Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

701 προπετὲς ἐρριμμένον καὶ προπεσὸν χαμαί.

702 ἀναζέουσι ἀνακαχλάζουσι.

θρομβώδεις ἀφροί: ἐπηρμένοι· θρόμβος γὰρ ὁ ὄγκος· ἢ περιφερῆ φυσήματα.

703 γλαυκῆς ὀπώρας: τοῦ γλεύκους τοῦ ἀρτίως ἐκπιεσθέντος καὶ νέου· μάλιστα δὲ ὁ νέος οἶνος θερμὸς ὤν εἰ πέσοι χαμαὶ ἀφρίζει· γλαυκὴν δὲ ὀπώραν τὸν νέον οἶνον εἶπεν διὰ τὴν λαμπρότητα.

708 ἧς ἔθνησχʼ ὕπο ὑφ’ ἧς, διʼ ἥν.

709 τὸν βαλόντʼ τὸν τοξεύσαντα.

710 ὧν ἐγὼ μεθύστερον: ὧν, τῶν εἰρημένων μοι ὑπʼ ἐκείνου, νῦν τὴν γνῶσιν μανθάνω ὅτε οὐκέτι με ὠφελεῖ.

711 ἀρκεῖ: ὠφελεῖ· Ὅμηρος

  • ἄρκιον ἐσσεῖται.
  • 712 εἴ τι μὴ ψευσθήσομαι: εἰ μὴ διαμάρτοιμι τῆς γνώμης ἥν ἔχουσα περὶ αὐτοῦ τυγχάνω.

    [*](1 εἰς] ὑπὸ L, corr. Br. καταλαμπόμενον Br.; cf. schol. Oed. Col. v. 1047. — 6 καὶ addidi. λέλυται] pertinet ad κατέψηκται. — 7 πρίσματος L, corr. Lasc. — 9 τὸ (ex τὰ) ξύ (deletum) πρίσμα L. — 16 ἐκπιασθέντος L, corr. Lasc. — 25 Il. β 393.)
    320

    715 χὥσπερ ἂν θίγηι: καὶ ὅσα ἂν θίγῃ τοῦ Ἡρακλείου βέλους εἴτε ἄνθρωπος εἴτε θηρίον ἀπόλλυται.

    716 ἐκ δὲ τοῦδε ἐκ τοῦ Νέσσου· ἀντὶ τοῦ διὰ Νέσσου.

    719 καίτοι δέδοκται: κἀγώ, φησίν, ἀποθανεῖν βουλήσομαι ἴνα μὴ δόξω πονηρίᾳ ἀνῃρηκέναι τὸν Ἡρακλέα ἀλλʼ ἀκουσίῳ γνώμῃ.

    720 ταύτῃ σύν ὀργῇ: τούτῳ τῷ τρόπῳ τουτέστι διὰ τοῦ πέπλου.

    721 ζῆν γὰρ κακῶς κλύουσαν; γυναῖκα κακοδοξοῦσαν οὐ δεῖ ζῆν ἥτις μὴ θέλει δοκεῖν ἐκ φύσεως εἶναι κακή.

    [*](Fol. 73 a )

    723 ταρβεῖν μὲν ἔργα: ἀνάγκη μὲν εὐλαβεῖσθαι τὰ δεινὰ ἔργα οὐ χρὴ δὲ καὶ πρὸ τῆς ἐκβάσεως τῶν συμβησομένων αἱρεῖσθαι τὰ δεινά.

    725 οὐκ ἔστιν ἐν τοῖς μὴ καλοῖς: ἐν τοῖς πονηροῖς βουλεύμασιν οὐδὲ ὑπολείπεται χρηστὴ ἐλπὶς ἥτις παρέχει πεποίθησιν καὶ θάρσος ἀντὶ τοῦ δύσελπίς εἰμι.

    727 ἀλλʼ ἀμφὶ τοῖς σφαλεῖσι μὴ ξ ἑκουσίου: τοῖς ἀκουσίως σφαλεῖσιν ἡ ἐπαγομένη ὐργὴ πεπεμμένη ἐστὶ καὶ πραεῖα καὶ συγγνωστὴ ἧς σε δίκαιον τυγχάνειν παρὰ τοῦ Ἡρακλέους· ἄκουσα γὰρ ἥμαρτες.

    729 ὁ μὴ δυστυχῶν τοιαῦτα ἂν εἴποι.

    731 σιγᾶν ἂν ἁρμόζοι: πρέπει σοι λοιπὸν σιωπᾶν καὶ μηκέτι περὶ τούτων πλείω λέγειν εἰ μὴ ἄρα τι τῷ σῷ παιδὶ μέλλεις ἐρεῖν παραγινομένῳ.

    χρόνον γράφε λόγον.

    [*](1 ὅσα] ὃς Porsonus. — 8 ὀργῇ] ὁρμῇ in textu L. — 14 καὶ] in L legitur post ἐκβάσεως, transposui. — 16 lemma in rasura. — 17 οὐδὲ] δὲ serius additum in L; οὐχ 1. — 19 ἑκου- σίας in textu L.)
    321

    736 ἄλλου κεκλῆσθαι μητέρʼ αἰσχύνομαι γὰρ ἐπὶ σοί.

    737 ποθεν ἐκ θεοῦ τινος.