν, τίς ποτε περὶ πολέμου νενομοθέτηκε καὶ μέτρα καὶ τρόπους εἰση- γησάμενος μάχης μέχρι τοσούτου διετάξατο προιέναι, περαιτέρω δὲ μή, καὶ οὕτως μὲν συμπλέκεσθαι, οὕτως δὲ οὐδαμῶς, καὶ τοὺς ἐχθροὺς μετιτέον εἶναι ἢ τιμω- ρητέον τόνδε τὸν τρόπον, ἀλλὰ μὴ τόνδε, καὶ δεῖν γε ἡμᾶς ἀκολουθεῖν αὐτῷ ἢ μὴ ἀκολουθοῦντας ἐπιτι- μᾶσθαι καὶ δίκας ὑπέχειν ὧς οὐ νομίμως οὐδὲ δικαίως τὴν ἀγωνίαν ποιησαμένους; οὐκ ἔστιν ὁ ταῦτα νομοθε- τῶν, οὐκ ἔστιν οὐδείς, ἀλλ’ ὧς ὁ καιρὸς φέρει, καὶ τἀς μάχας διαθετέον ἅπαντες λέγουσι, καὶ κοινὸς οὗτος ἅπασι νόμος, ὡς ἑκάστῳ ἐκ τῶν συμπιπτόντων παρί- σταται τὸν πόλεμον διαφέρειν.
τί λοιπὸν ἄγνοιαν τῶν κοινῇ γνωρίμων πλαττόμενοι ἅπερ ἀκώλυτα τειν ἡμῖν ἐγκαλεῖτε καὶ ἄλλων κατηγορεῖν ἐθέλοντες τόπον κατηγορίας ἑτέροις καθ’ ὑμῶν δίδοτε; ἢ ἔχετε λέγειν ὡς εἰσί τινες ἀνθρώπων παρ’ οἷς ταῦτα φυλάτ- τεται, ἢ εἰ μὴ παρ’ οὐδέσιν ἄλλοις, παρ’ ὑμῖν γοῦν τοῖς Κορινθίοις; καὶ εἶρξέ ποτέ τις ὑμᾶς ἣ νόμος ἢ [*](3 αὐτοῖς scripsi e VL ut coni Schru ἂν τοῖς Schm 4 δὲ πᾶν scripsi e V δέ L Schm 9 νενομοθέτηκε scripsi νενομοθετήκει LV Schm 10 μάχης in marg ὒ 13 δεῖν scripsi δεῖ LV Schm 15 οὐδὲ scripsi e LV ἢ Schm 20 ἄγνοιαν scripsi e LV ἀγνοίας Schm 25 ἄλλοις inserui e LV om Schm | γοῦν scripsi e LV γε Schm 26 νόμος ἢ λόγος scripsi e V λόγος ἢ νόμος L Schm)
εἶεν. ἀλλ’ ὁ Ποτιδαιάτας ἀσεβῆ καὶ ἀνόσια εἰργασμένος τίς, ὦ πρὸς θεῶν; Ἀθηναίων μὲν οὐδείς, οὐ μὰ τοὺς θεούς. νομίμῳ γὰρ καὶ δικαίῳ πρὸς αὐτοὺς ἐκεχρήμεθα τῷ πολέμῳ, αὐτοὶ δὲ κατ’ ἀλλήλων μανέντες ὑφ’ ἑαυτῶν ἐξανήλωντο. καὶ καλήν γε, ὦ δίκη παραβαθεῖσα, τὴν ἐπίνοιαν κατ’ αὐτῶν ἐξεῦρες ἅμα μὲν ἐκείνων τὴν πονηρίαν καὶ ἀγνωμο- σύνην παύουσα, ἄμα δὲ καὶ τῶν μελλόντων μιμεῖσθαι τοὺς ἀλιτηρίους ἐκείνους προανακόπτουσα τὰς ὁρμάς. ὡς ἔδει γε τοιαύτην σε πᾶσιν ἀεὶ τοῖς πονηροῖς παρ- εστάναι καὶ ἀδικίας ἀνθρώπων μεθ’ ὁμοίας ἐξαίρειν τῆς ταχυτῆτος.
