Scholia in Sophoclem (scholia vetera)
Scholia in Sophoclem
Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888
31 χὤτι σοι λέγειν; καὶ ὅπερ σοι λέγειν εὔκαιρον νομίζεις λέγε· ἀκούσεται γάρ.
33 ὑπέρ τ᾿ ἐμοῦ τουτέστιν ὑπὲρ ἀμφοῖν ὁρώσης.
34 οὕνεχ᾿ ἡμῖν αἴσιος: ὅτι αἴσιος ἡμῖν σκοπὸς ἀφῖξαι ὥστε φράσαι περὶ ὧν ἀγνοοῦμεν· ἢ ὥστε φράσαι ἡμῖν ἅ σοι λέξομεν.
35 προσήκεις ἦλθες.
[*](1 μακροτάτην L, corr. Lasc. — 6 χρεῖα L, corr. Lasc. — 16 μὴ delevit Elmsl.; προελθοῦσαν Lasc., μετελθοῦσαν Langius. — 25 οὕνεκ’ (ut in textu) L, corr. Lasc.)τῶν ἀντὶ τούτων.
δηλοῦμεν λέξομεν.
36 πρὶν νῦν τὰ πλείονα ἀπόστηθι πρῶτον τῶν ἀβάτων καὶ τότε ἐράώτα.
37 οὐχ ἁγνόν: οἷον σοὶ οὐχ ἁγνὸν εἰ μὴ μόνοις ἱερεῦσιν· ἢ οἷον οὐκ ἀνειμένον καὶ βατόν.
38 τοῦ τίνος;
39 ἄθικτος οὐδʼ οἰκητός: Φύλαρχός φησι δύο αὐτὰς εἶναι τά τε Ἀθήνῃσιν ἀγάλματα δύο, Πολέμων δὲ τρεῖς αὐτάς φησιν.
42 τὰς πάνθʼ ὁρώσας Εὐμενίδας: Ἐπιμενίδης Κρόνου φησὶ τὰς Εὐμενίδας
43 χ.
νιν ἀντὶ αὐτὰς διὸ τὸ χ.
ἄλλα δʼ ἀλλαχοῦ καλά: παρʼ ὅσον ἄλλοι ἄλλοις ὀνόμασι καλοῦσιν αὐτάς. ἄλλα ὀνόματα παρʼ ἄλλοις καλὰ νομίζονται, παρʼ ἡμῖν δὲ ταῦτα, τὸ ὀνομάζειν αὐτὰς Εὐμενίδας.
[*](Fol. 97b)44 ἀλλʼ ἵλεως μέν: ἵλεῴ μοι αἱ Εὐμενίδες· ἐγὼ γὰρ οὐκ ἀναστήσομαι ἐντεῦθεν.
46 τί δʼ ἐστὶ τοῦτο; ἀντὶ διὰ τί οὐκ ἀνίστασαι; ξυμφορᾶς ξύνθημα. σύμβολόν μοι τῆς συμφορᾶς τὸ καταντῆσαί με εἰς Ἐρινύων ἱερόν.