Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

45 τὸν γοῦν ἐμὸν καὶ τὸν σόν: εἰ μὴ σὺ θέλεις θάπτειν ἐγὼ τοῦτο ποιήσω μόνη· ἢ οὕτω, κἂν μὴ προσποιῇ αὐτὸν εἶναι σὸν ἀδελφὸν ἀλλʼ ἀλλοτριοῖς σαυτὴν τῆς συγγενείας ἐγὼ θάψω τὸν ἐμὸν καὶ σὸν ἀδελφόν· Δίδυμος δέ φησιν ὑπὸ τῶν ὑπομνηματιστῶν τὸν ἑξῆς στίχον νενοθεῦσθαι.

[*](2 ὡς] καὶ L, corr. Lasc. — 3 σιγήσας ἔχω]  fragmentum? — 4 ad ἄγειν v. 34 refert Wunderus. — 12 φάπτουσα] φ in litura literae θ. — 13 ἐπιβεβαιοῦσα] ἐπικρυοῦσα (scr. ἐπικυροῦσα) l. — 16 * * * * * * * * * * * * * * * ἐκ τούτου L. — 25 Δίδυμος] fr. 5 (p. 242). — 26 νενοθεῦσθαι] excidit obelus.)
217

47 σχετλία, Κρέοντος: αἱ ἀντιλογίαι δῆλαί εἰσιν· ἡ μὲν γὰρ τῷ πράγματι ἡ δὲ τῇ οἰκειότητι ἀκολουθεῖ.

48 ἀλλʼ οὐδὲν αὐτῷ τῶν ἐμῶν: οὐ μέτεστιν αὐτῷ εἴργειν με ἀπὸ τῶν ἐμῶν· ἢ οὕτως, οὐ μέτεστιν αὐτῷ τὰ ἡμέτερα βουλεύματα εἴργειν.

49 πατὴρ ὡς νῷν ἀπεχθής: τὰς συμφορὰς σκόπησον τοῦ παντὸς γένους καὶ πῶς ὁ πατὴρ ἀκλεὴς ἀπώλετο, οὐ μόνον δὲ ἀκλεὴς ἀλλὰ καὶ ἀπεχθὴς διὰ τὸν γενόμενον λοιμόν.

51 πρὸς αὐτοφώρων ἀμπλακημάτων: αὐτὸς γὰρ ἑαυτὸν ἐφώρασεν καὶ ἔγνω συνὼν τῇ μητρί· ἢ ὧν αὐτὸς ἐπόπτης ἐγένετο ἢ τῶν φανερῶν καὶ πᾶσιν ἐγνωσμένων.

53 διπλοῦν ἔπος διπλοῦν ὄνομα ἔχουσα, μήτηρ τε καὶ γυνή.

ἔπος πάθος.

54 ἀρτάναισι ἀγχόναις.

λωβᾶται ἀφανίζει, ἀπόλλυσιν.

58 μόνα μηδενὸς ἐπικούρου ὄντος ἡμῖν.

59 εἰ νόμου βίᾳ ψῆφον τυράννων: εἰ τὴν γενομένην ψῆφον τῶν τυράννων τῇ τοῦ νόμου ἀνάγκῃ παραβαίημεν. τουτέστιν εἰ τὴν ἐξουσίαν τὴν ἐκ τῶν νόμων τοῖς τυράννοις ἑπομένην παραβαίημεν.

60 κράτη τὰς βασιλείας.

61 ἀλλ᾿ ἐννοεῖν χρὴ τοῦτο μέν: πρῶτον μὲν ὅτι ἀσθενεῖς ἐσμὲν ἐκ φύσεως καθὸ γυναῖκες ἔπειτα καὶ ὑπὸ τῆς τύχης ἀσθενέστεραι καθὸ ἀσθενέστεραι.

