Paroemiae

Gregorius II

Gregorius II. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Εἴληφεν ἡ παγὶς τὸν μῦν: ἐπὶ τῶν ἀξίως ἁλισκομένων.

Ἐν τριόδῳ εἰμὶ λογισμῶν: ἐπὶ τῶν ἀπορούνταν.

Ἐν φρέατι κυσὶ μάχεσθαι.

Ἐκδεδαρμένον δέρεις: ἐπὶ τῶν μάτην πονούντων· βέλτιον δὲ ἐπὶ τῶν κακούντων τοὺς ἐν συμφοραῖς.

Ἔπειτα πλουτῶν οὐκέθ’ ἥδεται φακῆ. Πρὸ τοῦ δ’ ὑπὸ τῆς πενίας ἅπαντ’ ἐπήσθιεν.

Ἐν θέρει τὴν χλαῖναν κατατρίβεις: ἐπὶ τῶν μὴ καθ’ ὥραν τοῖς ἀναγκαίοις χρωμένων.

Ἔνθ’ οὔτε μίμνειν ἄνεμος οὔτ’ ἐκπλεῖν ἐᾷ: ἐπὶ τῶν δυςχρήστοις περιπεσόντων.

Ἐλέφας μυὸς οὐκ ἀλεγίζει.

Ἐκτὸς πηλοῦ πόδα ἔχεις: ἐπὶ τῶν ἔξω κινδύνων ὄντων.

Ἐκ τριχὸς κρέμαται: ἐπὶ τῶν κινδυνευόντων. ὅμοιον τῷ Ἐπὶ ξυροῦ.

Εὐγενὴς ἐκ βαλαντίου: ἐπὶ τῶν διὰ πλούτου τιμωμένων.

Ἔγχος ἐπὶ τῷ ἔγχει: γραῦν φασι τοῦτο εἰπεῖν καπήλῳ ἐνεχυράζουσαν ἔγχος.

Ἐλεύθεραι αἶγες ἀρότρου: ἐπὶ τῶν βάρους ἀπηλλαγμένων.

Εἰς κόλπον πτύεις: ἀντὶ τοῦ, οὐ μεγαλοῤῥημονεῖς.

Ἐν πίθῳ τὴν κεραμείαν: ἐπὶ τῶν μὴ κατὰ τρόπον τοῖς μαθήμασι προβαινόντων.

Ἐν σκότει ὀρχεῖσθαι: ἐπὶ τῶν ἀμαρτύρως μοχθούντων.

Ζωὸς γενήσῃ κρομμύου μοῖραν λαβών: ἐπὶ τῶν ἐκ μικρᾶς αἰτίας μεγάλην δόξαν καρπουμένων.

Ζῶμεν γὰρ οὐχ ὡς θέλομεν, ἀλλ’ ὡς δυνάμεθα.

Ζητῶν γὰρ ὄψον θοιμάτιον ἀπώλεσα: ἐπὶ τῶν ἀτυνεστάτων.

Ἧλος τὸν ἧλον, πάτταλος τὸν πάτταλον ἐξέκρουεν: ἐπὶ ἰωμένων δι’ ἁμαρτημάτων ἁμαρτήματα.