45. Πλὴν Ποτιδαιᾶται μέν, ὦ Λακεδαιμόνιοι, οὕτω μὲν ἡμῖν, οὕτω δὲ καὶ τοῖς πρὸ ἡμῶν ἀδικηθεῖ- σι θεοῖς τὴν ἀξίαν ἀπέδωκαν, Κορίνθιοι δὲ κατη- γοροῦσιν ἡμῶν ἀντὶ τούτων οὐ μᾶλλον ἐκείνων [*](18 Nicol. progynin. ed. Walz rhet. I 420, 29) [*](1 ἐνοῦσι scripsi e V ἐνοχλοῦσι L Schm 8 μὴ δ’ V φυλάττοντες V cf. p. 80, 13 11 εἰργασμένος scripsi e LV ἐργασάμενος Schm | θεῶν scripsi θεοῦ L V θεὸν Schm cf. ad p. 60, 1 12 θεούς scripsi lac. 5 litt L sed γρ νόμους in marg m 2 Schm λόγους V 20 ἀδικίας scripsi e LV ἀδικίαν Schm 21 τῆς inserui e LV om Schm)
46. Καὶ τὸ μὲν δὴ προβεβλημένον αὐτοῖς ἄλλον ἔχον ἀγῶνα εἰς τὴν καθ’ ἡμῶν, ὧς ὁρᾶτε, συμβολὴν ἀπεκρίθη, ἡμῖν δὲ πρὸς ταῦτα βραχὺς ἂν εἴη λόγος, ὅν δὴ αὐτίκα εἰπόντες καταβησόμεθα. τὸ μὲν δὴ μείζους ἐθέλειν ἑαυτῶν γίνεσθαι καὶ προκόπτειν ἀεὶ οὐκ ἀρνούμεθα, ἐπειδήπερ οὐ μόνοις τοῖς Ἀθηναίοις ἔργον ἐστὶ σπουδαζόμενον οὐδὲ μόνοις τοῖς Ἕλλησιν, ἀλλὰ καὶ τούτοις καὶ βαρβάροις καὶ πᾶσιν ὧς ἔπος εἰπεῖν ἀνθρώποις. φύσει γὰρ ἅπασι τὴν τοῦ πλείονος ἐπιθυμίαν ἴσμεν ἐντετηκέναι, κἂν εἴ τις αἱρῆται μετ- ιέναι καθ’ ἔνα τοὺς πάντας, οὐκ ἄν ποτε οὐδαμοῦ διαπίπτοντα τὸν λόγον εὑρήσει. καὶ οὐδαμῶς ἂν εἴη τοῦτό γε ἄπο τρόπου, εἰ κατὰ τὸ πεφυκὸς πᾶσιν ἀν- [*](8 Thuc. IV 86,3 26 Plat. rep. V p. 470B. Theaet. p. 143 C) [*](8 πατρωίων V 11 καταβαλεῖτε scripsi καταβάλετε LV Schm 15 συμβολὴν scripsi συμβουλὴν LV ἐπιβολὴν Schm) [*](17 καταβησόμεθα scripsi e LV ἀποβησόμεθα Schm 23 ἐπιθυμίας V)
ὅ δὲ ὅμως κἀν τῷ τοιούτῳ παρηλ- λαγμένον ἡμῖν καὶ οὐ ῥᾴδιον παρά τισιν ἄλλοις κατα- νοῆσαι, ὅτι τῶν μὲν ἄλλων ἀπάντων μηδεμίαν οἰκείων τε καὶ ἀλλοτρίων εἰδότων διαφορὰν κατὰ τοῦτο, ἀλλ’ ἐπ’ ἴσης τὴν ἑαυτῶν ἐπίδοσιν ἐξ ἁπάντων γίνεσθαι σπου- δαζόντων ἡμῖν οὐχ οὕτω πραγματεύεται τοῦτο. ἀλλὰ τὸ μὲν Ἑλληνικὸν ἅπαν γένος ἀγαπῶμεν καὶ στέργομεν καὶ βουλοίμεθ’ ἂν πᾶν ἀγαθὸν αὐτοῖς γενέσθαι καί γε ὅσον πλεῖστόν ἐστι πρὸς αὐτοὺς ἐπιεικείᾳ χρώμεθα καὶ ἰσονομίᾳ ὑπερορῶντες καὶ τοῦ συμφέροντος ἑαυτῶν, εἴπερ κοινῶς τοῦτο τοῖς πᾶσι μέλλει συνοίσειν· βαρβά- ρους δὲ μισοῦμεν ἀεὶ καὶ πολεμοῦμεν καὶ φιλονεικοῦμεν ἐκ τῶν ἰδίων ἐκείνοις πραγμάτων ὀνομαστότεροι ἑαυτῶν φανῆναι καὶ περιφανέστεροι.
