Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

338 θεῶν τε τὰν ὑπερτάταν: τοῦτο ὡς ἐν πανουργίᾳ οὐ δεῖ ἀκούειν ἀλλὰ διὰ τὴν ἐπίνοιαν αὐτῶν· εἰ γάρ [*](3 νῦν] L etiam in textu pro νυν. — 5 περπαίρους L, corr. Br. — 10 ἐπὶ τοῦ Κρέοντος] h. e. ,,praesente Creonte“ (Dind.). — 11 κωμικοῖς]  Χαμικίοις Porsonus. 18 ὑπὸ addidi — 22 Od. ε 319.)

235
τις καταμάθοι πῶς ἐπενοήσαντο ἀροτριᾶν ἢ σπείρειν θαυμάσειεν.

339 ἀποτρύεται: γεωπονεῖ ἢ ἀποσχίζει τὴν γῆν καθότι ἐν τῷ ἀροτριᾶν σχίζει καὶ δαμάζει τὴν γῆν.

ἀποτρύετʼ | ἀπλομένων γράφε ἀποτρύεται ἰλλομένων καὶ περικυκλούντων τῶν ἀρότρων ἔτος ἐξ ἔτους.

341 ἱππείῳ γένει πολεύων: ταῖς ἡμιόνοις·

  • αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν
  • ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον·
  • τινὲς δὲ καὶ ἵπποις χρῶνται εἰς ἀροτριασμόν.

    343 ἀμφιβαλὼν ἄγει περιβαλὼν τοῖς δικτύοις ἀγρεύει.

    346 πόντου τʼ εἰναλίαν φύσιν τοὺς ἰχθύας.

    347 σπείραισι δικτυοκλώστοις τοῖς σχοινίοις τοῖς εἰς δίκτυον κεκλωσμένοις ἢ συγκλείουσι τὰ δίκτυα· ἀπὸ κοινοῦ δὲ τὸ ἀμφιβαλὼν ἄγει.

    348 περιφραδὴς πάντα εἰδώς.

    349 κρατεῖ δὲ μηχαναῖς. καθολικὸν τοῦτό φησιν, ὅτι ἐν ζῴοις ὁ ἄνθρωπός ἐστι πολυμήχανος καὶ ἔντεχνος· καὶ Θεόκριτος

  • σοφόν τοι χρῆμ᾿ ἄνθρωπος·
  • ἐπεὶ δὲ ἀνωτέρω εἶπεν ὅτι περιγίνεται πάντων τῶν ζῴων ὁ ἄνθρωπος ἐνταῦθα τὸ μηχαναῖς προσέθηκεν ἐπὶ τῶν τιθασευομένων· οὐ γὰρ μόνον κρατῆσαι δυνατὸς ἀλλὰ καὶ τιθασεῦσαι.

    351 ἀμφίλοφον ζυγόν: ἀντὶ περιβαλὼν αὐτῷ ζυγὸν [*](8 ll. κ 352. — 12 ἀγρεύει] ἄγει pr. L. — 16 ἀμφιβαλὸν ἀμφιβαλὼν in textu) L, corr Lasc. — 21 Idyll. XV, 83 ubi ὥνθρωπος — 25 τιθασσεῦσαι L, corr. Dind.)

    236
    περὶ τὸν λόφον ὑπάγει· ἢ ἀμφίλοφον τὸν ἀμφιτράχηλον, τὸν ἀμφοτέρωθεν συνέχοντα τοὺς λόφους τῶν ὑποζυγίων· καὶ λείπει ἡ ὑπό, ὑπὸ ζυγὸν ἄγει.

    λείπει ἡ ὑπό.

    352 οὔρειόν τʼ ἀκμῆτα ταῦρον ἀπὸ κοινοῦ τὸ ὑπὸ ζυγὸν ἄξεται.

    354 φθέγμα τὴν ἀνθρωπίνην διάλεξιν.

    355 ἀνεμόεν φρόνημα τὴν περὶ τῶν μετεώρων φιλοσοφίαν.

    ἀστυνόμους ὀργάς: τὴν τῶν νόμων ἐμπειρίαν διʼ ὧν τὰ ἄστεα νέμονται ὅ ἐστι διοικοῦνται.

    356 δυσαύλων δυσχερῆ τὸν ἐπαυλισμὸν ποιούντων.

    357 αἴθρια ψυχρά.

    εὐαίσθητός ἐστι καὶ οἰκοδομημάτων.

    359 παντοπόρος. εἰς πάντα μηχανὰς ἐξευρίσκων καὶ ἐπʼ οὐδὲν ἄπορος τῶν μελλόντων θανάτου μόνον οὐχ εὗρεν ἴαμα.

    363 νόσων δʼ ἀμηχάνων. ὡς ἰατρικήν, δίαιταν, γυμναστικὴν καὶ τὰ ὅμοια· ταῦτα δὲ οὐκ ἂν ἕτερον ζῷον μηχανήσαιτο.

    364 ξυμπέφρασται ἐπινενόηκεν καὶ γινώσκει.

    [*](Fol. 54 a )

    365 σοφόν τι τὸ μηχανόεν; τὸ μηχανόεν τῆς τέχνης σοφὸν ἔχων ὅ ἐστι τὸ μηχανικὸν τῆς ἐπιτεχνήσεως σοφὸν ἔχων ὡς οὐκ ἄν τις προσδοκήσειεν οὐ μίαν ὁδὸν βαδίζει τὴν ἐπὶ τὰ ἀμείνω ἀλλὰ ποτὲ μὲν ἐπὶ τὰ ἀγαθὰ φέρεται ποτὲ δὲ ἐπὶ τὰ χείρω.

    [*](6 ἕξεται L. — 8 et 10] in unum scholion est cum lemmate ἀστυνόμους ὀργάς; separavit schol. rec. Π p. 184, 22. — 14 εὐαίσθητος] h. e. peritus (aedificationis) domorum. — 24 προσδοκήσειαν L, corr. Lasc.)
    237

    τὸ μηχανόεν σοφόν τι καὶ παρὰ προσδοκίαν ἔχων, ὡς οὐκ ἄν τις προσδοκήσειεν.

    368 νόμους παρείρων χθονός: ὁ πληρῶν τοὺς νόμους καὶ τὴν δικαιοσύνην ὑψίπολις γίνεται ὅ ἐστιν ἐν τῇ πόλει ὑψηλός.

    370 ἄπολις ὅτῳ τὸ μὴ καλόν: ἄπολις δὲ ἐκεῖνος καὶ ταπεινὸς ἐν τῇ πολιτείᾳ τινι τὸ μὴ καλὸν σύνεστιν καὶ ὅστις οὐ μετὰ τόλμης τὸ καλὸν ἐκπληροῖ.