Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

66 ξύγγνοιαν ἴσχειν: συγγνώμην ἔχειν ὅτι βίᾳ πράσσω ταῦτα.

67 τοῖς ἐν τέλει τοῖς βασιλεῦσι.

τὸ | γὰρ περισσὰ πράσσειν: γνωμολογικῶς ἀπαλλάττεται· τὸ γὰρ παρὰ δύναμίν τι πράττειν ἠλίθιον.

69 οὔτ᾿ ἂν κελεύσαιμʼ οὔτʼ ἄν, εἰ θέλοις ἔτι | πράσσειν, ἐμοῦ γʼ ἂν ἡδέως δρῴης μέτα: τὸ τέλειον οὔτʼ ἂν κελεύσαιμι, τὸ δὲ ἑξῆς οὔτε εἰ θέλοις πράττειν ἐμοῦ μέτα ἡδέως ἂν δρῴης· δαιμόνιον δὲ τὸ ἦθος· φησίν, οὔτε σε ἀναγκάσω ἀλλʼ οὔτ᾿, εἰ θέλοις, ἡδέως δέξομαί σου τὴν ἐπικουρίαν.

71 γίγνωσκε ὁποῖα σὺ θέλεις, τὸ πείθεσθαι τοῖς τυράννοις· ἢ τοιαύτη γενοῦ ὁποία καὶ βούλει.

72 καλόν μοι τοῦτο ποιούσῃ: θαψάσῃ τὸν ἀδελφὸν ἀντὶ τοῦ καλός μοι ἔσται ὁ ὑπὲρ ἀδελφοῦ θάνατος τουτέστιν εὐκλεέστατος.

[*](2 Med. v, 263. — 5 ὥστε addidi; cf. annot. schol. Ai. v. 198. — 18 κελεύσαιμι] κελεύσαιμεν L, corr. Lasc. — 19 δαιμόνιον] δ ex το. — 20 εἰ] ἂν L, correxi. — 21 δέξομαι] ἕξομαι L, correxi. — 24 θαψούσῃ L, correxi.)
219

74 ὅσια πανουργήσασα: δίκαια μετὰ πανουργίας ἐργασαμένη ὡς αὐτὴ λέγεις ἐπεὶ προεῖπεν

  • τὸ γὰρ
  • περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα·
  • ἢ οὕτως, ὅσια πανουργήσασα ἀντὶ τοῦ εὐσεβῶς πάντα ἐργασαμένη.

    75 τοῖς κάτω τῶν ἐνθάδε: γενναῖον καὶ τοῦτο εἰς ὑποθήκας συντελοῦν τῆς μετὰ ταῦτα ἀποδημίας ὅτι δεῖ εὖ τίθεσθαι μεμνημένον ἐκείνου τοῦ χρόνου καὶ ὅτι δεῖ λόγον ὑποσχεῖν κάτω· ἐπεμβέβληται δὲ ταῦτα τοῖς ποιήμασιν οὐκ ἀχρείως εἰς εὐσέβειαν προτρεπόμενα.

    77 τὰ τῶν θεῶν ἔντιμ᾿ ἀτιμάσασ᾿: τὰ παρὰ θεοῖς τίμια ἀτίμαζε· τετίμηται γὰρ παρὰ θεοῖς καὶ ὅσιον νενόμισται τὸ θάπτειν νεκροὺς οἷς μᾶλλον δεῖ πείθεσθαι ἢ τοῖς τοῦ Κρέοντος κηρύγμασιν.

    80 σὺ μὲν τάδʼ ἂν προὔχοιο: σὺ μὲν ταῦτα προφασίζου· τὰς γὰρ προφάσεις προχάνας ἐκάλοῦν ὡς καὶ Καλλίμαχος

  • ἄγραδε τῷ πάσῃσιν ἐπὶ προχάνῃσιν ἐφοίτα
  • ἐν τῷ γ΄ Αἰτίων· ἢ σὺ ταῦτα προβάλλου ἢ σὺ μὲν τούτοις ἂν σαυτὴν σκεπάζοις.

    81 τοῦτο ἤδη τῆς προθυμίας αὐξητικόν.

    82 οἴμοι ταλαίνης: φιλόστοργον καὶ ταύτης τὸ [*](3] v. 67. — 8 ἀποδημίας] ἐπιδημίας L, correxi; ἡ ἐκεῖ ἀποδημία est apud Platonem Phaed. 61e. — 17 ταῦτα] τοιαῦτα L, corr. l. — 20 fr. 26. άγραδετω L, ἄγραδε Buttmannus, ποι Bentleius, τοι Valcken., ἅμα δὲ τῶ l, τῷ (quam ob rem) Schneiderus. προχάναισιν L, corr. A. — 21 αἰτιῶν L, corr. Lasc. προυβάλου L.)

    220
    ἦθος ἀλλʼ εὐλαβές· δέδοικεν οὖν καὶ περὶ τῇ ἀδελφῇ καὶ ἀναβοᾷ περιπαθῶς.

    83 πότμον βίον.

    86 οἴμοι, καταύδα: διὰ τούτου δηλοῖ ὅτι ἐφʼ οἷς ποιῶ ἀγάλλομαι· πᾶσιν οὖν ἀπάγγελλε αὐτά· ἅμα δὲ καὶ ἐφυβρίζει ἐν οἷς δοκεῖ αὐτῇ προσχαρίζεσθαι.

    88 ἐπὶ ἀδυνάτοις νεανιεύῃ καὶ ἐπὶ ἀηδέσι τέρπῃ τὴν ψυχήν.

    89 οἷς μάλισθʼ ἁδεῖν με χρή: τῇ τῶν θεῶν ὁσίᾳ διὰ τὸ θάπτειν τὸν νεκρὸν καὶ μάλιστα ἀδελφόν.

    90 εἰ καὶ δυνήσῃ γ᾿· ἀλλʼ ἀμηχάνων: εἰ καὶ δυνήσῃ ἀρέσκειν ἀλλʼ ἀμηχάνων ἐρᾷς.

    [*](Fol. 51a )

    91 οὐκοῦν ὅταν δὴ μὴ σθένω: ὅταν ἀδυνατήσω τότε παύσομαι, νῦν δὲ ἀναγκαῖον ἐπιχειρεῖν.

    92 οὐδὲ ἐπιβάλλειν τοῖς ἀμηχάνοις καλόν ἐστιν.

    94 προσκείσῃ δίκῃ: ἀντὶ τοῦ δικαίως ὡς καὶ ἡμεῖς ἔτι φαμὲν ἐν τῇ συνηθείᾳ βίᾳ ἀντὶ βιαίως· ἢ ἡ πρὸς τοῦ δίκῃ ἐστὶν ἵνʼ ᾖ οὕτω, πρὸς τῷ τῇ δίκῃ ἀπεχθέσθαι καὶ τῷ θανόντι δυσμενὴς ἔσῃ· καλῶς δὲ τὸ κείσῃ ἵνα τὴν μετὰ θάνατον αὐτῇ προσγενησομένην τιμωρίαν αἰνίξηται.

    96 πείσομαι γὰρ οὐ | τοσοῦτον οὐδέν: οὐδὲν δεινόν, φησί, πείσομαι ὅπερ με τῆς εὐκλείας τοῦ καλοῦ θανάτου ἀποστερήσει ἀντὶ οὐδὲν τηλικοῦτον κακὸν πείσομαι ὥστε μὴ οὐ καλῶς ἀποθανεῖν.