Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

968 ἄναυδος μηδὲ φωνὴν προέσθαι δυνάμενος.

970 τί χρὴ θανόντα νιν: τί, φησί, δεῖ κρῖναι περὶ αὐτοῦ καὶ τί ἄν τις δοξάσειεν; πότερον τέθνηκεν ἤ ὕπνῳ βεβάπτισται;

971 Ὕλλος ἀπαντήσας τῷ πατρὶ θρηνεῖ.

973 τί δὲ μήσομαι; τί τεχνάσομαι ὅπως σωθείης;

[*](1 ἀπαγάγῃ L, corr. 1. — 2 ἀποχωρίζοι L, correxi. — 10 λέγουσι in lemm. L. τι inclusi.)
335

974 σίγα, τέκνον: γέρων τις ἀκολουθῶν τῷ Ἡρακλεῖ ἀπὸ Εὐβοίας πρὸς τὸν Ὕλλον φησί, μὴ ἀνεγείρῃς αὐτόν· τοῦτο γὰρ αἴτιον ὀδύνης τοῖς κάμνουσιυ.

975 ὠμόφρονος ἐκ τῶν ὀδυνῶν ἠγριωμένου.

976 ζῇ γὰρ προπετής. προπετὴς εἰς τὸν θάνατον προνενευκὼς ἢ παρειμένος· εἰς τὴν γῆν πεσὼν ἢ ἐπὶ πρόσωπον κοιμώμενος ἢ καὶ μόνον κείμενος.

980 φοιτάδα τὴν μανιώδη.

[*](Fol. 76a)

981 ἀλλʼ ἐπί μοι μελέῳ: ἀλλʼ ἐνθουσιᾷ μοι τῷ μελέῳ ἡ φρὴν διὰ τὸ ἄπλετον βάρος· ἐν ἐπιθυμίᾳ, φησίν, ἔχω τὸ βάρος καὶ σιωπᾶν οὐ δύναμαι.

983 Ζεῦ, ποῖ γᾶς ἥκω;: Ἡρακλῆς ὡς ἐξαναστὰς καὶ ἀγνοῶν ποῦ μετενήνεκται.

987 βρύκει ἐσθίει με ἡ νόσος καὶ ἀναλίσκει.

988 ἄρʼ ἐξῄδης: πρὸς τὸν Ὕλλον λέγει, ἄρα, φησίν, ὅσον ἦν κέρδος τὸ σιωπᾶν ἔγνως καὶ μὴ διασκεδάσαι τὸν ὕπνον;

991 οὐ γὰρ ἔχω πῶς ἄν: ἀδυνάτως ἔχω καρτερεῖν ἐπὶ τηλικούτῳ κακῷ.

993 Κηναία κρηπίς. κρηπὶς τὸ ἔδαφος, περιφραστικῶς δὲ ἀντὶ τοῦ Κήναιον· μέμφεται δὲ τῷ τόπῳ ὅτι οὐκ ἐπὶ αἰσίοις αὐτῷ γέγονεν τὰ ἐκεῖ θύματα· οἵαν οὖν, φησί, χάριν ἀπὸ τῶν θυμάτων διεπράξω.

997 οἴαν μʼ ἄρʼ ἔθου λώβαν: οἴαν μοι, φησί, προσετρίψω βλάβην, Ζεῦ, τὴν ταῖς μανίαις ἀκμάζουσαν· λέγει δὲ ταῦτα ἀφορῶν εἰς τὸ ἑαυτοῦ σῶμα.

999 ἀκήλητον ἀνίατον, ἀκαταπράυντον· ἀπὸ κοινοὔ δὲ τὸ ὤφελον.

[*](9 μοι τῷ] με τῷ L, corr. Br. — 15 ἄρα L, corr. Dind. — 25 lemma οἴαν ἀνθʼ οἴων θυμάτων, quod est in L, mutavi.)
335

1000 καταδερχθῆναι: θεωρῆσαι, ἰδεῖν τὴν ἀκμὴν τῆς μανίας.

1001 τίς γὰρ ἀοιδός: τίς, φησίν, ἐπῳδὸς ἢ ἰατρὸς διὰ χειρῶν τὴν τέχνην τῆς ἰατρικῆς ἐνδεικνύμενος θεραπεύσει τὸ πάθος μου εἰ μὴ ὁ Ζεὺς βούλοιτο;

1004 θαῦμ᾿ ἂν πόρρωθεν: ἥδιστα ἂν καὶ εἰ μακρόθεν μεταπέμψαιτό τις τὸν θεραπεύσοντα θεασαίμην μεταπεμψαμένων ὑμῶν.

1005 δύσμορον γράφε ὕστατον.

εὐνάσαι ἢ τὸ καθευδῆσοι ἢ τὸ ἀποθανεῖν.