κἂν ὅθεν ἡμᾶς τις ἐκ μικρῶν τὸ καταρχὰς μεγάλοι γεγόναμεν ἐξετάζῃ, οὐκ ἄλλοθεν ἢ ἐκ βαρβαρικῶν τροπαίων τοιοῦτ’ οὑς εὑρήσει γεγενημένους. πάμπρωτα μὲν γὰρ εὐθύς, ὅτε μετὰ τῶν ζώντων Θησεὺς ὁ ἡμέτερος ἦν, Ἀμαζόνας νενικήκαμεν, γυναῖκας μὲν ἂν ἴσως εἴποι τις, ἀλλὰ πολὺ τὴν ἀρρέ- νῶν παρελθούσας φύσιν, καὶ γέγονεν ἡμῖν ἐντεῦθεν οὐ μικρῷ τινι ἐπιδοῦναι. ἔπειτα διαβάντες εἰς τὴν Ἀσίαν Σάρδεις ἐπολιορκοῦμεν καὶ ὁ ἐκεῖθεν χρυσὸς μεγάλως τὰ τῶν Ἀθηναίων ἀνύψωσε πράγματα. τρίτον τοὐν Μαραθῶνι τρόπαιον ἱστῶμεν καὶ προέβημεν ὅσον πλεῖστον ἐνῆν. καὶ τέταρτον κάλλιστον ἐπὶ καλλίστοις τὸ ἐν Σαλαμῖνι καὶ Πλαταιᾶσι ναυμαχοῦντες καὶ πε- [*](2 ὅδε V 6 ἐπίσης V 7 οὕτως V 9 βουλοίμεθα V) [*](13 καὶ φιλονεικοῦμεν in marg L 2 15 ἡμᾶς τις ὅθεν coni Sckm 16 τὲ ante τὸ V ras 2 litt L | τοκαταρχὰς V 20 ἂν scripsi οὖν LV Schm 26 καλοῖς?)
ταῦθ’ ἡμᾶς ὕψωσεν, ὦ Λακεδαιμόνιοι, καὶ μεγάλους πεποίηκεν, οὐχ ἅπερ οὗτοί φασι, κατὰ τῆς Ἑλλάδος τυχεῖν ἀγωνισαμένους. ἠρξάμεθα γὰρ οὐδέ- ποτε πολέμου πρὸς Ἕλληνας, εἰ δ’ ἔτυχέ τις πρότερος ἡμᾶς ἀδικήσας, τόν τε πόλεμον παρεσκεύασεν ἀναγκαῖον καὶ ἡμᾶς ἠρέθισε κατ’ αὐτοῦ, ἐπειδήπερ ἐκ τοῦ ἴσου τρόπου φίλον ἡμῖν καὶ μετρίως ἔχειν, εἴ τις μὴ ἐ̓γνω- κεν ἡμᾶς ἀδικεῖν, καὶ πολεμίως, εἴ τις μὴ φυλάσσειν ἐθέλει τὰ δίκαια. τῶν δὲ νήσων καὶ τῶν πόλεων ἃς νῦν ἔχομεν ἀδίκως κατειλήφαμεν οὐδεμίαν. οὐ γὰρ παραβιασάμενοι οὐδὲ νόμῳ πολέμου κρατήσαντες κεκτή μεθα, ἀλλὰ τῶν ἐν αὐταῖς ἀρχόντων καὶ δήμων ἐφ’ ἑαυτοὺς κεκληκότων, τάχα ὅτι τὴν ὑπὲρ πάντων ἡμῶν ἠγάπησαν πρόνοιαν. οὕτως ἡμεῖς κἀκ τοιούτων ἑαυτῶν μείζους ἐγενόμεθα, οὐχ ὅν τρόπον οὗτοί φασιν οὐδ’ ὅθεν φασίν, ἀλλ’ ὅθεν καὶ ὑμεῖς μάρτυρές ἐστε.
