Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

851 δολίαν δόλῳ γὰρ αὑτὴν καὶ λάθρᾳ ἀναιρήσει.

[*](Fol. 74b)

852 ἔρρωγεν παγά: ἀντὶ τοῦ πάρεστιν ἡμῖν δακρύειν ὡς ἀπὸ πηγῆς κρουνηδόν· ἐκτέταται γὰρ τὸ κακὸν καὶ πανταχοῦ διαβήσεται ἡ κατὰ τὸν Ἡρακλέα συμφορά.

853 ὦ πόποι: φεῦ, φεῦ, κακόν, φησί, γέγονε τῷ Ἡρακλεῖ οἷον οὐδὲ παρὰ τοῖς πολεμίοις ἀνοίκτιστον σιωπηθήσεται· τὸ γὰρ οὔπω ἀντὶ τοῦ οὐχί· ἢ οὕτως, οἷον κακόν, φησίν, οὐδέποτε ὑπὸ τῶν ἐχθρῶν συνέβη τῷ Ἡρακλεῖ τοῦτο ἀπὸ τῶν ἰδίων αὐτῷ γεγένηται.

855 ἀπέμολε πάθος: ἀντὶ τοῦ ἀπομόλοι οἷον οὐδέποτε ἀπὸ τῶν πολεμίων γένοιτο.

856 ἰὼ κελαινὰ λόγχα: κελαινὴν εἶπεν τὴν λόγχην διὰ τὸν ἐξ αὐτῆς ἀποτελούμενον θάνατον, μέλας δὲ ὁ [*](3 ὀλοὰ στένει] ὀλοῶς θύει 1; Homericum ἦ γὰρ ὅ γʼ ὀλοιῇσι φρεσὶ θύει Il. α 342 comparat Langius. — 5 δὲ add. Lasc. — 20 et 27 inverso ordine sed praefixis literis ά et βʹ habet L.)

329
θάνατος· δυσφορεῖ δὲ ἐπὶ τῷ αἰχμάλωτον εἰλῆφθαι τὴν Ἰόλην· διὰ γὰρ ταύτην ἡ συμφορά· λόγχα δὲ δορὸς περιφραστικῶς ἡ λόγχη, προμάχου δὲ τοῦ προβεβλημένου, τὸ δὲ λόγχα πρὸς τὸ αἰχμᾷ· ὁ δὲ λόγος, θανατοποιὲ λόγχη ἥτις τότε ἀνελοῦσα τὸν Εὔρυτον ἐνταῦθα τὴν Ἰόλην ἤγαγες ἐκ τῆς ὑψηλῆς Οἰχαλίας ὡς εἴθε μήποτε· τουτέστι φεῦ τῆς λόγχης ἐκείνης ἐν ἡ ἐπόρθησε τὴν Οἰχαλίαν ὁ Ἡρακλῆς ἴνα ἐνέγκῃ τὴν ὅλην· διὰ γὰρ ταύτην ἡ συμφορὰ ἐγένετο· τὸ δὲ ἄρθρον τῷ λόγχη συναπτέον, ἥτις λόγχη.

προμάχου δορός: τὸ προμάχου ἐπὶ τοῦ Ἡρακλέους ληπτέον οἷον τοῦ πρὸ πάντων μαχομένου· τὸ νύμφαν δὲ συναπτέον τῷ τάνδε.

857 θοὰν ἀντὶ τοῦ θοῶς· τινὲς δὲ τὴν ταχέως νυμφευθεῖσαν.

858 αἰπεινᾶς ἐν ὕψει κειμένης.

859 αἰχμᾷ νόμῳ πολέμου.

860 ἁ δʼ ἀμφίπολος Κύπρις. ὁ νοῦς, ἡ δὲ Κύπρις ἦν ἄρα φανερῶς ἡ πάντων τούτων ἐργάτις εἰς ἔρωτα Ἰόλης βαλοῦσα τὸν Ηρακλέα.

ἡ ὑπηρετησαμένη τῷ Ἡρακλεῖ πρὸς τὸν ἔρωτα.

861 πράκτωρ πρακτική.

862 πότερον ἐγὼ μάταιος: ὁ χορὸς τῆς τροφοῦ ἀκούων θρηνούσης ἐπὶ τῇ ἀναιρέσει τῆς Δηιανείρας φησὶ τοῦτο, ἆρα ἀναίσθητός εἰμι ἢ κατακούω θρήνου τινός;

866 οὐκ ἄσημον ἀλλὰ δυστυχῆ: οὐ μικρὸν ἀλλὰ μέγαν καὶ ἐξάκουστον· τοῦτο δὲ ὡς ᾐσθημένη μείζονος βοῆς.

[*](4 αἰχμᾷ] αἶμα L, corr. Br — 16 κειμένην L, corr. Lasc. — 25 ἢ add. 1. — 28 μέγα L, correxi.)
330

867 καί τι καινίζει στέγη ἔοικέ τι νεώτερον ἔχειν ὁ οἶκος.

868 ξύνες δέ: ἀντὶ τοῦ τῆσδε ἄκουσον· παρὰ τὸ ἔθος γὰρ κατεστυγνακυῖα πρόσεισιυ.

ἀλλήλαις παρακελεύονται αἱ ἀπὸ τοῦ χοροῦ.

872 τὸ πόμπιμον τὸ πεμφθέν, λέγει δὲ τὸν χιτῶνα.

874 βέβηκε Δηιάνειρα: βέβηκε, φησίν, ἡ Δηιάνειρα εἰς Μίδου οὐ τοῖς ποσὶ βεβηκυῖα· τὸ γὰρ σῶμα οὐκ ἄπεισιν εἰς Ἅιδου.

876 οὐ δήποθ᾿ ὡς θανοῦσα;: κατʼ ἐρώτησιν, οὐχὶ ὡς θανοῦσα βέβηκεν; θανοῦσα δὲ ἐπεὶ καὶ ζῶντά ἐστί που πορευθῆναι.

879 σχετλιώτατα: σχετλιώτατα ἦλθε πρὸς τὴν ἀναίρεσιν τουτέστιν ὡς ἄν τις ἰδὼν ἢ ἀκούσας σχετλιάσειενω τὴν πρᾶξιν.

εἰπὲ τῷ μόρῳ τίνι θανάτῳ συνέπεσεν ἀντὶ τίνι τρόπῳ ἐτελεύτησεν;

881 αὐτὴν διηίστωσεν αὐτὴ ἑαυτὴν ἀφανῆ ἀπὸ τοῦ βίου ἐποίησεν.

882 τίς θυμὸς ἢ τίνες νόσοι: τίνι θυμῷ χρησαμένη ἑαυτὴν ἀνεῖλεν ἢ τίς νόσος, φησίν, ἀνεῖλε τὴν Δηιάνειραν;

ἀντὶ τίνα θυμὸν εἶχεν τότε;

τίς θυμὸς συνεῖλεν;