Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

302 μισθαρνοῦντες μισθὸν λαβόντες.

[*](9 βουλεύεται Lasc. — 21 μὴ inclusit Br. μηχανωμένων vel μηδομένων Schneidew. Iahn. annal. 67 p. 508.)
233

303 ἀντὶ ἐτιμωρήθησαν.

ἀντὶ τοῦ φανεροὶ ἔσονται καὶ τιμωρηθήσονται.

304 ὅ ἐστιν εἰ τιμῶ καὶ σέβω τὸν Δία καὶ μὴ ἐπιορκῶ αὐτόν.

308 οὐχ ὑμῖν Ἅιδης μοῦνος ἀρκέσει: οὐκ εὐθὺς ὑμᾶς τῷ Ἅιδῃ παραδώσω ἀλλὰ τιμωρίαις κρεμασταῖς παραδοὺς βαρύτερον τὸ ζῆν τοῦ θανεῖν ὑμῖν ἀπεργάσομαι· παρὰ τὸ Ὁμηρικὸν

  • οὔ οἱ ἔπειτα
  • ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδʼ οἰωνούς.
  • 309 τήνδε δηλώσηθʹ ὕβριν: ὁμολογήσητε ταύτην τὴν καταφρόνησιν.

    310 ἵνʼ εἰδότες τὸ κέρδος; ἵνα μαθόντες ὅθεν δεῖ κερδαίνειν τὸ λοιπὸν ἐκεῖνα ἁρπάζητε.

    315 ἐπιτρέψεις καὶ ἐμοὶ εἰπεῖν ἢ ἀπέλθω;

    316 οἶσθα εἶσθα, ἄπιθι· καὶ νῦν γὰρ λέγων Fol. 53 b  ἀνιαρός μοι εἶ.

    317 δάκνει σε τὸ πραχθέν.

    318 ῥυθμίζεις σχηματίζεις, διατυποῖς.

    319 ὁ δρῶν σ᾿ ἀνιᾷ: συνετῶς ὑπὲρ τῶν ἀγγελθέντων ἀπελογήσατο ὡς οὐκ ὢν αἴτιος.

    320 λάλημα δῆλον: λάλημα τὸ περίτριμμα τῆς ἀγορᾶς οἷον πανοῦργος.

    321 ἀντὶ τοῦ οὐδέποτε ἐφλυάρησα.

    323 ἦ δεινὸν δοκεῖ γε: δεινὸν τοῦτό ἐστιν, τὸ [*](6 παραδώσει L, corr. Lasc. κρεμασταῖς] αῖ ex ού. — 9 Il. β 392. — 17 ἄπιθι] πι ex πει. ἀνιαρὰς L. — 23 περίτριμμα τῆς ἀγορᾶς] legitur apud Demosth. de coron. p. 269. — 26 δοκεῖ] δόκει L.)

    234
    ψευδῆ ὑπονοεῖν· οὐκ ἔστι γὰρ τὴν δόξαν ἐκείνων μεταστρέψαι.

    324 κόμψευε νῦν τὴν δόξαν: σεμνολόγει τὴν δόκησιν, περιλάλει· κομψοὺς γὰρ ἔλεγον οὓς νῦν ἡμεῖς περπέρους καὶ πολυλάλους φαμέν.

    τὸ ἑξῆς, εἰ δὲ μὴ φανεῖτέ μοι τοὺς ταῦτα δρῶντας.

    326 τὰ δεινὰ κέρδη: γράφε τὰ δειλὰ ἀντὶ τοῦ κακὰ ἀπὸ τοῦ τοὺς δειλοὺς εἶναι ἀχρείους.

    328 τοῦτο γὰρ τύχη κρινεῖ: ἀπιὼν ὁ θεράπων καθʼ ἑαυτὸν ταῦτά φησιν· οὐ γὰρ δυνατὸν ἐπὶ τοῦ Κρέοντος ταῦτα λέγεσθαι ἐς καὶ ἐν τοῖς κωμικοῖς.

    332 πολλὰ τὰ δεινά: ἐν σχήματι εἶπεν ἀντὶ τοῦ πολλῶν ὄντων τῶν δεινῶν οὐδέν ἐστιν ἀνθρώπου δεινότερον.

    334 τοῦτο τὸ γένος τῶν ἀνθρώπων.

    336 χωρεῖ, περιβρυχίοισι. τοῖς ἠχώδεσιν ἢ τοῖς καλύπτουσι τὴν ναῦν· τοῖς γὰρ ἐν τοιαύτῃ ὥρᾳ τοῦ ἔτους πλέουσι μόνον οὐχὶ ὑπὸ τὰ κύματα φέρεται ἡ ναῦς· ἢ τοῖς κυματίζουσι τὴν ναῦν· τὸ μὲν γὰρ καθόλου κεκρυμμένον ὑπὸ ὕδατος ὑποβρύχιόν ἐστιν· Ὅμηρος

  • τὸν δʼ ἄῤ ὑπόβρυχα θῆκε πολύν χρόνον·
  • τὸ δὲ ἕτερον περιβρύχιον καλεῖται.

    ἠχώδεσιν.