[*](2 πράγματι] προστάγματι (coll. schol v. 853. 872) Wexius. — 7 πατὴρ ἀκλεως L. — 8 ἀπεχθὴς] ἐπαχθὴς L, corr. Lasc. — 27 καθὸ ἀσθενέστεραι] ἀσθενέστεραι suspectum; ὑποτεταγμέναι Br.)
218

παρὰ τὸ Εὐριπίδου

  • γυνὴ γὰρ τἄλλα μὲν φόβου πλέα
  • κακὴ δʼ ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν.
  • 64 ἀλγίονα λυπηρότερα.

    λείπει τὸ ὥστε, ὥστε ἀκούειν ταῦτα καὶ τὰ τούτων χείρονα.

    65 τοὺς ὑπὸ χθονός: ἢ τὸν Πολυνείκη ἢ τοὺς χθονίους δαίμονας· πιθανῶς δὲ καὶ τοῦ πρέποντος ἐφρόντισεν· φησὶ γὰρ ὅτι ἀπολογήσομαι τοῖς κατὰ χθονός.

    66 ξύγγνοιαν ἴσχειν: συγγνώμην ἔχειν ὅτι βίᾳ πράσσω ταῦτα.

    67 τοῖς ἐν τέλει τοῖς βασιλεῦσι.

    τὸ | γὰρ περισσὰ πράσσειν: γνωμολογικῶς ἀπαλλάττεται· τὸ γὰρ παρὰ δύναμίν τι πράττειν ἠλίθιον.

    69 οὔτ᾿ ἂν κελεύσαιμʼ οὔτʼ ἄν, εἰ θέλοις ἔτι | πράσσειν, ἐμοῦ γʼ ἂν ἡδέως δρῴης μέτα: τὸ τέλειον οὔτʼ ἂν κελεύσαιμι, τὸ δὲ ἑξῆς οὔτε εἰ θέλοις πράττειν ἐμοῦ μέτα ἡδέως ἂν δρῴης· δαιμόνιον δὲ τὸ ἦθος· φησίν, οὔτε σε ἀναγκάσω ἀλλʼ οὔτ᾿, εἰ θέλοις, ἡδέως δέξομαί σου τὴν ἐπικουρίαν.

    71 γίγνωσκε ὁποῖα σὺ θέλεις, τὸ πείθεσθαι τοῖς τυράννοις· ἢ τοιαύτη γενοῦ ὁποία καὶ βούλει.

    72 καλόν μοι τοῦτο ποιούσῃ: θαψάσῃ τὸν ἀδελφὸν ἀντὶ τοῦ καλός μοι ἔσται ὁ ὑπὲρ ἀδελφοῦ θάνατος τουτέστιν εὐκλεέστατος.

    [*](2 Med. v, 263. — 5 ὥστε addidi; cf. annot. schol. Ai. v. 198. — 18 κελεύσαιμι] κελεύσαιμεν L, corr. Lasc. — 19 δαιμόνιον] δ ex το. — 20 εἰ] ἂν L, correxi. — 21 δέξομαι] ἕξομαι L, correxi. — 24 θαψούσῃ L, correxi.)
    219

    74 ὅσια πανουργήσασα: δίκαια μετὰ πανουργίας ἐργασαμένη ὡς αὐτὴ λέγεις ἐπεὶ προεῖπεν

  • τὸ γὰρ
  • περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα·
  • ἢ οὕτως, ὅσια πανουργήσασα ἀντὶ τοῦ εὐσεβῶς πάντα ἐργασαμένη.

    75 τοῖς κάτω τῶν ἐνθάδε: γενναῖον καὶ τοῦτο εἰς ὑποθήκας συντελοῦν τῆς μετὰ ταῦτα ἀποδημίας ὅτι δεῖ εὖ τίθεσθαι μεμνημένον ἐκείνου τοῦ χρόνου καὶ ὅτι δεῖ λόγον ὑποσχεῖν κάτω· ἐπεμβέβληται δὲ ταῦτα τοῖς ποιήμασιν οὐκ ἀχρείως εἰς εὐσέβειαν προτρεπόμενα.