Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

230 ἀπάτα δʼ ἀπάταις: ἡ δὲ ἀπάτη, φησί, παραβαλλομένη ἑτέραις ἀπάταις τῷ προαπατήσαντι πόνον ἔχειν ἀντιδίδωσι καὶ οὐ χάριν· καὶ αὐτοὶ οὖν νομίζουσι προσδεδέχθαι αὐτὸν καὶ ἐπηγγέλθαι τὴν ἀσφάλειαν αὐτῷ ἀπατώμενοι καὶ οὐ πρότερον ἐπεγνωκότες ὅτι οἰκείοις ἐνέχεται μιάσμασι· περὶ τὴν αὐτὴν ὑπόθεσιν καὶ τὸ

  • ἡ γλῶσσʼ ὀμώμοχ᾿ , ἡ δὲ φρὴν ἀνώμοτος·
  • καὶ ἐκεῖνος γὰρ ἀπατηθεὶς ὤμοσεν.

    231 παραβαλλομένα ἀντισουμένη.

    232 ἀντιδίδωσιν τῷ ἀπατήσαντι ἐξ ἀρχῆς.

    234 ἄφορμος ἀφορμηθείς.

    237 ὦ ξένοι | αἰδόφρονες: τὸ τῆς Ἀντιγόνης πρόσωπον ὅλον καὶ τοῦ χοροῦ τὸ τετράστιχον ἀθετοῦνται· κρεῖττον γάρ φασιν εὐθέως τῷ δικαιολογικῷ χρήσασθαι τὸν Οἰδίπουν πρὸς αὐτούς· ἀλλὰ τὰ πράγματα αὐτοῖς οὐκ ἐν καιρῷ ἐστιν ἀλλʼ ἐν δυσπραγίᾳ ὥστε ἐπαφρόδιτον εἶναι αὐτοῖς τὴν ἐλεεινολογίαν καὶ τοῦτο τὸ πρόσωπον ἡ Ἀντιγόνη πληροῖ· ἐπεὶ μέντοι οὐ πείθονται τότε δικαιολογικώτερον καὶ ὥσπερ ἀπολογούμενος [*](7 προπάθῆ L), corr. Lasc. — 16 Eurip. Hipp. v. 612. ὀμώ- μοκεν L. — 21 excidit obelus. — 23 φασιν] φησιν L, corr. Lasc.)

    413
    ἐκφέρει τὰ ἑξῆς ὁ Οἰδίπους, ὅτι ἀκούσιά ἐστιν αὐτῷ τὰ ἁμαρτήματα· καὶ εἰ ταῦτα τῆς ὁμοίας ἔχεται δυνάμεως τοῦ ποιητοῦ καὶ καθόλου θαυμαστή τίς ἐστιν ἡ οἰκονομία τοῦ δράματος· οὐδὲν δὲ ἐν τοῖς Διδύμου τούτων ὀβελισθὲν εὕρομεν.

    ἀλλʼ ἐπεὶ ἐπειδή· ἔστι γὰρ ὁ ἀλλὰ ἀντὶ τοῦ δέ, δὲ δὲ ἀντὶ τοῦ δή. πλεονάζει ὁ ἀλλά.

    238 γεραὸν ἀλαόν.

    ἐκ τοῦ ἐπιθέτου νεύει εἰς τὴν τοῦ πατρὸς ἀπολογίαν.

    240 ἀκόντων τῶν ἀκουσίων ἢ τῶν ἀπαρεσκόντων ὑμῖν.

    243 οὐ καλοῖς προσορωμένα. οὐ καλοῖς ὄμμασιν ὁρῶσα τὸ σὸν ὄμμα· ὀφθαλμοὶ γὰρ ὀφθαλμοὺς αἰδεῖσθαι ποιοῦσιν.

    προσορωμένα ἀντὶ ὁρῶσα τούτους ὧν καὶ δέομαι.

    245 ὡς τῆς ἀφʼ αἵματος: ὡς ἂν τῆς κοινῆς ἀνθρωπότητος ἔχουσα τὸ συγγενές· ἢ τοιαύτας ἱκετείας ποιοῦμαι οἵας ἄν τις προσαγάγοι τοῖς συγγενέσιν.

    246 τὸ ἑξῆς, ἄντομαι τὸν ἄθλιον αἰδοῦς κῦρσαι.

    250 ἐκ σέθεν ἄντομαι: λείπει ἐκείνου ἵνʼ ᾖ ὑπὲρ ἐκείνου σε ἄντομαι ὃ ἐκ σέθεν τίμιόν ἐστί σοι· ἀντὶ ὃ ἐκ σῆς προαιρέσεως τίμιόν σοί ἐστιν.

    252 οὐ γὰρ ἴδοις ἀναθρῶν: τὸ ἑξῆς, οὐ γὰρ [*](1 τὰ ἑξῆς] v. 258 sqq. — 2 καὶ εἰ] corruptum; an καίτοι? — 3 καὶ καθόλου] καὶ omitt. Lasc. — 4 Διδύμου] fr 2; ,,videtur Pii esse adnotatio Didymi verbis, in quantum potuit, servatis“ M. Schm. — 5 ὀβελισθέντων L, corr. Lasc. — 7 δὴ] δῆι L. — 13 οὐ καλοῖς] in textu ,,οὐκα . . λοῖς, α in litura trium literarum posito et λοῖς a m. rec. inserto“ Dind. — 18 ἔχουσα] ἐχούσης L, corr. Herm. — 20 κύρσαι (ut in textu) L, corr. Herm. — 24 ἀναθρῶν etiam in textu L. τὸ ἑξῆς] οὕτως addit l.)

    414
    ἴδοις ἀναθρῶν βροτῶν ὅστις ἂν ἐκφυγεῖν δύναιτο εἰ θεὸς ἄγοι.

    256 οὐ σθένοιμεν ἂν φωνεῖν: ἀλλʼ ἐμμένομεν τοῖς λεχθεῖσιν, λέγομεν δὲ τὸ ἀναστῆναι τοῦτον τοῦ ἱεροῦ καὶ μὴ μολύνειν αὐτό.

    258 τί δῆτα δόξης. ὡς μάτην τῆς περὶ τῶν Ἀθηνῶν κατεχούσης δόξης ὅτι ἄρα φιλοικτίρμων τις εἴη καὶ ἱκεταδόκος· καὶ ὁ Κυρηναῖος

  • οὕνεκεν οἰκτείρειν οἶδε μόνη πολίων
  • ἐν τῷ τέλει τοῦ βʹ τῶν Αἰτίων.

    [*](Fol. 100a)

    260 ἐπεὶ καὶ Ἐλέου βωμὸς ἐν Ἀθήναις ἵδρυται.

    263 κἄμοιγε ποῦ ταῦτʼ ἐστίν: καί μοι ποῦ ταῦτά ἐστι, τὰ λεγόμενα περὶ Ἀθηνῶν;

    264 ἐκ τῶνδε ἀφʼ ὧν αὐτὸν ἐξανέστησαν.

    λαύνετε παρʼ ὑμῶν δῆλον ὅτι τῶν Ἀθηναίων.

    266 ἀπὸ κοινοῦ τὸ δείσαντες.

    267 πεπονθότʼ ἐστὶ μᾶλλον; μᾶλλον ἔπαθον ἥπερ ἐποίησα· οὐκοῦν καὶ συγγνώμης ἄξιός εἰμι.

    τὸ ἑξῆς, ἢ δεδρακότα, τοῦτʼ ἐγὼ καλῶς ἔξοιδα.

    268 μητρὸς ἔργα δῆλον ὅτι.