50. Μὴ τοίνυν, ὦ ἄνδρες Λακεδαιμόνιοι, ἐθελήσητε τοῖς τούτων πεισθέντες λόγοις ἐξαφθῆναι αὐτίκα καὶ πρὸς πόλεμον ἀπιδεῖν οὕτω μὲν ἀπρεπῆ, οὕτω δὲ καὶ ὀλέθριον. καὶ γὰρ ἀπαντήσει, εἰ συμβήσεται, ἀλλὰ μὴ συμβαίη ποτέ, ὥσπερ ἡμῖν καὶ ὑμῖν οὐκ ἀκίνδυνα, καὶ πράξομεν ἀμφότεροι αἰσχρῶς καὶ παντάπασιν ἀναξίως [*](10 παρεσκεύασεν ἀναγκαῖον scripsi e LV παρεσκεύασεν, ἀναγκαῖον Schm 14 δὲ scripsi τε LV Schm 17 αὐταῖς scripsi e LV αὐτοῖς Schm 20 ἐγενόμεθα scripsi γινόμεθα LV Schm 21 οὐδ’ ὅθεν φασίν inserui e L om V Schm)
ἀλλ’ ὑμεῖς γε, ἢν σωφρονῆτε, ἀναμνησθήσεσθε ὧς νῦν πρώτως τῶν κινδύνων ἀνα- φέρειν ἤρξατο ἡ Ἑλλὰς καὶ οὐ καλὸν πρὶν ἢ σαφῶς ἀνενεγκεῖν εἰς δευτέρους μείζονας περιβάλλειν, ἀνα- μνησθήσεσθε δὲ ὅτι καὶ τὰς σπονδὰς ἐπὶ πεντήκοντα ὅλους ἐνιαυτοὺς πεποιήμεθα, ἐφ’ ᾧ καὶ πεντηκοντού- τεις αὐτὰς ὠνομάκαμεν, καὶ οὐδαμῶς εὐσεβὲς πρὶν ἤ τὰ ἡμίση τῶν ὡρισμένων ἐτῶν καταλαβεῖν συγχέειν ταύτας πειρᾶσθαι. ἀλλὰ Κορινθίους καὶ τοὺς ἄλλους οἱ ταράσσουσι τὴν Ἑλλάδα ληρεῖν ἐάσατε ὡς ἔργον πληροῦντας βασκάνων δαιμόνων, ἐκείνων γὰρ ἴδιον τοῖς τῶν ἀνθρώπων καλοῖς ἐπιφύεσθαι καὶ προφάσεις ἀναμοχλεύειν δι’ ὧν δυνήσονται εἴς τε τὸν κατ’ ἀλλή- λων πόλεμον ἐξοπλίσαι καὶ τὰ καλὰ περιτρέψαι, τὴν ἡσυχίαν δὲ ὧς μόνης ταύτης τὸ κοινὴ συμφέρον ἐχού- σης ἀγαπήσατε, ὧς ἂν μὴ μόνον ὁσίως καὶ εὐσεβῶς ἡμῖν ἔχῃ τὰ πρὸς θεούς, ἀλλὰ καὶ καλῶς γένοιτο πρᾶξαι καὶ Ἀθηναίοις καὶ Πελοποννησίοις καὶ πᾶσι τοῖς Ἕλλησι.
52. Καὶ ἡμεῖς μὲν οὖν, ὦ Λακεδαιμόνιοι, δοῦ- [*](12 Thuc. V 27, 1 18 Plat. leg. ΧΙ p. 937D 19 Luc. Char. § 4) [*](2 πάντων scripsi e V πάντες L Schm 12 ἐφῶ LV 16 ταράττουσι V 17 βασκαίνων V 19 κατ’ V sed τ᾿ in ras m2 23 θεόν V 24 πελοποννησίοις V sed οις corr m2)
53. Εἴρηται καὶ ἡμῖν, ὦ Λακεδαιμόνιοι, καὶ τὰ πρὸς Κορινθίους καὶ τὰ πρὸς ὑμᾶς. δοῖεν δὲ οἱ κρείτ- τους, ἃ κοινὴ τοῖς Ἕλλησι συμφέρει, ταῦθ’ ὑμῖν παρα- στῆναι ποιῆσαι.
[*](16 Xen. Hell. III 5,4)[*](6 ἔχει V 9 ἐπιτρέπῃ scripsi ἐπιτρέποι L V Schm 11 ἦ V 13 πολλὰ — 14 παραιτησάμενοι om V 14 σπονδαῖς scripsi e L σπουδαῖς Schm 18 καὶ om V 20 δοίη δὲ τὸ κρεῖττον V cf. p. 73, 24 21 συμφέροι V)