Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

20 καλχαίνουσα: ἀντὶ τοῦ πορφύρουσα καὶ τεταραγμένως φροντίζουσα· κάλχη γάρ ἐστιν ὁ κόλχος τῆς πορφύρας ἥτις ἐκ τοῦ βυθοῦ τῆς θαλάσσης ἀνιοῦσα βάπτει τὴν καλλίστην πορφύραν παῤ ὃ καὶ Κάλχας ὁ μάντις.

φροντίζουσα.

ἐκ βάθους τι μεριμνῶσα ὡς τὸ βυσσοδομεύων.

21 οὐ γὰρ τάφου νῷν: ἀντὶ τοῦ ἡμῶν· ὁ δὲ λόγος κατʼ ἐρώτησιν οὕτω πρὸς τὸ ἑξῆς, οὐ γὰρ τῶν κασιγνήτων ἡμῶν τὸν μὲν ἐτίμησε τάφῳ ὁ Κρέων τὸν δὲ οὔ;

23 δικαίᾳ κρίσει χρησάμενος.

26 Πολυνείκους νέκυν ἀντὶ τοῦ αὐτὸν τὸν Πολυνείκην.

30 θησαυρὸν ἕρμαιον, εὕρημα.

πρὸς χάριν βορᾶς πρὸς τέρψιν τροφῆς.

31 τοιαῦτά φασι: τὸ ἑξῆς, τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶ κἀμοὶ κεκηρυχέναι· τὸ δὲ λέγω γὰρ κἀμὲ διὰ μέσου μετὰ πάθους ἀνεφώνησεν, λέγω γάρ, φησίν, ὅτι κἀμὲ προσπεριείληφε τῷ κηρύγματι· ἔτι γὰρ καὶ ἐμαυτὴν ἐν τοῖς ζῶσι καταριθμῶ.

ἀγαθόν: ἐν εἰρωνείᾳ.

[*](1 καὶ delevi. — 2 τοῖς τοιούτοις L. — 6 πορφύρουσα| Il. φ 551, alibi — 7 κόχλος Lasc. — 9 ὃ] ὡ L, corr. Elmsl. — 12 βυσσοδομεύων] Od ι 316, alibi.)
216

32 εἴπερ δεῖ κἀμὲ συγκαταριθμεῖσθαι ἐν τοῖς ζῶσιν. κηρύξαντʼ ἔχειν ἀντὶ τοῦ κεκηρυχέναι ὡς τὸ σιγήσας ἔχω ἀντὶ τοῦ σιγῶ.

33 νεῖσθαι ἀντὶ τοῦ ἡγεῖσθαι.

35 οὐχ ὡς παῤ οὐδέν: οὐχ ὡς ἔτυχεν ἔχειν τὸ πρᾶγμα ἀντὶ τοῦ οὐκ εὐτελῶς καὶ ὡς πάρεργον ἀλλʼ ὡς μέγα· ἢ οὕτως, οὐχ ἐς οὐδὲν ἀλλὰ μέγα.

38 ἐσθλῶν λείπει γονέων ἵν᾿ ᾖ ἐσθλῶν γονέων.

39 τί δ᾿, ταλαῖφρον: τὸ ἑξῆς, τί δὲ ἄν σοι ἐγὼ προσθείμην πλέον ἀντὶ τοῦ σοὶ γενοίμην χρήσιμος, εἰ ταῦτα οὕτως ἔχοι, λύουσα τὸν νόμον καὶ θάπτουσα τὸν ἀδελφόν; εἰ δὲ γράφεται ἢ ᾿φάπτουσα ἀντὶ τοῦ λύουσα τὸν νόμον ἢ ἐπιβεβαιοῦσα αὐτόν.

εἰ τάδʼ ἐν τούτοις εἰ ταῦτα Κρέων ἐκέλευσεν.

40 προσθείμην: ἀντὶ τοῦ ποιήσαιμι.

42 ἐκ τούτου ἤδη τὸ ἦθος ὅρα κινδύνευμα καλούσης τὸ ἔργον· τὸ δὲ ποῖ γνώμης ποτʼ εἶ ὡς ἀδυνάτοις ἐπιχειρούσης λέγει.