Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

663 μὴ περαιτέρω: ὑπὲρ τὴν συμφέρουσαν χρείαν καὶ πλείω τοῦ δέοντος.

668 οὐ δή τι τῶν σῶν Ἡρακλεῖ: τοῦτο κατʼ ἐρώτησιν, οὐχ ἕνεκα ὧν ἀπέσταλκας δώρων τῷ Ἡρακλεῖ ἀθυμεῖς;

669 μάλιστά γ᾿ ὥστε μή. ναί, φησί, περὶ τούτου φοβοῦμαι οὕτως ὥστε μηδέποτε παραινέσαι τινὶ ἀδήλου πράγματος προθυμίαν λαβεῖν ὅ ἐστιν ἀδήλῳ πράγματι ἐπιχειρεῖν.

671 εἰ διδακτὸν ἐξ ὅτου φοβῇ. εἰ μὴ ἀπόρρητον εἴη.

673 γυναῖκες, ὑμῖν θαῦμα: θαυμαστὸν καὶ οἷον οὐκ ἄν τις ἐλπίζοι παθεῖν· γράφεται δὲ καὶ μαθεῖν.

678 κατʼ ἄκρας σπιλάδος: σπιλὰς ἡ πέτρα· ὡς Fol. 72 b οὖν ἐπὶ λίθου θεμένη αὐτὸ τοῦτό φησι· κατατήκεται οὖν καὶ ῥεῖ καὶ διαλύεται ἀπὸ τοῦ λίθου διαρρέον.

ὡς δʼ εἰδῇς ἅπαν: ὅπως γνῷς ἀκριβῶς ὅλον τὸ πρᾶγμα εἰς μῆκος ἁπλώσω τὸν λόγον.

680 ἐγὼ γὰρ ὧν ὁ θήρ με: ὧν εἶπέν μοι ὁ Νέσσος ὅτε τὴν πλευρὰν ἤλγει τῷ βέλει τρωθείς· γλωχῖνι δὲ [*](1 τῷ add. Br. — 3 μετατεθεῖναι (μετατεθῆναι l) L, corr. Elmsl. — 5 ἔλθοις L, corr. Const. Matthiae quaest. p. 89. — 18 διδακτὸν] δι ex μη. — 27 τῷ βέλει] τῷ κέντρῳ l.)

318
ἀπὸ μέρους τῷ βέλει· γλωχὶν γὰρ ἡ ἀκὶς ὅ λέγει Ὅμηρος ὄγκον.

πονῶν ἀντὶ τοῦ ἀλγῶν.

682 παρῆκα λείπει ἄπρακτον.

ἀλλʼ ἐσῳζόμην: ἀντὶ τοῦ ἔσῳσα καὶ ἐφύλαξα· διεφύλαξα οὖν ὅσα μοι παρήγγειλεν ὡσανεὶ δέλτῳ χαλκῇ ἔχουσα ἐγκεχαραγμένα· δύσνιπτον δὲ ἀντὶ τοῦ δυσαπάλειπτον.

684 πρόρρητα. πρὸς ἐμὲ ὑπὸ Νέσσου προειρημένα· προμεμελετημένα μοι ἢ ἀπόρρητα.

686 ἄθικτον ἀπροσπέλαστον πυρὸς καὶ ἡλιακῆς ἀκτῖνος.

687 ἀρτίχριστον παραυτὰ χριόμενον.

688 νῦν δʼ ὅτ᾿ ἦν ἐργαστέον: νῦν δὲ ὅτε ἐπέστη ὁ καιρὸς τοῦ χρῖσαι ἔχρισα μαλλὸν ἐρίου.

690 κτησίου βοτοῦ λάχνην: ἀπὸ κτησίου προβάτου τὸν μαλλὸν σπάσασα· κτήνη δὲ καὶ βοτὰ τὰ πρόβατα λέγεται. βοτὰ ἔλεγον τὰ πρόβατα.

691 ἀλαμπὲς ἡλίου μὴ καταυγασθέν.

692 κοίλῳ ζυγάστρῳ εἰς ξύλινον σορὸν τουτέστι κιβωτόν.

693 φάτιν φάσμα, φαντασίαν.

694 ἄφραστον; ἀφανές, ἀνεκδιήγητον· ἀξύμβλητον δὲ ἀσυνείκαστον πρὸς τὸ μαθεῖν ἀνθρώπῳ· ἢ ἀντὶ τοῦ ἀπαράβλητον οἷον οὐκ ἔχον ἄλλῳ παραβληθῆναι ὥστε πιστεῦσαι καὶ μαθεῖν τὸν ἀκούοντα.

695 τὸ γὰρ κάταγμα: τὸ γὰρ ἔριον τοῦ προβάτου [*](1 τῷ βέλει] τὸ ὅλον l. — 2 ὄγκον] Il. δ 151, al. — 14 ἐνέστη L, correxi. — 16 ἀποκτιμ (IC = CI), in marg ζήτει L, corr. Br — 17 βοτὰ addidi. — 20 σωρὸν L, corr. Lasc.)

319
μετὰ τὸ χρῖσαι τὸν πέπλον ἔρριψα εἰς τόπον καταλαμ- ὑπὸ τοῦ ἡλίου· τὴν γὰρ αὐγὴν ἀκτῖνα ἡλιῶτιν εἶπεν.

κάταγμα τὸ αἴγειον μήρυμα.

697 ὡς δʼ ἐθάλπετο: ὡς δὲ ἐθερμάνθη ὑπέρρευσεν ἀφανῶς καὶ λέλυται.

699 μορφῇ μάλιστʼ εἰκαστόν: ἐοικὸς πρίσματι ξύλου· θαυμαστῶς δὲ βρώματα πριόνος εἶπεν τὸ πρίσμα· τρόπον γάρ τινα ἐσθίων τὸ ξύλον ὁ πρίων ἐκεῖνο τὸ λεπτὸν ἀποβάλλει.