Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

44 τὸν ἀπηγορευμένον καὶ κεκωλυμένον ὑπὸ τῆς πόλεως τολμᾷς θάπτειν σύ;

[*](Fol. 50b)

45 τὸν γοῦν ἐμὸν καὶ τὸν σόν: εἰ μὴ σὺ θέλεις θάπτειν ἐγὼ τοῦτο ποιήσω μόνη· ἢ οὕτω, κἂν μὴ προσποιῇ αὐτὸν εἶναι σὸν ἀδελφὸν ἀλλʼ ἀλλοτριοῖς σαυτὴν τῆς συγγενείας ἐγὼ θάψω τὸν ἐμὸν καὶ σὸν ἀδελφόν· Δίδυμος δέ φησιν ὑπὸ τῶν ὑπομνηματιστῶν τὸν ἑξῆς στίχον νενοθεῦσθαι.

[*](2 ὡς] καὶ L, corr. Lasc. — 3 σιγήσας ἔχω]  fragmentum? — 4 ad ἄγειν v. 34 refert Wunderus. — 12 φάπτουσα] φ in litura literae θ. — 13 ἐπιβεβαιοῦσα] ἐπικρυοῦσα (scr. ἐπικυροῦσα) l. — 16 * * * * * * * * * * * * * * * ἐκ τούτου L. — 25 Δίδυμος] fr. 5 (p. 242). — 26 νενοθεῦσθαι] excidit obelus.)
217

47 σχετλία, Κρέοντος: αἱ ἀντιλογίαι δῆλαί εἰσιν· ἡ μὲν γὰρ τῷ πράγματι ἡ δὲ τῇ οἰκειότητι ἀκολουθεῖ.

48 ἀλλʼ οὐδὲν αὐτῷ τῶν ἐμῶν: οὐ μέτεστιν αὐτῷ εἴργειν με ἀπὸ τῶν ἐμῶν· ἢ οὕτως, οὐ μέτεστιν αὐτῷ τὰ ἡμέτερα βουλεύματα εἴργειν.

49 πατὴρ ὡς νῷν ἀπεχθής: τὰς συμφορὰς σκόπησον τοῦ παντὸς γένους καὶ πῶς ὁ πατὴρ ἀκλεὴς ἀπώλετο, οὐ μόνον δὲ ἀκλεὴς ἀλλὰ καὶ ἀπεχθὴς διὰ τὸν γενόμενον λοιμόν.

51 πρὸς αὐτοφώρων ἀμπλακημάτων: αὐτὸς γὰρ ἑαυτὸν ἐφώρασεν καὶ ἔγνω συνὼν τῇ μητρί· ἢ ὧν αὐτὸς ἐπόπτης ἐγένετο ἢ τῶν φανερῶν καὶ πᾶσιν ἐγνωσμένων.

53 διπλοῦν ἔπος διπλοῦν ὄνομα ἔχουσα, μήτηρ τε καὶ γυνή.

ἔπος πάθος.

54 ἀρτάναισι ἀγχόναις.

λωβᾶται ἀφανίζει, ἀπόλλυσιν.

58 μόνα μηδενὸς ἐπικούρου ὄντος ἡμῖν.

59 εἰ νόμου βίᾳ ψῆφον τυράννων: εἰ τὴν γενομένην ψῆφον τῶν τυράννων τῇ τοῦ νόμου ἀνάγκῃ παραβαίημεν. τουτέστιν εἰ τὴν ἐξουσίαν τὴν ἐκ τῶν νόμων τοῖς τυράννοις ἑπομένην παραβαίημεν.

60 κράτη τὰς βασιλείας.

61 ἀλλ᾿ ἐννοεῖν χρὴ τοῦτο μέν: πρῶτον μὲν ὅτι ἀσθενεῖς ἐσμὲν ἐκ φύσεως καθὸ γυναῖκες ἔπειτα καὶ ὑπὸ τῆς τύχης ἀσθενέστεραι καθὸ ἀσθενέστεραι.

[*](2 πράγματι] προστάγματι (coll. schol v. 853. 872) Wexius. — 7 πατὴρ ἀκλεως L. — 8 ἀπεχθὴς] ἐπαχθὴς L, corr. Lasc. — 27 καθὸ ἀσθενέστεραι] ἀσθενέστεραι suspectum; ὑποτεταγμέναι Br.)
218

παρὰ τὸ Εὐριπίδου

  • γυνὴ γὰρ τἄλλα μὲν φόβου πλέα
  • κακὴ δʼ ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν.
  • 64 ἀλγίονα λυπηρότερα.

    λείπει τὸ ὥστε, ὥστε ἀκούειν ταῦτα καὶ τὰ τούτων χείρονα.