Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

99 ἄνους μὲν ἔρχῃ: ἀνοήτως μὲν καὶ φιλοκινδύνως πράττεις εὐνοῖκῶς δὲ τῷ θανόντι.

100 ἀκτὶς ἀελίου: σύνοδος τινῶν Θηβαίων γερόντων [*](3 βίον] γρ praefixit m. rec. — 9 μάλιστʼ (ut in textu) L — 18 πρὸς τῷ] πρὸς τὸ L, corr. Br. — 19 ἀπέχθεσθαι L, corr. Dind.)

221
ἐστὶν ἐξ ὧν ὁ χορὸς συνέστηκεν· μετάπεμπτοι δὲ ἐοίκασιν οὗτοι ὑπὸ τοῦ Κρέοντος γεγενῆσθαι ἐπεὶ καὶ τὰς προφάσεις τῆς εἰσόδου τῶν χορῶν πιθανὰς εἶναι δεῖ· καὶ ἐπειδὴ κατωρθώκασι τῇ προτεραίᾳ τὰς Θήβας καὶ οἱ ἄριστοι πάντες τῶν Ἀργείων ἀνῄρηνται εἰκότως περιχαρεῖς εἰσι καὶ τῇ παρούσῃ ἡμέρᾳ εὐχαριστοῦσιν· ὁ δὲ λόγος, ὦ φίλη ἡμέρα παρὰ τὰς πρόσθεν ἡμέρας φαιδρὰ ἡμῖν φανεῖσα.

ἀντὶ τοῦ ἀκτῖνος.

τὸ κάλλιστον ἑπταπύλῳ τὸ τὸ πρὸς τὸ φανέν, τὸ δὲ ἑξῆς τῆς ἀκτῖνος τοῦ ἡλίου φῶς τὸ φανὲν ἡμῖν κάλλιστον τῶν προτέρων ἡμερῶν· τοῦτο γὰρ προσληπτέον.

103 χρυσέας ἁμέρας: ἀκτὶς τῆς ἡμέρας ὀφθαλμός, ὁ δὲ νοῦς καλλίστη ἡμέρα, ἐφάνης ἐν Θήβαις βάντα τὸν Ἀργολικὸν στρατὸν τὸν λεύκασπιν πανσαγίᾳ τουτέστι πάσῃ σάγῃ καὶ σκευῇ χρησάμενον ὀξυτέρῳ κινήσασα χαλινῷ φυγάδα.

περιφραστικῶς ὦ ἡμέρα.

104 Δίρκη κρήνη καὶ ποταμὸς Θηβῶν.

106 λεύκασπιν καὶ Εὐριπίδης λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατόν.

107 πανσαγίᾳ σὺν πανοπλίᾳ· ἤτοι δὲ τὸν Ἄδραστόν φησιν ἢ ἀφʼ ἑνὸς τὸ πλῆθος δηλοῖ.

[*](2 ὑπὸ τοῦ Κρέοντος] v. 159 sqq. — 3 τῆς εἰσόδου] τ ὁδοῦ pr. mutatum in τ 〈εἰ〉σ〈ό〉δου L. πιθανῶς L, corr. Lasc. — ρθώκασι 4 κατοπόρθησαν, το facto ex τε et πόρθησον deleto L. τῆ προτέρα τὰς Θήβας L, τῇ προτεραίᾳ οἱ Θηβαῖοι Lasc.; κατωρθώκασι τὰς Θήβας est ,,errexerunt urbem“; cf. Oed. Tyr. v. 46. — 14 ἀκτὶς] ὡς ἀκτὶς L, corr. Lasc. — 22] Phoen. v. 1099. Ἀργείων] ex Ἀργεῖον L.)
222

108 πρόδρομον: ὑπὲρ τὸ δέον δραμόντα διὰ τὴν φυγήν.

ὀξυτέρῳ ὀξεῖ.

109 κινήσασα χαλινῷ: οἷον παρασκευάσασα τῶν χαλινῶν μετὰ σπουδῆς ἐφάψασθαι διὰ τὴν ὀξυτέραν φυγήν.

110 ὃν ἐφʼ ἡμετέρᾳ γᾷ: ὅντινα στρατὸν Ἀργείων ἐξ ἀμφιλόγων νεικέων ἀρθεὶς ἤγαγεν ὁ Πολυνείκης οἷον ἀμφιλογίᾳ χρησάμενος πρὸς τὸν ἀδελφόν· διὰ βραχέων δὲ εἶπεν αὐτὸ ὡς γνωρίμου οὔσης τῆς ὑποθέσεως.

111 ἀρθεὶς νεικέων: ἐπαρθεὶς εἰς θυμὸν καὶ παροξυνθείς· ἀμφιλόγων δὲ ἢ τῶν ἀμφισβητησίμων ἢ τῶν ἀμφιβολίας ἐμποιούντων.

113 τὸ ἑξῆς αἰετὸς ὥς, ὡς ἀετός.

