Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

823 τᾶς παλαιφάτου προνοίας. γράφε παλαιφοίβου ἵν᾿ ᾖ τῆς πάλαι μαντευσαμένης· φοιβᾶσθαι γὰρ τὸ μαντεύεσθαι.

824 ὅ τʼ ἔλακεν: ὅπερ ἐφθέγξατο, ἐπειδὰν ἐνιαυτὸς παρέλθοι τότε διαδοχὴν γενέσθαι τῶν πόνων τῷ Ἡρακλεῖ τῷ Διὸς παιδί· ἀναδοχὰν δὲ ἀνάπαυσιν, ἀνακωχήν ἀναδοχήν.

τελεόμηνος; ὁ ἐνιαυτὸς ὁ τέλειον ἔχων τὸ δωδεκάμηνον· καὶ ἄροτος ὁ ἐνιαυτὸς ἀπὸ τοῦ ἅπαξ κατʼ ἐνιαυτὸν ἀροῦν.

827 αὐτόπαιδι γνησίῳ παιδί

828 καὶ τάδʼ ὀρθῶς: ταῦτα δέ, τὰ χρησθέντα, ἀσφαλῶς νῦν ἡμῖν ἀποβαίνει· τροπικῶς δὲ κατουρίζει ἅσπερ οὐρίῳ πνεύματι προσορμεῖ ἡμῖν κατʼ ὀρθὸν ἀνυόμενα.

κατουρίζει προσπνεῖ.

[*](3 ἡ add. Lasc. — 8 οἷον inclusi. — 9 τὸ addidi. — 19 ἀναδοχὴν inclusi. — 26 προσορμίξει L.)
326

829 πῶς γὰρ ἂν ὁ μὴ λεύσσων: πῶς γὰρ ὁ μηκέτι ὁρῶν τὸ φῶς παρὰ Εὐρυσθέως κελεύοιτο;

831 εἰ γάρ σφε Κενταύρου: εἰ γὰρ αὐτόν, τὸν Ἡρακλέα, τὸ αἷμα τὸ θανάσιμον τοῦ Κενταύρου περιέχει πλευρᾷ προστακέντος ἰοῦ πῶς ἂν ἕτερον ἥλιον ἢ τὰ νῦν ἴδοι;

φοινία νεφέλα τὸ αἷμα τὸ θανάσιμον.

832 χρίει δολοποιός: χρίει δὲ τὸ ἱμάτιον τῷ αἵματι ἡ ἀνάγκη τῆς Δηιανείρας ἡ μετὰ δόλου τεχνησαμένη· ἠνάγκασται γὰρ ὑπὸ ζήλου διʼ οὖ ἤρα τῷ δόλῳ τοῦτο τεχνήσασθαι.

834 ὃν τέκετο θάνατος: τοῦτον, τὸν ἰόν, ἐγέννησεν ὁ αἰόλος δράκων, μᾶλλον δὲ ὁ θάνατος.

δράκων ἡ ὕδρα.

835 ἀέλιον ἀντὶ τοῦ ἡμέραν.

838 προστετακὼς φάσματι: προσκεκολλημένος τῷ ἰῷ τῆς ὕδρας, τοῦτο δὲ καθ᾿ ἑαυτό· αἰτιατικὴν γὰρ ἐπιφέρει. ἄλλως: προσκεκολλημένος τῷ ἰῷ ἢ τῷ ὀλεθρίῳ παρὰ τὸ πεφονεῦσθαι· φάσματι τουτέστι τῷ ἱματίῳ τῷ κεχρισμένῳ τῷ φαρμάκῳ τῆς ὕδρας τουτέστι τῇ χολῇ.

μελαγχαίτα τʼ | ἄμμιγα: τοῦ δασυτρίχου· καὶ ἅμα τῷ φάσματι τῆς ὕδρας καὶ τὰ κέντρα τοῦ Νέσσου αἰκίζει αὐτόν· δῆλον δὲ ὅτι φοίνια τὰ κέντρα τοῦ Νέσσου λέγει δὲ τὸ αἷμα αὐτοῦ τὸ συμμεμιγμένον τῇ χολῇ τῆς ὕδρας.

[*](9 ἡ μετὰ] ἢ μετὰ L, corr. Lasc. — 11 τοῦτο] τ L, corr. Lasc. τεχνάσασθαι (v. schol. v. 973), corr. l. — 18 ἢ inclusi. — 19 παρὰ 〈τὸ πεφάσθαι〉 τὸ πεφονεῦσθαι Herm., πεφονεῦσθαι in φονεῦσαι mutat Wolf. p. 57. — 22 δασύτριχος l ut in schol. v. 13 (Phil. schol. v. 184) — 24 τὰ inclusi. — 25 Νέσσου] νόσου L, corr. l. δὲ incl. Br. τὸ add. Lasc.)
327

840 δολόμυθα: ὅτι τοῖς δολίοις τοῦ Νέσσου λόγοις ἀπατηθεῖσα τετόλμηκεν. ἄλλως: φοίνια δολόμυθα: τὰ δόλια φάρμακα· καὶ γὰρ ἕτερά τινα ἐκέλευσεν αὐτῇ συμμῖξαι τῷ αἵματι ὡς ὀπίσω εἶπεν.

