Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

14 ἀλλ᾿ ὦ κρατύνων: ἐν τῷ πρώτῳ λόγῳ ἐγνώ [*](1 προσκηδόμενος L, corr. Lasc. — 3 ἢ υπ+ανοῑσ L, ἢ ὑπὲρ ἀνθρποις Ambros, ἢ πᾶσιν ἀνθρώποις G, ἢ παρὰ ἀνθρώποις nescio quis, ἢ ὑπʼ ἀνθρώπων Lasc., ἢ ὑπὸ πάντων Elmsl., ἢ ὑπακουστέον ἀνθρώποις Duebnerus; dubitanter dedi; cf. schol. v, 40. — 5 ἅμα τε καὶ L, corr. Br. — 8 θήσειν L, corr. Elmsl. — 9 εἰσαγάγῃ] v. 78. — 13 ἀπόκρισις] sc. γίνεται. — 22 ἀνελεὴς L, corr. Suid. v. ἀνάλγητος. ἴσος L, corr. Dind. τῷ] τὸ L, corr. Br,)

163
κάμεν τὸ ὄνομα τοῦ Οἰδίποδος καὶ ὅτι παιᾶνές εἰσιν ἐν τῇ πόλει, νῦν δὲ διὰ τῆς ἐντέχνου ἐπεξεργασίας ὅτι καὶ βασιλεύς καὶ τὴν αἰτίαν τῶν παιάνων· προαγωγὸν δὲ εἰς πειθὼ τὸ προοίμιον.

15 τοῦτο καὶ τὴν ἡλικίαν σημαίνει καὶ δυσωπητικόν πως τυγχάνει· ὡς γὰρ ἐπὶ θεοῦ βωμοὺς πάρεισιν ἐπὶ τοὺς πρὸ τῶν βασιλείων ἱδρυμένους.

17 πτέσθαι: ἀντὶ τοῦ βαδίσαι, ἡ δὲ μεταφορὰ ἀπὸ τῶν νεοττῶν· τὸ δὲ σὺν γήρᾳ βαρεῖς ἐφ᾿ ἑαυτοῦ τῷ πληθυντικῷ ἐχρήσατο· καὶ τὸ ἱερεῖς ὁμοίως.

19 λεκτοί: τὸ λεκτοὶ τάχα μὲν εἰς σύστασιν τῶν παίδων τάχα δὲ καὶ δημοσίαν ἐκφαίνει τὴν ἐκπομπὴν ὡς ἐπιλεχθεῖσαν καὶ πεμφθεῖσαν παρὰ τοῦ κοινοῦ.

20 πρός τε Παλλάδος διπλοῖς ναοῖς: δύο ἱερὰ ἐν ταῖς Θήβαις ἵδρυται τῇ Ἀθηνᾷ τὸ μὲν γκαίας τὸ δὲ Ἰσμηνίας· οἱ δὲ οὕτω, τὸ μὲν Ἀλαλκομενείας τὸ δὲ Καδμείας· τινὲς δὲ τὸν τῆς Ἀλαλκομενείας οὐκ ἐν Θήβαις εἶναι ἀλλʼ ἐν κώμῃ.

21 ἐπʼ Ἰσμηνοῦ τε μαντείᾳ: καὶ γάρ ἐστι παρὰ τῷ Ἰσμηνῷ Ἀπόλλωνος ἱερὸν διό φησι μαντείᾳ σποδῷ, τοῦτο δὲ ἀντὶ τοῦ βωμῷ ὅτι διὰ τῶν ἐμπύρων ἐμαντεύοντο οἱ ἱερεῖς ὡς φησι ᾶιλόχορος.

23 σαλεύει ἡ μεταφορὰ ἀπὸ τῶν χειμαζομένων νεῶν,

25 φθίνουσα μὲν κάλυξιν; οὐ μόνον ἀφορίαν [*](7 βασιλέων L, corr. schol. rec. Π p. 146, 16. — 10 τὸ πληθυντι. L, τῷ παθητικῷ G, corr. Lasc. — 15 Ὀγκαίας] οἰκαίας L, corr. Br. — 16 ἰσμηνείας L, corr. Lasc. Ἀλαλκομενίας utrobique Br. — 17 τὸν τῆς] sc. ναόν. — 20 ἱερὸν γὰρ (deletum) διὸ L. — 22 Θιλόχορος] Muell. fr. 197 (περὶ μαντικῆς, I p. 416).)

164
φησὶν εἶναι τῆς γῆς ἀλλὰ καὶ τοὺς πεφηνότας καρποὺς διαφθείρεσθαι ὑπὸ τοῦ λοιμοῦ.

σύν τοῖς βλαστήμασιν.

27 ὁ πυρφόρος θεός: ὁ λοιμὸς ὁ πυρετοφόρος· τὸν γὰρ πυρετὸν πῦρ καλοῦσι καὶ τὸ ἐναντίον ὡς Ὅμηρὸς

  • καί τε φέρει πολλὸν πυρετόν.
  • 28 σκήψας ἐπιβαλών, ἐπιφέρων.

