Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1685 πῶς γὰρ ἢ τινʼ ἀπίαν γᾶν: ποῦ γῆς πλανηθεῖσαι τροφῆς τύχοιμεν; ἀπίαν δὲ γᾶν τὴν μακρὰν καὶ ἄπωθεν οὖσαν.

1687 δύσοιστον: τὴν δυσπόριστον ἵνʼ ᾖ τοῦ πάθους ἐπίτασις ὅτι εἰ καὶ τροφῆς εὐπορήσαιμεν ἀηδῶς προσοισόμεθα τοῦ πατρὸς ἐστερημέναι.

[*](Fol. 117 a)

1692 δίδυμα τέκνων: ταῦτα ὁ χορὸς παρηγορῶν ἐμμένειν τοῖς ἐγνωσμένοις παρὰ θεῶν· φέρε οὖν τὸ ἐκ θεῶν εἱμαρμένον καλῶς.

1695 μήδʼ ἄγαν οὕτω φλέγεσθον:ἀντὶ τοῦ μὴ ἄκρως φλέγεσθε τὸ ἐκ θεοῦ πεμφθὲν δυσανασχέτως φέρουσαι.

1696 οὔ τοι καταμέμπτως ἔβη: οὐκ ἐν τοιούτοις ἔσται ὥστε καταμέμφεσθαι ἤτοι ὡς ἂν ἐπικουφίζοντος αὐταῖς τὴν συμφορὰν τοῦ βασιλέως· ἢ οἷον οὐκ ἐν χείρονι νῦν ὑμῖν ἔσται τὰ πράγματα.

1697 πόθος καὶ κακῶν: οἱ μὲν περὶ τὸν χορὸν παραμυθεῖσθαι πειρῶνται αὐτὰς αἱ δὲ οὐδὲν ἧττον ἐπὶ τὰ ἑαυτῶν χωροῦσι καὶ ὀλοφύρονται καί φασιν, ἦν ἄρα τις καὶ κακῶν πόθος ὡς ἡμεῖς ἐν κακοῖς ὄντος τοῦ πατρὸς καὶ μὴ ὁρῶντος ἐστέργομεν αὐτὸν καὶ νῦν [*](2 ἄνω] v. 1677. — 3 ᾧ] ὣ L, corr. Lasc. — 10 ἄποθεν L, corr. Br. — 12 εἰ καὶ add. Br. — 17 φλέγεσθον] φλέγεσθαι 1. — 19 κατάμεμπτος L, correxi. ἔβη]  ἔβη, τον deleto L. — 20 ἐπικουφίζοντες L, corr. Lasc. — 27 στέργομεν L.)

467
μὴ παρόντα ποθοῦμεν ὡς ὅτε ἐν χεροῖν κατεῖχον τὸν Οἰδίποδα περιέστελλον καὶ ἐθεράπευον.

1698 καὶ γὰρ ὃ μηδαμῇ: καὶ γὰρ δυστυχοῦντα τὸν πατέρα ἐποθοῦμεν θεραπεύειν καὶ νῦν μὴ παρόντα ποθοῦμεν.

1702 ἀφίλητος λείπει τὸ ἦς.

1703 καὶ τάδε μὴ κυρήσῃς καὶ τανῦν μὴ γένοιό μοι ἄφιλος.

1705 ἇς ἔχρῃζε κ. ἑ. ἐφʼ ἧς ἤθελε ξένης γῆς ἀπέθανεν.

1711 τὸ σὸν τουτέστι τὸ παρὰ σὲ ἄχος τηλικοῦτόν ἐστιν.

1713 τὸ ἑξῆς. μὴ ἔχρῃζες ἀντὶ τοῦ μὴ ὤφελες. ἀλλʼ ἔρημος ἔρημος δέ.

μεμονωμένος τῶν συγγενῶν.

1720 ἀλλʼ ἐπεὶ ὀλβίως γ᾿  ἔλυσεν: ἐπεὶ ὁ Οἰδίπους εὐδαιμόνως ἀπέθανεν μὴ λίαν θρηνεῖτε.

1723 δυσάλωτος οὐδεὶς δύσληπτος ἀλλʼ εὐάλωτος.

1725 ὡς τί ῥέξωμεν;: κατὰ κῶλον ἀλλήλαις διαλέγονται πάνυ παθητικῶς· καὶ μή τινι ἀπίθανον δόξῃ καὶ ἀνοικονόμητον καὶ τὸ ἐπιθυμεῖν τὴν Ἀντιγόνην ὀπίσω ἀπιέναι ἐπὶ τὸν τοῦ πατρὸς τάφον μὴ ἐπισταμένην τὰ κατʼ αὐτὸν ὅπως ἀπέθανεν ἀλλὰ τὸ ἦθός ἐστι τὸ παθητικὸν καὶ μάλιστα πράττουσιν αἱ γυναῖκες ἐν τοῖς τοιούτοις συμπτώμασιν ἀεὶ ἐπιφοιτᾶν θέλουσαι τοῖς τῶν θανόντων τάφοις.

[*](3 ὁ μηδαμῆ (ut in textu) L, corr Lasc. — 8 ἄφιλος] φίλ L. — 21 καὶ τὸ] καὶ omitt. Br.; an τὸ καί — 24 τὸ παθητικὸν] τὸ delet Wunderus coll. schol. Electr. v. 660 καὶ 〈ὃ〉 μάλιστα Lasc.)
468

1729 τὸ ἡξῆς, οὐχ ὁρᾷς καὶ τόδε ὡς ἄταφος ἔπιτνε δίχα τε παντός; τὰ δὲ ἄλλα διὰ μέσου κατʼ ἀκόλουθον τῆς Ἀντιγόνης.

[*](Fol. 117b)

1740 χ.

σφῷν κακῶς ἡ ἀντωνυμία διὸ τὸ χ.  

1751 τῇ μὲν ἑρμηνείᾳ ἐπιστῆσαι ἄξιον τὸ δὲ τῆς διανοίας σαφές· φησὶ γὰρ ὁ χορός, μὴ θρηνεῖτε, ὦ παῖδες· νέμεσις γάρ ἐστι τοῦτον θρηνεῖν τὰ τῆς τελευτῆς κατὰ χάριν ἀπέβη· οὐ χρὴ οὖν τούτους πενθεῖν οἷς κεχαρισμένον ἐστὶ τὸ ἀποθανεῖν.

1760 παραφύλαξον τὴν τέχνην πῶς καὶ αἱ νέαι μὲν ἄπειροι τῶν κατὰ τὴν ὑπόθεσιν λοιπὸν δὲ ἔνια παρὰ τοῦ Θησέως μανθάνομεν τίνα ἦν ἔνια τῶν εἰρημένων αὐτῷ ὑπὸ τοῦ Οἰδίποδος. τὰ τελευταῖα καὶ δυστραπελώτερα καὶ οὐ ῥᾳδίως ἐστὶν αὐτῶν κατακρατῆσαι ἐν τῇ ἐξηγήσει· πεποίηται γὰρ ταῦτα εἰς τὸ ἀσαφέστερον.

1768 εἰ ἀρέσκει τούτῳ ταῦτα, τὸ μὴ λεχθῆναι ἡμῖν, καὶ ἡμῖν ἀρκεῖ τὸ μὴ ἀκοῦσαι.