Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1202 θαλλοῖς ξύλοις.

συγκατῄθομεν συγκατεκαίομεν.

1203 ὀρθόκρανον ὑψηλόν.

1205 νυμφεῖον τὸν νυμφῶνα.

1207 ἀκτέριστον τὸν κακοκτέριστον τῆς Ἀντιγόνης τόπον· ἢ τὸν μὴ δεξάμενον ἐντάφια.

1208 μολὼν (μ)αθ(ών).

1209 τὰ κακὰ σύμβολα τῆς βοῆς περιστοιχίζεται.

1215 ἴτ᾿ ἆσσον προσέλθετε.

1216 ἁρμὸν χώματος λιθοσπαδῆ τὴν ἐκ λίθων ἁρμονίαν τοῦ τάφου ἢ τὸ ὑψηλὸν μέρος τοῦ χώματος τὸ ἡρμοσμένον λίθοις.

ὡς λίθου ἀποσπασθέντος ὅπως εἰσέλθῃ ὁ Αἵμων· ἢ ὑμεῖς ἀποσπάσαντες ἀθρήσατε.

1218 ἢ θεοῖσι κλέπτομαι ἢ ἀπατῶμαι ὑπὸ θεῶν.

1220 ἠθροῦμεν ἐθεωροῦμεν.

1222 μιτρώδη βρόχον ὅστις ἦν αὐτῇ ζώνη.

σινδόνος ἀπὸ σινδόνος.

καθημμένην τὸν τράχηλον δεδεμένην.

[*](16 τόπον] τάφον? — 27 βρόχον] λέγει addit Lasc. — 28 ἀπὸ σινδόνος] legitur in L post ζώνη; separavi.)
274
[*](Fol. 63a)

1232 πτύσας προσώπῳ: οἷον ἀποστραφεὶς καὶ σκυθρωπάσας καὶ ἐκ τοῦ προσώπου καταμεμψάμενος, οὐ κυρίως προσπτύσας τῷ πατρὶ ὡς καὶ ἡμεῖς ἐν τῇ συνηθείᾳ φαμὲν κατέπτυσεν αὐτοῦ ὅ ἐστι κατεφρόνησεν τῶν λόγων αὐτοῦ· οὐχ εἷλκεν δὲ τὸ ξίφος κατὰ τοῦ πατρὸς ὥσπερ ᾤετο· εἶπεν γὰρ ἄνω

  • ἡ δʼ οὖν θανεῖται καὶ θανοῦσ᾿ ὀλεῖ τινα·
  • ὁ ἄγγελος δὲ οὕτω νομίζων ἀπαγγέλλει.

    1233 διπλοῦς κνώδοντας: ἀντὶ τοῦ διπλᾶς ἀκμάς· ἄμφηκες γὰρ τὸ ξίφος· κνώδων δὲ τὸ ὀξὺ τοῦ ξίφους παρὰ τὸ καίνειν τοῖς ὁδοῦσι.

    1236 τὸ ἔγχος οἱ τραγικοὶ καὶ ἐπὶ ξίφους λαμβάνουσιν.

    1239 φοινίου σταλάγματος: τὴν πνοὴν τοῦ φοινίου σταλάγματος ἐκβάλλει τῇ λευκῇ αὐτῆς παρειᾷ ὅ ἐστιν οἶμα ἐξέπνευσεν.

    1240 τὰ νυμφικὰ | τέλη τοὺς γὰρ γαμοῦντας τελείους ἐκάλουν.

    1246 νομίζω αὐτὴν μὴ βούλεσθαι δημοσίᾳ θρηνεῖν ἀλλʼ ἐν τῷ οἰκήματι μετὰ τῶν θεραπαινίδων.

    1250 οὐκ ἀνόητος, φησίν, ὑπάρχει ὥστε δημοσίᾳ ὀδύρεσθαι· ἁμαρτάνειν δὲ λέγει νῦν τὸ ἐμφανῶς θρηνεῖν.

    1253 ἀλλʼ ἔσω ἀπελθόντες μαθησόμεθα μή τι καὶ μανιῶδες κρύφα βουλεύεται ἀνελεῖν ἑαυτὴν πειρωμένη.

    1257 ἐφήκει ἀντὶ τοῦ ἥκει.