114 ὡς ἐκ χιόνος οὔσῃ πτέρυγι ἀντὶ τοῦ λευκοτάτῃ. λευκῆς χιόνος πτέρυγι: τοῦτο ἀλληγορικῶς φησιν ὡς ἐπὶ ἀετοῦ, δηλοῖ δὲ ὅτι λεύκασπις ἦν ὁ τῶν Ἀργείων στρατός· λείπει δὲ τὸ ὡς ἵνʼ ᾖ ὡς χιόνος, τὸ δὲ πτέρυγι μεταφορικῶς ἐπὶ τῶν ὅπλων ἔλαβεν. στεγανὸς ἐστεγασμένος λευκοῖς ὅπλοις.

117 στὰς δʼ ὑπὲρ μελάθρων: ἐς ἀετὸς ὁ Πολυνείκης κυκλώσας τὰς Θήβας ταῖς τῶν φόνων ἐρώσαις λόγχαις ἀμφιχανὼν ἔβα· ἐνέμεινε δὲ τῇ μεταφορᾷ.

120 ἔβα: ἀντὶ τοῦ ἡττήθη.

121 αἱμάτων γένυσιν παρήλλαξε τὸ ὄνομα τὰ χείλη τοῦ ἀετοῦ γένυς εἰπών.

123 πευκάενθʼ Ἥφαιστον ἑλεῖν: τὸν ἐκ τῆς πεύκης ἐγειρόμενον ἢ τὸν πικρὸν τοῖς τοῦτο πάσχουσι.

[*](18 λεύκασπις κ. ἑ.] Phoen. v 1099. — 19 λείπει δὲ τὸ] δὲ serius additum.)
223

126 δυσχείρωμα δράκοντι: ἀπὸ τοῦ δράκοντος τοὺς Θηβαίους δηλοῖ ἐπεὶ δρακοντογενεῖς εἰσιν· ὁ δὲ λόγος, τοιοῦτος πάταγος Ἄρεως περὶ τὰ νῶτα τοῦ ἀετοῦ ἐτάθη (τουτέστι δραπετεύειν καὶ νῶτα αὐτὸν διδόναι πεποίηκεν) ὑπὸ τοῦ ἀντιπάλου δράκοντος ὃς ἐποίησεν αὐτόν, τὸν δράκοντα, δυσχερῶς χειρωθῆναι· πολέμιον δὲ ζῷόν ἐστιν ὁ δράκων πρὸς τὸν ἀετὸν ὥς φησι Νίκανδρος· τὸ δὲ ἀντιπάλῳ δράκοντι ἀντὶ τοῦ ὑπὸ τοῦ ἀντιπάλου δράκοντος ὡς

  • Ἀχιλῆι δαμασθείς·
  • ἢ οὕτω, τῷ ἀντιπάλῳ δράκοντι τοσαύτη μάχη συνετάθη ἣ ἐποίησεν αὐτὸν μὴ δύνασθαι ἡμᾶς χειρώσασθαι ἵνα δράκοντα λέγῃ τὸν τῶν Ἀργείων στρατὸν ὡς θανατηφόρον ἢ τὸν Πολυνείκη ὡς καὶ αὐτὸν Θηβαῖον ὄντα.

    ἐγεγόνει ὁ δράκων ἐξ Ἄρεως καὶ Τιλφώσσης Ἐρινύος.

    127 Ζεὺς γὰρ μεγάλης γλώσσης: τοῦτο κοινὸν ὡς πάντων τῶν Ἑλλήνων μεγαλαυχούντων ἢ ἰδίᾳ κατὰ Καπανέως· τὰ γὰρ ἑξῆς εἰς αὐτὸν μόνον τείνει.

    128 καί σφας εἰσιδών: καὶ τὴν τοῦ χρυσοῦ φαντασίαν ὑπερβεβηκότας τῇ ἰδίᾳ ὑπεροψίᾳ· ὑπερήφανον γάρ τι ὁ χρυσός· οἱ δέ φασι λείπειν τὴν μετὰ ἵνʼ ᾖ οὕτως, καὶ ἰδὼν αὐτοὺς προσνισσομένους μετὰ χρυσοῦ καὶ καναχῆς καὶ ὑπεροπτίας ὅ ἐστιν ὑπερηφανίας οὐκ [*](8 Νίκανδρος] Theriac. v. 448 sqq. τὸ δὲ] τῶ δὲ L, corr. Br. — 10 II. χ 55. ἀχιλλῆι — 11 τοσαύτη] τοιαύτη l. συνεστάθη L, corr. Br. — 16 cf. Callimachi fragm. 207 τὴν μὲν ὅ γʼ ἐσπέρμηνεν Ἐρινύι Τιλφωσαίῃ. — 18 ὡς 〈ἐπὶ〉 πάντων? — 19 Ἑλλήνων] Ἀργείων Br. — 24 προσνισομένους (ut in textu) L, corr. l.)

    224
    ἠνέσχετο ἀλλʼ ἐνεμέσησε τῷ κόμπῳ αὐτῶν ἀεὶ γὰρ τοὺς κόμπους τῆς μεγάλης γλώσσης ὑπερεχθαίρει.

    130 ὑπεροπτίας ὑπερόπτας.