    29 δῶμα Καδμεῖον περιφραστικῶς ἡ πόλις· ἢ ἀντὶ τὰ δώματα πάντα τὰ τῆς πόλεως.

    33 ἀνδρῶν δὲ πρῶτον: οὐ μόνον οὖν ὡς βασιλέως δέονται ἀλλὰ καὶ σοφοῦ· κατὰ βραχὺ δὲ παρεμβάλλει ἡμῖν ὁ ποιητὴς τὰ τῆς ἱστορίας τοῦ Οἰδίποδος.

    συμφοραῖς βίου ταῖς βιωτικαῖς συντυχίαις.

    34 ἔν τε δαιμόνων συναλλαγαῖς: καὶ ἐν ταῖς πρὸς τὸ θεῖον κοινωνίαις καὶ φιλίαις τὸ στοχάζεσθαι τῆς τῶν θεῶν διανοίας· ἐκ τούτου δὲ παθητικωτέραν τὴν τραγῳδίαν ποιεῖ ὅταν ὁ τοιοῦτος εἶναι νομιζόμενος φανῇ καινοῖς μύσεσιν ἔνοχος.

    35 ὅς τε μολὼν ἄστυ Καδμεῖον, ἴνα καὶ ἡ ἀπὸ ξένης ἄφιξις αὐτοῦ δηλωθῇ· σκληρᾶς δὲ ἀοιδοῦ ὅτι τὸ ἀοιδοῦ εὔφημόν ἐστιν προσέθηκε σκληρᾶς ὅ ἐστι δυσκόλου διὰ τὸ αἴνιγμα ἢ φονικῆς.

    38 οὐδʼ ἐκδιδαχθείς: οἷον οὐ προακούσας παρʼ ἡμῶν τὸν τρόπον τῶν αἰνιγμάτων ὅπερ συνελάμβανέν πώς σοι πρὸς τὴν λύσιν· ὡς πρὸς θεοφιλῆ οὖν καὶ εὐτυχῆ ἀπαντῶσιν· περιττεύει δὲ ἡ ἐξ ἢ ἡ ὑπό.

    [*](7 Π. χ 31. — 8 ἐπιβάλλων Suid. v. σκήψας. — 10 τὰ om G. — 16 τὸ om. Suid. v. συναλλαγαῖς; τῷ Wolffius — 19 φανεῖ L, corr. G. — 20 ὅς τε] ὥστε L, corr. G ; ὅς γʼ in textu. — 23 φοινικῆς, ι deleto L, φονικῆς Suid. v. σκληρᾶς ἀοιδοῦ.)
    165

    προσθήκῃ συμβουλῇ, ἐπικουρίᾳ.

    40 κράτιστον πᾶσιν ἢ ὑπὸ πάντων κράτιστος εἶναι ὑπολαμβανόμενος ἢ πᾶσι τοῖς προειρημένοις, τύχῃ, συνέσει, θεοφιλίᾳ.

    41 πρόστροποι. προσπεπτωκότες, προστετραμμένοι· ἴσως δὲ τοῦτο εἰπὼν ὁ ὑποκριτὴς προσπίπτει εἰς τοὺς πόδας τοῦ ἄρχοντος.

    προσπεπτωκότες.

    44 ὡς τοῖσιν ἐμπείροισιν: ἐν τοῖς συνετοῖς τὰς συντυχίας καὶ τὰς ἀποβάσεις τῶν βουλευμάτων ὁρῶ ζώσας καὶ οὐκ ἀπολλυμένας, οὐ σφάλλεται ἀλλὰ τὸ ἀποβησόμενον στοχάζεται καλῶς.

    45 ζώσας ἀντὶ ἐνεργεστέρας.

    [*](Fol. 34 a)

    46 ἵδ᾿, ὦ βροτῶν ἄριστε: διεξελθὼν τὰ τῆς πόλεως κακὰ καὶ ὅτι ἱκανός ἐστιν ἐπινοῆσαι ἀπαλλαγὴν ἐπάγει ὅτι καὶ χρήσιμον σῷσαι τὴν πόλιν, μᾶλλον δὲ κινδυνῶδες τὸ ἀμελῆσαι· ἴθι οὖν καὶ εὐλαβήθητι μὴ τὴν προῦπάρχουσαν δόξαν ἐπὶ τῇ εὐποιίᾳ ἀπολέσῃς· πάνυ δὲ αἰδημόνως οὐκ εἶπεν ὅτι οὐκέτι τιμήσει σε ἡ πόλις ἀλλὰ σὺν τῇ εὐχῇ τὸ ὅλον κατέθηκεν· εἰώθαμεν δὲ καὶ τῶν ἀτυχημάτων καὶ τῶν εὐημεριῶν μνημονεύειν καθὼς οἱ ἄρχοντες ἀποβῶσιν· ἔασον οὖν, φησίν, ἀκέραιον τὴν προγεγενημένην σοι δόξαν ἵνα αὐτὸ τοῦτο λέγωμεν, ὅτι ἐπὶ Οἰδίποδος τῆς Σφιγγὸς ἀπαλλαγέντες ἐν εὐδίᾳ γεγόναμεν.