Scholia in Sophoclem (scholia vetera)

Scholia in Sophoclem

Scholia in Sophoclem, Scholia in Sophoclem (scholia vetera), Papageorgius, Teubner, 1888

1457 ἐπισαρκάζουσα τάδε φησίν.

1458 κελεύει ὁ Αἴγισθος ἐμφανῶς δείκνυσθαι τὸ σῶμα τοῦ Ὀρέστου, οἱ δὲ ἐπιδεικνύουσι τὸ τῆς Κλυταιμήστρας.

1462 ἐὰν μὴ πείθηται, πρὸς βίαν κολάσεως τυχὼν παῤ ἐμοῦ τότε φύσει φρένας καὶ εἴσεται ὅτι ἄμεινον ἦν πείθεσθαι τῷ κρατοῦντι.

1466 οἷον ἐφθονήθη καὶ ἔπεσεν ὁ Ὀρέκτης· εἰ δὲ μέμψις τις ἔπεστιν οὐ λέγω· εἰ δὲ μεμφόμεθα τοῖς περὶ αὐτῷ συμβᾶσιν οὐ λέγω.

[*](1 ὠτὶ] τῶι L, correxi; trimeter poetae ἐν τῷ λαλεῖν δεῖ μή τι μηκύνειν λόγον latere videtur Wolffio p. 24, aliis; cf. Nauck. fr. adesp. 381. — 3 νηπίω L. ἂν delevi. — 5 ἀνακαλύπτοντες L, corr. Lasc. — 6 νηπίων] νηπίωι L. — 7 ὑπερβατ` L; cf. schol. Oed. Tyr. v. 334. — 9 et 13 ἂν delevi. ἀνοήτῳ] legit νηπίῳ. — 11 αἰτιατικὴν] legit νήπιον. — 12 ἂν addidi. — 13 ἐμπέσῃ G, V. — 21 πα'τ ἐμοῦ add. G.)
160

1478 τοῖς θανοῦσιν τῷ Ὀρέκτῃ.

1483 κἂν ἐπὶ μικρὸν κἂν σμικρόν.

μὴ πέρα λέγειν ἔα περισσὴ γὰρ καὶ ἀπίθανος διατριβὴ πρὸς τῷ τέλει ἐκτείνειν λόγους.

1488 ταφεῦσιν οἰωνοῖς καὶ κυσὶ πρόθες αὐτόν.

1493 τόδ᾿ τὸ ἄταφον αὐτὸν αἰκισθῆναι.

1495 μὴ τάσσε μὴ ἐπίτασσε.

πρόφασιν πιθανὴν εὖρε τοῦ μὴ ἐν τῷ ἐμφανεῖ φονεῦσαι αὐτόν.

[*](Fol. 33 a)

1508 ἀντὶ τοῦ μετὰ πολλῶν καμάτων μόλις ἠλευθερώθης.

τέλος Ἠλέκτρας.

161

1 φιλόδημον καὶ προνοητικὸν τοῦ κοινῇ συμ— [*](Fol. 33 b) φέροντος τὸ τοῦ Οἰδίποδος ἦθος καὶ εὔνοιαν ἔχων ἀπὸ τοῦ πλήθους διʼ ν αὐτοὺς εὐηργέτησεν· εἰκότως οὖν κέχρηται τῷ τέκνα σπερεῖ πατήρ· νέοι ὄντες νῦν ἀπὸ τοῦ ἀρχαίου Κάδμου· οἰκτρὸν δὲ τὸ νέα.

2 θοάζετε: κατὰ διάλυσιν ἀντὶ τοῦ θάσσετε· ἢ θοῶς προκάθησθε.

3 ἱκτηρίοις: ἀντὶ τοῦ ταῖς ἱκετηρίαις ·τὸ δὲ ἐξεστεμμένοι ἀντὶ κεκοσμημένοι· εἰώθασι γὰρ τῷ στέφειν χρῆσθαι ἀντὶ τοῦ κοσμεῖν· στέμμα δέ ἐστι τὸ προσειλημένον ἔριον τῷ θαλλῷ.

4 πόλις δʼ ὁμοῦ μὲν θυμιαμάτων: οἱ μὲν μηδὲν πεπονθότες ἐπὶ ἀποτροπῇ τοῦ κακοῦ θύουσιν καὶ παιᾶνας ᾄδουσιν οἱ δὲ ἐπταικότες ἐπὶ τοῖς οἰκείοις κακοῖς ἀποιμώζουσιν.

6 ἃ γὼ δικαιῶν: οὐ διʼ ἀγγέλων μαθεῖν τὴν [*](3 ἔχων] ,,est — σχῆμα πρὸς τὸ σημαινόμενον Elmsl. — 5 τῷ] τὸ L, corr. G. — 7 ἀντὶ τοῦ] ἀν τοῦ L, corr. G. — 9 κετηρίαις] ἱκετηρίοις L, corr. Br. — 10 τῷ] τὸ L, corr. G, Suid. v. ἐξεστεμμένοι. — 11 ἀντὶ τοῦ] αν L. προσειλημμένον L, προσηλωμένον G, corr. Suid. — 15 ἐπταικότες] πται in rasura L, ἑαλωκότες G, Ambrosianus 103, Suid. v. πόλις.)

162
αἰτίαν ἠξίωσα ἀλλʼ αὐτὸς παρεγενόμην προκηδόμενος ὑμῶν.

8 ὁ πᾶσι κλεινός; ἢ πᾶσι τοῖς ἐπιτεύγμασιν ἢ ὑπακούεται ἀνθρώποις· πιθανῶς δὲ τὸ ὄνομα τοῦ προλογίζοντος ἐδήλωσεν, ἄμα δὲ καὶ εἰς ἐπιθυμίαν φέρει τὸν θεατὴν τῶν περὶ τοῦ Οἰδποδος· οὐκ εὐθὺς δὲ τὰς αἰτίας τῆς δόξης ἐπάγει ἀλλὰ ταμιεύεται κατὰ βραχὺ ἐν καιρῷ ἐνθήσων· καλῶς δὲ οὐ διʼ ἀγγέλων ἀπήγγελται ἴνα διαλεγομένου αὐτοῦ ἐκ Δελφῶν εἰσαγάγῃ τὸν Κρέοντα.

9 ἀλλʼ ὦ γεραιέ: εὐτάκτως ἑκάστῳ τὸ δέον ἀπένειμεν, διὰ μὲν τῶν παίδων τὸν οἶκτον τῆς ἱκετείας διὰ δὲ τοῦ πρεσβύτου ἡ πρὸς τὸν βασιλέα ἀπόκρισις· εἰς γὰρ τοῦτο ἀπρεπὲς τὸ τῶν νέων πρόσωπον· δεδήλωται οὖν ἡμῖν τὸ χρήσιμον τῆς παρουσίας τοῦ γέροντος.

10 τίνι τρόπῳ: ἀντὶ ἐπὶ ποίᾳ προφάσει ἱκετεύετε; εἶτα ἐπιφέρει τὰς αἰτίας· ἢ γὰρ διὰ δέος κολάσεως ἢ παθόντες ἐκδικίας τυχεῖν ἀξιοῦτε ὅπερ ἐδήλωσε διὰ τοῦ στέρξαντες οἷον ἢδη πεπονθότες.

12 δυσάλγητος σκληρός, δυσμετάκλαστος, ἀναλγής, ἀπαθής, ἀνηλεής, ἴσον τῷ ἀνάλγητος καὶ σκληρός.

13 ἱερεὺς πρεσβύτης Διός.