Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1472 τοῖν μοι φίλοιν ἀντὶ τῶν ἐμῶν θυγατέρων· δέον δὲ εἰπεῖν δακρυρροούσαιν ἀρσενικῶς ἐξήνεγκεν· ἔστι δὲ Ἀττικώτερον ὡς τὸ μὰ τὼ θεὼ καὶ τὼ χεῖρε.

1482 αἵτινες χεῖρες τὰ πρόσθεν λαμπρὰ ὄμματα τοῦ ὑμετέρου πατρὸς ὧδʼ ὁρᾶν προὐξένησαν.

1486 προὐξένησαν περιεποίησαν.

1488 πῶς ὑμῖν βιῶναι ἐκ τῶν ἀνθρώπων ἀνάγκη· ἢ ἡ πρὸς ἀντὶ τῆς μετὰ ἀντὶ τοῦ μετὰ ἀνδρῶν.

1493 παραρρίψει συζεύξει.

[*](Fol. 49a)

1498 κἀκ τῶν ἴσων ἐκ τῆς ἀρούρης τῆς αὐτῆς.

1500 ὀνειδιεῖσθε ὑβρισθήσεσθε.

1508 τηλικάσδʼ ἀντὶ τοῦ μικράς.

1513 οὗ καιρὸς καθʼ Ἅιδου.

1521 ἀφοῦ ἀφίστασο· τῇ προσῳδίᾳ δὲ ὡς ἀφαιροῦ.

1523 ὅσα νενίκηκας οὐ συνήνεγκέ σοι· καὶ αὐτάρκως [*](4 ἥδιον L. — 8 ἀπόλυμαι L. — 9 et 10 inverso ordine in L, corr. Elmsl. — 22 ἀρούρας L, corr. Elmsl. — 26 τῇ προσῳδίᾳ δὲ ὡς ἀφαιροῦ] nam in textu ἀφʼ οὗ pr. L.)

212
ἔχει τὸ δρᾶμα· τὰ γὰρ ἐξῆς ἀνοίκεια γνωμολογοῦντος Οἰδίποδος.

1525 ᾔδει ἔγνω.

κράτιστος μέγιστος.

1529 μηδένʼ ὀλβίζειν πρὶν ἂν γράφε πάντα προσδοκᾶν ἕως ἄν.

Σοφοκλέους. Οἰδίπους. τύραννος.

[*](1 ἀνοίκια L, corr. Lasc. — 3 et 4 variae lectiones ex Eurip. Phoeniss. v. 1759.)
213

1 ὦ κοινὸν αὐτάδελφον: αὐτάδελφον εἶπεν ὅτιε [*](Fol. 49b) ἐκ τῶν αὐτῶν γεγόνασι· πολλάκις δὲ ὁ Σοφοκλῆς ἐπὶ τοῦ ἀδελφοῦ τίθησι τὸ κοινὸν ὡς νῦν. ἐπειδὴ τὸ ἀδελφὸς κοινῶς λέγεται ἐπὶ τῶν μὴ ἐξ ἀμφοτέρων τῶν γονέων ὄντων ἀδελφῶν ἐπήγαγεν τὸ αὐτάδελφον ὅπερ παρίστησι τοὺς ἐκ τοῦ αὐτοῦ πατρὸς καὶ μητρὸς γεγονότας· τὸ δὲ κοινὸν ὁ Σοφοκλῆς συνεχῶς ἐπὶ τοῦ ἀδελφοῦ τίθησιν οἷον καὶ ἐν ταῖς Ὑδροφόροις τέταχεν

  • πολύκοινον Ἀμφιτρίταν
  • ἀντὶ τοῦ πολυάδελφον.

    περιφραστικῶς ἀδελφὴ Ἰσμήνη.

    [*]( Fol. 50a)

    2 ἆῤ οἶσθ᾿ ὅ τι Ζεύς: τὸ ὅ τι ἀντὶ τοῦ ὅ, ὁ δὲ νοῦς ἆρά γέ ἐστι τῶν ἀπʼ Οἰδίποδος κακῶν ὁποῖον οὐχὶ ὁ Ζεὺς ἔτι ζώσαις ἡμῖν τελεῖ; ὡς εἰ ἔλεγεν, ἆρα ἔχει τι ὁ Ζεὺς τούτων τῶν κακῶν μεῖζον ποιῆσαι εἰς ἡμᾶς; εἶπεν δὲ διττῶς, πρῶτον μὲν ὅ τι ἔπειτα δὲ ποῖον ἀρκοῦντος θατέρου.

    4 οὔτʼ ἄτης ἄτερ: Δίδυμός φησιν ὅτι ἐν τούτοις [*](3 πολλάκις] v. 202. Oed. Tyr. 261 Col 535. — 10 fr. 607. — 14 ἐστι] τι addit M. Schmidt. — 19 Δίδυμος] Schmidt. fr. 4 (p. 241).)

    214
    τὸ ἄτης ἄτερ ἐναντίως συντέτακται τοῖς συμφραζομένοις· λέγει γὰρ οὕτως, οὐδὲν γάρ ἐστιν οὔτε ἀλγεινὸν οὔτε ἀτηρὸν οὔτε αἰσχρὸν ὃ οὐκ ἔχομεν ἡμεῖς, ἄτης ἄτερ δέ ἐστι τὸ ἀγαθόν· περισσὸν δέ ἐστι καὶ τὸ ἕτερον οὐ ὥστε ὥσπερ ἀπόφασιν εἶναι· σύνηθες δὲ τοῦτο τραγικοῖς.

    7 καὶ νῦν τι τοῦτʼ αὖ φασιν: ἐγκλιτικῶς προενεκτέον τὸ τι· οὐ γάρ ἐστιν ἐν ἐρωτήσει ὁ λόγος ἀλλʼ ἐν ἀποφάσει ἀορίστως.

    πανδήμῳ πόλει πάσῃ τῇ πόλει.

    9 ἢ λανθάνει σε τὰ τῶν ἐχθρῶν μηχανήματα ἐπὶ τοὺς φίλους ἰόντα;

    τὰ ἀπὸ τῶν ἐχθρῶν κακὰ εἰς ἡμᾶς στείχοντα;

    10 πρὸς ἀντὶ ἐπί

    11 φίλων λείπει ἡ περί, περὶ φίλων.