Scholia in Sophoclem (scholia vetera)
Scholia in Sophoclem
Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888
1322 εὐνοίᾳ σοί.
1325 γράφου φρενῶν ἔσω παρὰ τὸ Ὁμηρικὸν
1326 σύ, Φιλοκτῆτα, νοσεῖς ἐκ θείας προνοίας πλησίον ἀπελθὼν τοῦ ὄφεως τοῦ φυλάττοντος τὸ ἱερὸν τῆς Ἀθηνᾶς καὶ οὐκ ἔστιν ἴασις εἰ μὴ ἐκ τῶν Ἀσκληπιαδῶν.
1327 πλησίον ἐλθὼν τοῦ ὄφεως τοῦ τῆς νήσου τῆς Χρύσης φύλακος.
ἀκαλυφῆ ἀστέγαστον.
1329 παῦλαν ἀνάπαυσιν, θεραπείαν.
1331 ταύτῃ μὲν ἀνατέλλῃ ταύτῃ δὲ δύνῃ ὅ ἐστι διὰ παντός.
1334 μαλαχθῇς παύσῃ.
[*](1 τοσοῦτος L, corr. l. — 10 ἐκ θεῶν 1 — 16 Il. α 297, al. — 17 σὺ γὰρ Φιλοκτῆτα l. — 19 ἔστιν 〈σοι〉 Br. ἔσται? — 22 χρυσῆς (ut in textu) L, corr. G.)1336 ὡς ἀντὶ ὅπως.
1343 συγχώρει θέλων σὺν ἡμῖν χώρει ἐθελοντής.
1344 καλὸν κτῆμα ὠφεληθῆναί σε κλέος κτώμενον ἐκ τῆς πορθήσεως τῆς Ἰλίου καὶ θεραπευόμενον.
ἡ πίκτησις ἡ κτῆσις τῆς δόξης.
1345 παιωνίας ἰασίμους, ὑγιαστικάς, θεραπευτικάς.
[*](Fol. 95 a)1353 τῷ προσήγορος; ἀντὶ τίς με προσαγορεύσει;