Paroemiae

Gregorius II

Gregorius II. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἡ κύων ἐν τῇ φάτνῃ: πρὸς τοὺς μήτε ἑαυτοῖς χρωμένους, μήτε ἄλλους ἐῶντας· παρόσον ἡ κύων κριθὴν οὐκ ἐσθίει μένουσα ἐν φάτνῃ, καὶ τὸν ἵππον οὐκ ἐᾷ.

Ἦσαν ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι.

Ἠλιθιώτερος Ἀδώνιδος τοῦ Πραξιτέλους: Ἄδωνις γάρ τις Πραξιτέλους ὑιὸς ἀποθανὼν καὶ ἐρωτηθεὶς πρὸς τῶν ἐν Αἵδου, τί κὰλλιστον ἄνω κατέλιπεν, ἀπεκρίνατο Ἥλιον, Σελήνην, σῦκα, μῆλα. ἔδοξε γοῦν ἠλίθιος ταῦτα ἐξισῶν Ἡλίῳ. Ἡρακλέους θυσία: ἐπί τῶν εἰκῆ ταῖς θυσίαις χρωμένων.

Ἡ ἀφύη τὸ πῦρ: ἐπὶ τῶν ταχέως λαμβανόντων τέλος· παρόσον ἡ ἀφύη ταχέως ἑψεῖται.

Θυμὸς ἔσχατον γηράσκει: λέγεται διὰ τοὺς πρεσβυτέρους· ὅσον γὰρ γηράσκουσι, τὸν θυμὸν ἐῤῥωμενέστερον ἔχουσι.

Θαλάττῃ ἐκ χαράδρας ὕδωρ: ἐπὶ τῶν τοῖς μεγάλοις τὰ μικρὰ προςφιλοτιμουμένων.

Θάσος ἀγαθῶν: ἐπὶ τῶν εὐδαίμονα καὶ λαμπρὸν ἀποδεῖξαί τινα ἐπαγγελλομένων.

Ἱερὰ ἄγκυρα: ἡ μεγάλη βοήθεια.

Ἰσότης φιλότης.

Ἴσος πόλεμον οὐ ποιεῖ.

Ἰλιὰς κακῶν.

Ἱππόλυτον μιμήσομαι: ἐπὶ τῶν σωφρόνως βιούντων.

Ἱππέας εἰς πεδίον προκαλεῖ: ὅπερ ἔστι τοὺς εὐδοκιμοῦντας εἰς ἅπερ εὐδοκιμοῦσιν ἔργα.

Κακοῦ κόρακος κακὸν ὠόν. Κόσμει Σπάρταν ἣν ἔλαχες: ὅτι δεῖ στέργειν τῇ δεδομένῃ τύχῃ καὶ ἀνέχεσθαι.

Καδμεία νίκη: ἡ ἐπὶ κακῷ τῶν νενικηκότων.

Κύκνειον ᾆσμα: ἐπὶ τῶν ἐγγὺς θανάτῳ ὄντων· οἱ γὰρ κύκνοι θνήσκοντες ᾄδουσιν.

Κορώνη τὸν σκορπίον: ἐπὶ τῶν βλαβεροῖς ἐπιχειρούντων.

Κιλίκιοι τράγοι: οἱ δασεῖς· ὅθεν καὶ τὰ ἐκ τριχῶν ἱμάτια κιλίκια λέγονται.

Κρητίζεεν: ἀντὶ τοῦ ψεύδεσθαι καὶ ἀπατᾶν. τοῖοῦτοι γὰρ οἱ Κρῆτες.

Καθώσπερ αἱ τίτθαι σιτίζεις κακῶς.