Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1354 τὰ πάντʼ ἰδόντες τὰ περὶ ἐμὲ πάθη εἰδότες ἐνιαυτοί, τοῦ αἰῶνος χρόνοι.

1355 ἐξανασχήσεσθε ἀνέξεσθε.

1357 τῷ πανώλει τῷ ἀξίῳ ἀπολωλέναι.

1358 οὐ λυπεῖ με τὰ φθάσαντα ἀλλὰ διὰ τὰ μέλλοντα δυσφορῶ· οἱ γὰρ ἔχοντες φαύλην τὴν γνώμην ἀκόλουθα τῷ λογισμῷ διαπράττονται.

1362 σοῦ δʼ ἔγωγε θαυμάσας ἔχω θαυμάζω σου καὶ καταγινώδκω δου.

1371 πατρὸς τοῦ Ποίαντος.

1374 θεοῖς τε πιστεύσαντα διὰ τὴν Ἑλένου μαντείαν.

1377 τῷδε δυστήνῳ ποδὶ χωλὸς ἄν.

1378 ἔμπυον δίυγρον διὰ τὸ ἕλκος, πύου πεπληρωμένην ὅ ἐστι σήψεως· ὁ δὲ νοῦς, ἀλλʼ οὐ πρὸς ἐκείνους ἄπει ἀλλὰ πρὸς τοὺς θεραπεύσοντάς σε.

1385 σοί που φίλος γʼ ὤν ὑπὲρ τοῦ σοὶ συμφέροντος.

1387 μάνθανε, φησί, μὴ ἐν τοῖς κακοῖς ἐπαίρεσθαι.· κακοῖς λείπει ἡ ἐπί.

1389 μανθάνειν ἐννοεῖν.