Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

931 ὑφ᾿ ἧπαρ καὶ φρένας περὶ τὸ ἧπαρ γὰρ φρένες εἰσὶ παχεῖαι· Ὅμηρος

  • ὅθι τε φρένες ἧπαρ ἔχουσιν.
  • 932 ἔγνω γὰρ κατὰ ποῖον τρόπον τοῦτο ἐποίησεν ἡ μήτηρ αὐτοῦ· συνεῖδεν ὡς ὀργισθεῖσα ἐπὶ τῷ ἡπα- [*](10 συνεκάθευδεν L, correxi. — 11 δ Ὕλλος] v. 901. — 12 ἐν- αλομένη? — 24 φλέβες et ταχεῖαι L, corr. Br. — 25 0d. ι 301. τε] τοι l.)

    333
    τῆσθαι παρὰ τοῦ Νέσσου τὸ ἔργον τοῦτο διεπράξατο.

    937 ἀμφί νιν περὶ αὐτήν, τὴν μητέρα.

    [*]( Fol. 75b)

    939 πλευρὰν παρεὶς ἔκειτο: παρείς, ἐκτείνας ἑαυτὸν ἢ προσκολλήσας ὠδύρετο ὅτι αὐτὴν ματαίως ᾐτιάσατο ὡς κακοήθως ἀποστείλασαν αὐτὴν τὸν χιτῶνα.

    943 ὥστʼ εἴ τις δύο ἢ καὶ πλέους: τῶν ἀνθρωπίνων ἀδήλων ὄντων ἀνόητοί εἰσιν οἱ λογιζόμενοι δύο ἢ καὶ πλείους ἡμέρας καὶ οὐ προσδοκῶντες καθʼ ἑκάστην ὥραν τὸν θάνατον· πολλάκις γὰρ λύπῃ τινὶ ἢ δυστυχίᾳ περιπεσόντες ἑαυτοὺς ὑπεξάγουσι τοῦ βίου παραχρῆμα καὶ οὐκ ἀναμένουσι τὴν ἐπιοῦσαν ἡμέραν ὡς καὶ Δηιάνειρα.

    947 πότερʼ ἂν πρότερα: ποῖα, φησί, στένω, τὰ κατὰ τὸν Ἡρακλέα ἢ τὰ κατὰ τὴν Δηιάνειραν;

    948 πότερα μέλεα περαιτέρω ποῖα χαλεπώτερα καὶ περαιτέρω δεινότητος;

    949 δύσκριτʼ δυσκατάληπτά ἐστιν ἰσομέγεθα ὄντα.

    950 τάδε μὲν ἔχομεν: τὰ μὲν κατὰ τὴν Δηιάνειραν αὐταῖς ὄψεσιν ἔξεστι θεωρεῖν ἐν τῷ οἴκῳ τὰ δὲ κατὰ τὸν Ἡρακλέα ἐκδεχόμεθα.

    952 κοινὰ δʼ ἔχειν τε καὶ μέλλειν κοινὰ δέ ἐστι τὰ ἀμφοτέρων κακὰ καὶ τὰ μὲν ἔχομεν τὰ δὲ μέλλομεν. ἴσον δέ ἐστι τὸ ἔχειν κακὰ καὶ τὸ προσδοκᾶν.

    953 εἴθ᾿ ἀνεμόεσσά τις; ἀνεμόεσσα αὔρα περι- φανὴς ἄνεμος, ἔπουρος οὔριος, ἑστιῶτις κατοικίδιος· ὁ δὲ νοῦς, εἴθε ὡς ἕστηκα πνεύσειεν ἄνεμος οὔριος [*](6 αὐτὴν inclusit Lasc. — 7 πλέους] πλείους in textu L. — 14 —18 unum scholion in L. — 18 ἰσομεγέθη Lasc. — 23 μέλλομεν] ἕξειν addit Lasc. — 25 οὖρα (ut in textu) L.)

    334
    ἐπὶ τῆς οἰκίας ἴνα με λαβὼν ταύτης ἀπαγάγοι τῆς ἑστίας καὶ ἀποχωρίσειεν ὅπως μὴ παραχρῆμα ἀποθάνω θεασαμένη τὸν Ηρακλέα κακῶς διακείμενον· τοῦτο δὲ λέγει ὡς μὴ καρτεροῦσα ἰδεῖν τὰς συμφοράς.

    954 ἑστιῶτις ἐπὶ τοῦ οἴκου τούτου.

    955 ἀποικίσειεν ἐκ τόπων ἀποχωρίσειεν ἐκ τούτων τῶν τόπων.

    957 ταρβαλέα μὴ ἐνεγκοῦσα τὴν θέαν.

    959 δυσαπαλλάκτοις: δυσιάτοις.

    960 χωρεῖν πρὸ δόμων λέγουσιν: λέγουσι τι παμμέγεθές τι κακὸν πλησίον που τῆς οἰκίας χωρεῖν δυσιάτους ὀδύνας ἡμῖν ἐφελκόμενον.

    961 ἄσπετον μέγα καὶ ἄπιστον.

    963 προὔκλαιον ὀξύφωνος: ἀντὶ τοῦ προκλαίουσιν· ὁ χορὸς αἰσθάνεται τοῦ ἔρακλέους πλησίον φερομένου καὶ πλῆθος θρηνούντων ἐπακολουθούντων αὐτῷ.

    964 ξένων γὰρ ἐξόμιλος. ἐκ τῆς βαδίσεως συνῆκεν τὸ φαινόμενον ἄθροισμα ξένων ἀνδρῶν εἶναι· οἷον βάδισις ξένων ἀνδρῶν ἐστι καὶ ἄλλου πλήθους συνέστηκεν.

    965 πᾷ δʼ αὖ φορεῖ νιν; ποῦ, φησί, καὶ φέρει αὐτὸν ὁ ὅμιλος; ὡς γὰρ ὑπὲρ φίλου κηδομένην ἄψοφον φέρει τὴν βάσιν.