ἐπιζέσαντα ἐπιχυθέντα, ἀνακαχλάσαντα ἐκ τῆς θέρμης τοῦ πυρός.

841 ὧν ἅδ’ ἁ τλάμων: ὧν τὴν βλάβην ὁρῶσα ἡ Δηιάνειρα τοῖς οἴκοις συμβᾶσαν αὐτὴν μὲν ἐξ ἀρχῆς οὐ συνεῖδεν ἐκ κατασκευῆς δὲ τοῦ Νέσσου καὶ τῆς τούτου φωνῆς γενομένην ὡς δῆθεν ἐπὶ τῷ διαλλάττειν αὐτῇ τὸν Ἡρακλέα λίαν ὀδύρεται καὶ στένει. ἄλλως; ὧν, τῶν νεωστὶ δρωμένων καὶ συμβάντων κακῶν, τὴν ἀμέλλητον βλάβην ὁρῶσα συμβᾶσαν τοῖς οἴκοις Δηιάνειρα τὰ κακὰ μὲν ἐξ ἀρχῆς αὐτὴ οὐ συνεῖδεν ἀπὸ γνώμης δὲ ἑτέρας τοῦ Νέσσου γενόμενα ὡς δῆθεν ἐπὶ τῷ διαλλάττειν τὸν Ἡρακλέα· ἄοκνον δὲ τὴν ὀξεῖαν καὶ ἀμέλλητον· ἢ πολύοκνον ὅ ἐστι πολύφοβον, κατʼ ἐπίτασιν δὲ τὸ α.

842 νέων ἀισσόντων νεωστὶ προσβαλλόντων.

843 οὔτι προσέβαλεν οὐκ ἔγνω, οὐ συνῆκεν.

844 τὰ δʼ ἀπʼ ἀλλοθρόου: ἀλλοφώνου, ὅτι ἀπὸ τῆς Νέσσου φωνῆς γέγονεν ἡ κατὰ Ἡρακλέα συμφορά· οἷον τῆς ἄλλα εἰπούσης καὶ οὐ τὰ ἀληθῆ· ἢ ἀλλοφώνου ὡς ἠλλαγμένην τοῦ Νέσσου φωνὴν ἔχοντος.

ἀπὸ τοῦ Νέσσου.

846 ὀλεθρίαις ξυναλλαγαῖς: ἢ ὀλεθρίαις καὶ ἐπιβλαβέσι φιλίαις ἢ ἐπεὶ ἀντὶ τοῦ ἰδίου θανάτου ὁ Νέσσος ἀντήλλαξεν αὐτῇ τὸ αἷμα· ἢ ὅτι ὁ μὲν Νέσσος [*](4 ὀπίσω ] v, 580. — 9 τοῦ Νέσσου] τῆς νέσου L, corr. l. — 10 et 16 ἐπὶ τὸ L, corr. Br. — 12 καὶ add. Wolf. p. 58. — 14 αὐτὴ] αὕτὴ L, corr. Br. — 27 ὁ add. Lasc.)

328
εἶπεν αὐτῇ πόθου καὶ διαλλαγῆς ἐργαστήριον εἶναι τὸ φάρμακον γέγονε δὲ ὄλεθρος Ἡρακλέους.

847 ἦ που ὀλοὰ στένει ὄντως δὴ ἡ ἀθλία καταστάζει καὶ καταβρέχει πολλῶν δακρύων ἀφρόν· ἐμφαντικὸν δὲ τὸ ἄχνα διὰ τὸ πλῆθος· χλωρὰν οὖν ἄχναν τὸν νεαρὸν ἀφρόν.

ὀλοὰ ἡ δυστυχὴς ἢ ἡ τοῦ ὀλέσθαι ἀξία.

848 ἀδινῶν ἀθρόων ἢ πολυθρηνήτων.

849 δακρύων ἄχναν περιφραστικῶς τὰ δάκρυα. ἄχναν τὸν ἀφρόν.

850 ἁ δʼ ἐρχομένα μοῖρα: ἡ προσδοκωμένη κακομοιρία τοῦ Ἡρακλέους ἐμφαίνει μεγάλην ἑτέραν ἄτην· προσδοκῶσι δὲ ὅτι ἀπολλυμένου Ἡρακλέους αὐτόχειρ ἑαυτῆς γενήσεται.