Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

775 καὶ σὺ οὖν βούλει με εὐεργετεῖν μὴ θέλοντα.

781 τοιαῦτα ἀντὶ χάριτος.

785 πάραυλον ἀντὶ ἐν ἀγροῖς.

πόλις δέ σοι κ. ἑ. καὶ ἴνα ἡ Θήβη ἀβλαβὴς ἔσται ἐκ ταύτης τῆς γῆς· ἄναιτος δὲ ἀντὶ ἀβλαβής, ἀναιτίατος.

787 οὐκ ἔστι σοι ταῦτʼ οὐ προβήσεταί σοι ὁ σκοπός.

791 ἆρα οὐ πλέον σοῦ τὰ ἀποβησόμενα ταῖς θή- βαις οἶδα;

792 ἐκ σαφεστέρων κλύω ἀντὶ καὶ σαφέστερον οἶδα.

[*](10 ευλογοφανέσι L. — 11 πείρᾶι in textu L. — 12 Δίδυ- μος] fr. 3; περισπωμένως ἀναγνωστέον πειρᾷ, οὐ βαρυτόνως πείρᾳ M. Schmidt. — 22 ἄναιτος] sic etiam in textu)
438

793 καὐτοῦ Ζηνὸς δοκεῖ γὰρ ὁ Ἀπόλλων παρὰ Διὸς λαμβάνειν τοὺς χρησμοὺς ὡς καὶ ἐν Ἰφικλείᾳ φησὶ καὶ Ἀἰσχύλος ἐν Ἱερείαις

  • στέλλειν ὅπως τάχιστα· ταῦτα γὰρ πατὴρ
  • Ζεὺς ἐγκαθίει Λοξίᾳ θεσπίσματα
  • καὶ Ἀριστοφάνης Ἥρωσιν.

    794 ὑπόβλητον: οὐκ ἀληθὲς ἀλλὰ πεπλασμένον· ἀπὸ τῶν ὑποβαλλομένων εἰς τὰ γένη τοὺς παῖδας.

    795 στόμωσιν ἀντὶ τοῦ δείνωσιν καὶ πανουργίαν.

    [*](Fol. 106 b)

    800 ἀντὶ τοῦ ἐν τῷ μὴ πείθεσθαί σε μᾶλλον σὺ δυστυχεῖς ἥπερ ἐγώ.

    803 πείθειν πείθειν με εἰς τὸ ἀκολουθῆσαί σοι.

    τούσδε τοὺς ἀπὸ τοῦ χοροῦ.

    805 λῦμα: κάθαρμα ὅ ἐστιν ἀπαίδευτος μέχρι γήρως μενεῖς;

    807 βουλόμενος ἐκ παντὸς δοκεῖν δίκαια λέγειν.

    808 ἄλλο ἐστὶ τὸ φλυαρεῖν καὶ ἄλλο τὸ ἀναγκαῖα λέγειν.

    809 ταῦτα δʼ καὶ ταῦτα.

    810 τοῖς κατὰ σὲ οὐ δοκῶ καίρια λέγειν. ἴσος οἷος.

    811 καὶ πρὸ τῶνδε καὶ πρὸ τοῦ χοροῦ.

    813 μαρτύρομαι μάρτυρας καλῶ.

    814 ἤν σ᾿  ἕλω ἐάν σε ἕλω, δικαίως σε δῆλον ὅτι τιμωρήσομαι· μαρτύρομαι γὰρ τούσδε οἷα ἀνταμείβῃ με ῥήματα.

    [*](2 Ἰφικλείᾳ] fr. 292; Ἰφιγενείᾳ Guil. Schneiderus, Ὀικλεῖ Dind. — 4| fr. 81. — 5 ἐγκαθίει L, corr. Macrob. Sat. 5, 22 13 unde etiam θεσπίσματα accessit. — 6 Ἀριστοφάνης] fr. XIX (Mein. II p. 1074 ═ Dind poet scen. fr. 299). — 16 βουλό- μενον? — 25 μαρτύρομαι addidi.)
    439

    815 τῶνδε τῶν ἀπὸ τοῦ χοροῦ.

    βίᾳ] βιαζόμενος τοὺς ἐμοὺς συμμάχους καὶ φύλακας.